← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§14.20-15.22

水汽与升气的区别及上下层空气的气象现象

亚历山大注解了亚里士多德关于气与“被称为火之物”的排列次序的论述。他区分了水汽(湿热)与狭义的升气(干热),阐明了为何低层空气形成云并转化为水,而高层空气则成为引火燃烧之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9#2

τοῦτο γὰρ εἶπε διὰ τοῦ περὶ δὲ ταῦτα καὶ τὰ ἐχόμενα τούτων· οὐ γὰρ ὡς ἄλλων τινῶν πρὸ τοῦ ἀέρος ἐχομένων τῆς τε γῆς καὶ τοῦ ὕδατος εἶπεν, ἀλλ’ ὡς τούτου μετ’ ἐκεῖνά τε ὄντος καὶ ἐχομένου ἐκείνων φησὶ δὴ εἶναι περὶ ἐκεῖνα καὶ μετ’ ἐκεῖνα ἀέρα τε καὶ τὸ διὰ συνήθειαν καλούμενον πῦρ, οὐδέπω δὲ ὂν πῦρ. ὑπερβολὴ γὰρ θερμοῦ καὶ ζέσις τὸ πῦρ, ὡς εἶπε καὶ ἐν τῷ δευτέρῳ Περὶ γενέσεως, ἀναλόγως εἰπὼν ἔχειν αὐτὸ τῷ κρυστάλλῳ· ὡς γὰρ ἐκεῖνος πῆξις ὑγροῦ δι’ ὑπερβολὴν ψυχρότητος, οὕτω τὸ πῦρ ζέσις θερμοῦ καὶ ὑπερβολή· διὸ καὶ εἶπε μήτε ἐκ κρυστάλλου τι μήτε ἐκ πυρὸς γίνεσθαι. εἰπὼν δὲ καλεῖσθαι μὲν αὐτὸ πῦρ, μὴ εἶναι δέ, καὶ τὴν αἰτίαν προσθεὶς μετὰ ταῦτα ὁποῖόν ἐστι σῶμα τὸ πῦρ τῶν στοιχείων καλούμενον λέγει. δεῖ γάρ, φησί, νοῆσαι τὸ μὲν περί τε τὴν γῆν καὶ τὸ ὕδωρ περικεχυμένον μέρος τοῦ ὑφ’ ἡμῶν ἀέρος καλουμένου ὑγρόν τε καὶ θερμὸν εἶναι. καὶ δι’ ὃ τοιοῦτον δεῖ νομίζειν αὐτό, προσέθηκε· διὰ γὰρ τὸ ἀτμίζειν τε καὶ ἀναθυμίασιν ἔχειν γῆς. ὑγρὸν μὲν γάρ ἐστι διὰ τὸ ἀτμὶς εἶναι, ἥτις ἀπὸ τῶν ὑγρῶν γίνεται, θερμὸν δὲ διὰ τὸ καὶ ἀναθυμιάσεώς τι ἔχειν ἀπὸ τῆς γῆς ξηρᾶς οὔσης· τίνι δὲ διαφέρει ἀτμὶς ἀναθυμιάσεως, μετ’ ὀλίγον λέγει. νῦν δὲ τοσοῦτον εἰπὼν ὅτι ἄμφω ἐστὶν ἐν τῷ ἀέρι μεμιγμένα [ἡ μὲν ἀτμὶς οὐ μόνον ὑγρόν ἐστιν ἀλλὰ καὶ θερμόν, ὡς ἐρεῖ, καὶ οἱ ἀτμοὶ ἀπὸ τῶν ὑγρῶν γίνονται διὰ θερμότητα] τὸ δὲ ὑπὲρ τοῦτό φησι μέρος τοῦ ἀέρος θερμὸν ἤδη καὶ ξηρὸν εἶναι ὡς ἐκ τῆς ἀναθυμιάσεως τῆς σὺν τῇ ἀτμίδι ἀναφερομένης χωριζομένης τε καὶ ἀνωτέρω φερομένης·1 εἶναι γὰρ τὸ σῶμα τοῦτο τὸ καλούμενον πῦρ ἀναθυμίασιν. τί δέ ἐστιν ἀτμὶς καὶ τί ἀναθυμίασις, καὶ τίνι ἀλλήλων διαφέρουσιν, ἑξῆς λέγει· ἡ μὲν γὰρ ἀτμίς ἐστιν ὑγρόν τε καὶ θερμόν, ἡ δὲ ἀναθυμίασις ξηρόν τε καὶ θερμόν. ἀμφότεραι μὲν οὖν εἰσιν ἀναθυμιάσεις, ὡς προελθὼν ἐρεῖ· διὸ καὶ εἶπε πρὸ ὀλίγου ἐπὶ τῆς ἀτμίδος τὸ ἀναθυμίασιν ἔχειν γῆς. διὸ καὶ ἀμφότεραι θερμαί· τοιοῦτον γὰρ ἡ ἀναθυμίασις· ἀλλ’ ἡ μὲν αὐτῶν ἀτμιδώδης, τουτέστιν δίυγρος, ἡ δὲ καπνώδης τε καὶ ξηρά, ἣν νῦν ἰδίως ἀναθυμίασιν λέγει. λέγει δὲ νῦν καὶ τὴν μὲν ἀτμίδα δυνάμει οἷον ὕδωρ, τὴν δὲ ἀναθυμίασιν δυνάμει οἷον πῦρ. οὕτω δ’ ἐχόντων, ἐπειδὴ τοῦ μὲν ἀέρος τὸ περὶ τὴν γῆν μέρος ἀτμίς ἐστι, τοῦτο δ’ ἐστὶν ὕδατος,2 εἰκότως ἐνταῦθα τὰ νέφη συνίσταται, καὶ ἡ εἰς ὕδωρ ἐξ ἀέρος γίνεται μεταβολή. τὸ δὲ ὑπὲρ τοῦτο μέρος αὐτοῦ ἐπεὶ ἀναθυμίασίς ἐστιν ἤδη καὶ ὕλη πυρός (ξηρὸν γὰρ καὶ θερμὸν ἡ ἀναθυμίασις), νέφη μὲν οὐ συνίσταται ἐν τούτῳ, αἱ δὲ ἐξάψεις τοῦ πυρὸς ἐν τούτῳ γίνονται, ὡς προελθὼν ἐρεῖ.

因为他是通过“围绕着这些并与这些相连”这句话来说明这一点的;因为他并不是说在气之前还有别的什么东西与大地和水相连,而是说由于气在它们之后并与它们相连,他便说围绕着它们并在它们之后的乃是气以及依据习惯被称为火、但尚未真正是火的东西。因为火乃是热的过度与沸腾,正如他在《论生成与消灭》第二卷中说它与冰处于比例关系时也说过的那样;因为正如冰是由于极度的冷而造成的液体的凝固,火同样也是热的沸腾与过度;因此他也说,无论从冰还是从火都不能生成任何东西。而在说了它被称为火却并非火,并补充了原因之后,他在此之后说明了在诸元素中被称为火的究竟是何种物体。因为他说,应当将我们所说的气中浇裹在大地和水周围的部分,理解为湿且热的。并且他补充了为何应当认为它是如此的原因;即由于它蒸发并且具有大地的升气。因为它由于是水汽——而水汽来自液体——因而是湿的,又由于带有一些来自干燥大地的升气因而是热的;至于水汽与升气有何区别,他在不久后会说明。但现在他只说了这么多:两者在气中相混合[正如他将要说的那样,水汽不仅是湿的而且也是热的,并且水汽是因热而从液体中生成的],而他说位于这之上的那部分气由于与水汽一同上升的升气被分离出来并升向更高处,因而已经是热且干燥的了;因为被称为火的这个物体乃是升气。至于何为水汽,何为升气,以及它们彼此有何不同,他接着便说:水汽是湿且热的,而升气则是干且热的。因此正如他接下来所说,两者实际上都是升气;所以他不久前谈到水汽时也说了“具有大地的升气”。因此两者也都是热的;因为升气便是如此性质;但这其中的一种是水汽性的,即非常潮湿的,而另一种则是烟性的且干燥的,他现在特指地将其称为升气。他现在还说,水汽在潜能上犹如水,而升气在潜能上犹如火。情况既然如此,由于气中围绕大地的部分是水汽,而这属于水,因此理所当然地云在这里凝聚,并且由气向水的转化在这里发生。而气中位于这之上的部分,既然已经是升气并且是火的质料(因为升气是干燥且热的),在这一部分中云便不会凝聚,而是如他接下来所说,火的点燃发生于其中。

语法注2 条
  1. 1.9ὡς ἐκ τῆς ἀναθυμιάσεως τῆς σὺν τῇ ἀτμίδι ἀναφερομένης χωριζομένης τε καὶ ἀνωτέρω φερομένης

    连词 ὡς 与由介词 ἐκ 支配的属格名词及表语性分词结构(ἐκ τῆς ἀναθυμιάσεως ... χωριζομένης τε καὶ ἀνωτέρω φερομένης)连用,以主观解释的方式引出上层空气变热且干的原因;ἐκ 在此表起因,意为“作为升气被分离并上升至更高处的结果”。

  2. 1.9τοῦτο δ’ ἐστὶν ὕδατος

    处于表语位置的属格 ὕδατος 属于领属性或性质属格,意为“这是属于水的”或“具有水的属性”,说明前句所认定的水汽(ἀτμίς)在本质上归属于水这一元素。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:14.20-15.22