- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:149.1-150.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德在《气象论》373b10中提出岬角抬高与物体放大等现象的用意,指出这是基于致密空气与水在视觉效应上的共同性来间接证明空气反射,并进一步阐明物体被放大的原因(昏暗引起的距离错觉与大视角的结合)以及感官运动在潮湿介质中的发散。
" Διόπερ αἵ τε ἄκραι ἀνεσπασμέναι φαίνονται ἐν τῇ θαλάττῃ καὶ μείζω τὰ μεγέθη πάντων, ὅταν εὖροι πνέωσι, καὶ τὰ ἐν ταῖς ἀχλύσιν, οἷον καὶ ὁ ἥλιος καὶ τὰ ἄστρα ἀνίσχοντα καὶ δύνοντα μᾶλλον ἢ μεσουρανοῦντα." Ἐπιζητήσαι τις ἄν, τίνος χάριν ταῦτα παρέθετο δεικνύναι βουλόμενος ὅτι καὶ ἀπὸ ἀέρος τῆς ὄψεως ἀνακλάσεις γίνονται, ὥσπερ καὶ ἀφ’ ὕδατος· οὐ γὰρ δήπου ταῦτα ὧν ἐμνημόνευσε δι’ ἀνακλάσεως ὁρᾶσθαι λέγει τις. ἢ τὰ λεγόμενα δεικτικά ἐστι τοῦ τὴν ὄψιν πάσχειν ὑπὸ τοῦ πυκνοῦ ἀέρος ἅπερ καὶ ὑπὸ τοῦ ὕδατος.1 αἵ τε γὰρ ἄκραι αἱ ἐπὶ τῆς θαλάσσης πόρρωθεν καὶ διὰ πυκνοῦ ἀέρος ὁρώμεναι ἀνεσπασμέναι φαίνονται εἰς ὕψος ἀπὸ τῆς θαλάσσης καὶ μείζους. ἔτι δὲ μείζω τὰ μεγέθη φαίνονται πάντων τῶν ὁρωμένων, ὅταν εὖροι πνέωσι, διὰ τὸ πυκνότερον καὶ ὑγρότερον τὸν ἀέρα γίνεσθαι ὑπὸ τῶν νοτίων πνευμάτων, ὁποῖος καὶ ὁ εὖρός ἐστι. καὶ τὰ ἐν ταῖς ἀχλύσι δὲ καὶ διὰ τῶν ἀχλύων ὁρώμενα μείζω φαίνεται τῷ τὴν ἀχλὺν εἶναι ἀέρα πεπυκνωμένον. διὰ τοῦτο γὰρ καὶ ὁ ἥλιος καὶ τὰ ἄλλα ἄστρα ἀνίσχοντα καὶ δύνοντα μείζω δοκεῖ εἶναι μᾶλλον ἢ μεσουρανοῦντα, διὰ τὸ ἀνατέλλοντα μὲν καὶ δύνοντα, δι’ ἀχλύος ὁρᾶσθαι· διὰ γὰρ τοῦ περιγείου ἀέρος ὁρᾶται, ὃς ἀχλυώδης καὶ παχύτερος τοῦ ἐν ὕψει. ὅτι δὲ τὰ αὐτὰ ταῦτα πάθη γίνεται καὶ ἐπὶ τῶν δι’ ὕδατος ὁρωμένων, γνώριμον. εἰ οὖν αἱ διὰ τοῦ πυκνοῦ ἀέρος διαφάσεις ὅμοιαι ταῖς δι’ ὕδατος, εὔλογον καὶ ἀνακλάσεις, ὡς ἀπὸ ὕδατος, οὕτως γίνεσθαι καὶ ἀπὸ τοῦ τοιούτου ἀέρος. ὁρᾶται δὲ μείζω τά τε δι’ ὕδατος καὶ τὰ διὰ τοῦ ὑγροῦ ἀέρος διά τε τὸ μὴ ὁμοίως τρανῶς φαίνεσθαι· ἀμυδρότερα γὰρ πάντα ὁρᾶται τὰ διὰ παχυτέρου καὶ ἧττον διαφανοῦς ὁρώμενα· τὰ δέ γε ἀμυδρότερα φαινόμενα ὡς πόρρω ὄντα ἡ ὄψις ὁρᾷ. τῷ γὰρ τὰ πόρρωθεν ὁρώμενα ἀμυδρότερα ὁρᾶν ἢ εἰ πλησίον ὄντα ἑώρα, διὰ συνήθειαν καὶ τὰ ἀμυδρῶς ὁρώμενα ὡς πλεῖον ἀφεστῶτα ὁρᾷ. ἀλλὰ μὴν ὑπόκειται κατὰ γωνίαν τινὰ συνισταμένην πρὸς τῇ κόρῃ τὰ ὁρώμενα ὁρᾶσθαι, καὶ τὰ μὲν μείζω κατὰ μείζονα γωνίαν ὁρᾶσθαι, τὰ δ’ ἐλάττω κατὰ ἐλάττονα· διὸ καὶ τὰ αὐτὰ πόρρωθεν ὁρώμενα ἐλάττω φαίνεται ἢ ἐγγύθεν, ὅτι αἱ ἀπὸ τοῦ ὁρωμένου εὐθεῖαι ποιοῦσαι τὴν πρὸς τῇ κόρῃ γωνίαν ἐλάττω γωνίαν ποιοῦσιν ἀεὶ ἀπὸ τοῦ πλείονος διαστήματος. ὅταν οὖν τι τῷ μὲν ἐγγὺς εἶναι καὶ ἐγγύθεν ὁρᾶσθαι βλέπηται μείζονι2 γωνίᾳ, τῷ δὲ ἀμυδρὸν ὁρᾶσθαι φαντασίαν ἀποτελῇ ὡς ὁρώμενον ἀπὸ τοῦ πολλοῦ διαστήματος, μεῖζον ἢ ἔστι φαίνεται τῇ ὄψει, τῷ ἀφ’ οὗ διαστήματος εἰ ἀληθῶς ἑωρᾶτο, ὁρᾶσθαι ἂν αὐτὸ ἐλάττονι γωνίᾳ, [καὶ] ἀπὸ τούτου δοκεῖν ὁρᾶσθαι τοῦ διαστήματος διὰ τὴν ἀμυδρότητα μείζονι. τοῦτό τε οὖν αἴτιον τοῦ τὰ διὰ τῶν τοιούτων ὁρώμενα μείζω φαίνεσθαι, καὶ ἔτι τὸ χεῖσθαι τὴν ἀπὸ τοῦ αἰσθητοῦ γινομένην κίνησιν ἐν τῷ κατ’ ἐνέργειαν διαφανεῖ, ὅταν ὑγρὸν ᾖ καὶ παχύ. ὅτι δὲ οὐκ ἄλογον τὸ λεγόμενον, μάθοι τις ἄν ἀπὸ τῶν γραφομένων γραμμάτων ἐν τοῖς ὑγροτέροις τε καὶ παχυτέροις χάρταις· χεῖται γὰρ ταῦτα καὶ διὰ τοῦτο ἅμα μὲν μείζω, ἅμα δὲ ἀμυδρότερα γίνεται. τρόπον γάρ τινα, ὡς τὰ γράμματα ἐν τοῖς χάρταις, οὕτω καὶ τὸ τῶν ὁρωμένων χρῶμα ἐγχαράττεται τῷ κατ’ ἐνέργειαν διαφανεῖ. καὶ ψόφοι δὲ καὶ αἱ φωναὶ αἱ δι’ ὑγροτέρων γινόμεναι βαρύτεραι, τὰ δὲ βαρύτερα μετὰ πλείονος ὄγκου. μαρτυροῖ δ’ ἂν τὸ εἰρημένον καὶ τὸ συμβαῖνον περὶ τὸ φῶς τὸ ἀπὸ τοῦ ἡλίου· δοκεῖ γὰρ εἶναι σημεῖον ὑετοῦ τὸ τὰς ἀκτῖνας ἀνατέλλοντος αὐτοῦ σκίδνασθαι, μετεώρους ἔτ’ οὔσας καὶ μόλις καὶ ἀμυδρῶς ἐπὶ τὴν γῆν διαπέμπεσθαι· διὰ γὰρ πάχος καὶ ὑγρότητα ταῦτα γίνεται. εἰ δὲ τὸ φῶς τοῦ ἡλίου δι’ ὑγρότητα τοῦ ἀέρος σκίδναταί τε καὶ χεόμενον ἀμυδρὸν γίνεται, πολὺ μᾶλλον ἡγητέον περὶ τὰς ἀπὸ τῶν ἄλλων ὁρατῶν κινήσεις τοῦτο γίνεσθαι, ὅσῳ εἰσὶν ἀσθενέστεραι τῆς ἀπὸ τοῦ ἡλίου μέχρις ἡμῶν διικνουμένης κινήσεως. καὶ αὐτὸς δὲ ὁ ἥλιος ἐν τῷ τῶν ἀπ’ αὐτοῦ ἀκτίνων προειρημένῳ πάθει μείζων φαίνεται τοῖς ὁρῶσιν αὐτόν.
“因此海上的岬角显得被抬高,当东南风吹拂时所有事物的大小都显得更大,在薄雾中的事物亦然,例如太阳和群星在升起和落下时,也比在中天时显得更大。” 人们可能会追问,当他意欲表明视线的反射既由水产生,也由空气产生时,他是为了什么目的提出这些[事例]的;因为绝没有人会说,他所提及的这些东西是通过反射而被看见的。抑或是,所说的事情旨在表明视线受到致密空气的作用与受到水的作用恰恰相同?因为海上的岬角,当从远处并穿过致密的空气被观看时,显得从海面向上被抬高,并且更大。再者,当东南风吹拂时,所有被看见之物的大小都显得更大,这是因为在南风的作用下空气变得更致密且更潮湿,而东南风也属于南风。在薄雾中以及透过薄雾被观看的事物也显得更大,这是由于薄雾是凝结的空气。因为正是由此缘故,太阳和其余群星在升起和落下时,也显得比在中天时更大,这是因为它们在升起和落下时是通过薄雾被观看的;因为它们是通过近地的空气被观看的,而这种空气如薄雾般且比高处的空气更浓厚。而这些相同的状态也发生在透过水被观看的事物上,乃是众所周知的事实。因此,如果透过致密空气的视觉现象与透过水的视觉现象相似,那么反射正如从水发生一样,也从这种空气发生,就是合理的。 然而,透过水被看见之物以及透过潮湿空气被看见之物之所以显得更大,是因为它们显现得不同样清晰;因为凡透过更浓厚且透明度更低的介质被看见的事物,都被看得更昏暗;而视线将显现得更昏暗的事物看作是处于远方之物。因为由于将从远处被看见之物看得比如果在近处看见它们时更昏暗,出于习惯,它也将昏暗地被看见之物看作相距更远之物。然而,已设定被看见之物是按照在瞳孔处构成的某个角被看见的,较大的事物按照较大的角被看见,较小的事物则按照较小的角被看见;因此同样的事物从远处被观看时也显得比从近处更小,因为从被看见之物引出、在瞳孔处构成角的直线,从更大的距离总是构成更小的角。因此,当某物由于处于近处并从近处被观看而以较大的角被注视,却由于被昏暗地观看而产生一种宛如从很大距离被观看的幻象时,在视线看来它便比其实际的大小更大,因为若是真实地从那一距离被观看,它本应以较小的角被看见,如今却由于昏暗而被认为正从这一距离以较大的角被看见。因此,这是透过此类介质被看见之物显得更大的原因,而且还在于,来自感觉对象的运动在现实透明体中当其潮湿且浓厚时会发散。至于所说的并非毫无道理,人们可以从写在较潮湿且较厚的纸草纸上的文字得知;因为这些文字会渗开,并因此同时变得更大,同时也变得更淡。因为在某种意义上,正如纸草纸上的文字一样,被看见之物的颜色也是如此刻印在现实透明体上的。而且透过较潮湿的介质产生的声响和声音也变得更低沉,而更低沉的声音伴随着更大的体积。而在太阳光周围发生的事情也可以作为所言之事的见证;因为当太阳升起时,其光线发生散射,尚在高空且勉强而微弱地传达到地面,这似乎是降雨的征兆;因为这些情况是由于浓厚和潮湿而发生的。但是,如果太阳的光线由于空气的潮湿而散射开来并在发散时变得昏暗,就更应当认为这种情况发生在来自其他可见之物的运动上,因为它们比起从太阳到达我们这里的运动要弱得多。而太阳自身在来自它的光线的上述状态中,对观看它的人来说也显得更大。
- 3.13ἢ τὰ λεγόμενα δεικτικά ἐστι τοῦ τὴν ὄψιν πάσχειν ὑπὸ τοῦ πυκνοῦ ἀέρος ἅπερ καὶ ὑπὸ τοῦ ὕδατος.
连词 ἤ 引入了注解者对前述疑问(亚里士多德为何要引用本身并非由反射所见的放大现象来证明来自空气的反射)的推测性解答,意为“抑或是……”。属格冠词 τοῦ 使带宾格的不定词短语 τὴν ὄψιν πάσχειν ... ἅπερ καὶ ὑπὸ τοῦ ὕδατος 名词化,依附于形容词 δεικτικά,作其宾语性补足语(“表明……的事实”)。
- 3.13τῷ ἀφ’ οὗ διαστήματος εἰ ἀληθῶς ἑωρᾶτο, ὁρᾶσθαι ἂν αὐτὸ ἐλάττονι γωνίᾳ, [καὶ] ἀπὸ τούτου δοκεῖν ὁρᾶσθαι τοῦ διαστήματος διὰ τὴν ἀμυδρότητα μείζονι.
这是一个由原因与依据的与格(τῷ + 不定词)构成的复杂长句。其骨架为 τῷ ... δοκεῖν ὁρᾶσθαι ...(“因为……显得被看见”)。关系从句 ἀφ’ οὗ διαστήματος ... 置于其先行词 τοῦ διαστήματος 之前,并在从句内部嵌套了一个与事实相反的虚拟条件句:“如果真实地从那一距离被观看(εἰ ἀληθῶς ἑωρᾶτο),它本应以较小的角被看见(ὁρᾶσθαι ἂν αὐτὸ ἐλάττονι γωνίᾳ)”。该句解释了视错觉的双重机制:正因为昏暗,物体被认为正从这一距离以原本不可能的较大角度(μείζονι [γωνίᾳ])被看见。
