← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§147.31-148.30

安提佩隆的案例与眼病错觉的解释

针对亚里士多德所引用的俄柔斯人安提佩隆的例子,亚历山大否定了视线反射说,类比飞蚊症、早期白内障的病理以及将云彩突起误作野兽形态的错觉,将其重新解释为瞳孔器质性凝结物被误认作外在人脸的内因性知觉异常。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.12#2

ἐν ἄλλοις δὲ εἴρηκε καὶ τίς ἦν ὁ τοῦτο πάσχων· ὅτι γὰρ Ἀντιφέρων ὁ Ὠρείτης. τοῦτο δέ φησιν αὐτὸν πάσχειν διὰ τὸ τὴν ὄψιν ἀσθενῆ οὖσαν καὶ λεπτὴν δι’ ἀρρωστίαν, μὴ δυναμένην ἀπωθεῖν τὸν πλησίον ἀέρα καὶ διαιρεῖν, ἀνακλᾶσθαι πρὸς αὐτόν, ὡς αὐτὸν ἐνορᾶν ἐν τῷ ἀέρι τῷ πρὸ τῆς ὄψεως, ὡς ἐν κατόπτρῳ, ὃ ταῖς ὑγιαινούσαις ὄψεσι πάσχειν συμβαίνει ἀπὸ ἀέρος τοῦ πυκνοῦ τε καὶ πόρρω ἀφεστῶτος· ἀπὸ γὰρ τοῦ τοιούτου ἀνακλῶνται. ἀλλ’ ἐπεὶ μὴ οἷόν τε τὴν ὄψιν ἀνακλᾶσθαί φαμεν, ἐπιζητήσειέν τις ἄν, τί ἦν τὸ γενόμενον πάθος περὶ τὸν Ἀντιφέροντα. ἢ ὥσπερ τοῖς οὐλήν τινα περὶ τὴν κόρην ἔχουσιν1 ἢ διὰ βαρεῖαν ὀφθαλμίαν ἢ διὰ τρῶσίν τινα, καὶ μέντοι τοῖς ὑποχεῖσθαι μέλλουσι κωνώπιόν τι πρὸ τῶν ὀφθαλμῶν ἵπτασθαι δοκεῖ, τὸ ἐν αὐτῇ τῇ κόρῃ ὂν καὶ ἐπικείμενον παρὰ φύσιν ὡς ἔξω ὂν ὁρῶσι διὰ τὴν συνήθειαν τῆς αἰσθήσεως. σύνηθες μὲν γὰρ αὐτῇ τὰ ἔξω ὁρᾶν, ἤδη δὲ καὶ πάντα τὰ ὁρώμενα ὡς ἔξω ὄντα ὁρᾷ. τρόπον γάρ τινα καὶ ταῦτα ἔξω ἐστὶν αὐτῆς διὰ τὸ ἔξωθεν προσκεῖσθαι παρὰ φύσιν. σημεῖον δὲ τοῦ ἀπὸ τοιούτου τινὸς πάθους κωνωπίου γίνεσθαι φαντασίαν τὸ τότε μάλιστα τοὺς ὁρῶντας αὐτὸ ὁρᾶν, ὅταν ἐκ τοῦ στόματος τῆς κοιλίας ἀνενεχθῇ τις ἀναθυμίασις ἀπὸ τῶν ἐν αὐτῇ καταλειφθέντων ἀπέπτων· πληρούμενα γὰρ τὰ περὶ τὰς κόρας φλέβια ῥυπαρᾶς καὶ ἀκατεργάστου περιττώσεως ἀντιπράττει τῇ τοῦ αἰσθητηρίου διαφανείᾳ, καὶ τὸ κατασκιάζον αὐτὴν τοῦτο ἡ ὄψις ὡς πρὸ ὀμμάτων ὂν καὶ ἔξω ὁρᾷ. γίνεται δὲ τὸ αὐτὸ πάθος καὶ νεφελοειδοῦς τινος συστάσεως συνισταμένης περὶ τὴν κόρην οὔπω μὲν ἱκανῆς πρὸς τὸ ἐπιφράττειν καὶ κωλύειν αὐτὴν ὁρᾶν, ἤδη δὲ πάχος ἐχούσης, ὡς πρὸ τῶν μελλουσῶν ὑποχύσεων γίνεσθαι φιλεῖ. τὸ γὰρ φῶς τοῖς οὕτως ἔχουσι σὺν τοῖς ἔξωθεν ὁρατοῖς καὶ τὸ τοιοῦτον πάθος καὶ τὸ οὕτως προσκείμενον ὁρατὸν ὥς τι τῶν ἔξω ποιεῖ. ὡς οὖν ἐκείνοις ἐοικός τι φαίνεται2 κωνωπίῳ πρὸ τῆς ὄψεως αἰωρεῖσθαι ποτὲ μὲν ἔχοντι πτερά, ὅταν ᾖ διωγκωμένα τὰ φλέβια, ποτὲ δὲ χωρὶς τοιαύτης προσθήκης, ὅταν ἐλάττων ἡ περὶ αὐτὰ πλήρωσις ᾖ, οὕτως τῷ Ἀντιφέροντι μικρὸν καὶ οὐκ ὀξὺ ὁρῶντι διὰ τὸ πλείω τινὰ σύστασιν ἐπεσκεδάσθαι ταῖς κόραις μεῖζόν τι πρὸ τῆς ὄψεως ἐδόκει προηγεῖσθαι, ὃ εἴκαζε προσώπῳ, ὡς οἱ προειρημένοι κώνωπι, ὅμοιόν τι πάσχοντες τοῖς τὰς τῶν νεφῶν συστάσεις τε καὶ ἐξοχὰς εἰκάζουσιν ἀπὸ μικρᾶς ὁμοιότητος Σατύροις ἢ θηρίων τινῶν μορφαῖς.

并且在其他著作中,[亚里士多德]也说过经历这种现象的人是谁:因为那是俄柔斯的安提佩隆。他说此人经历这种情况,是因为视线因虚弱而微弱且纤细,无法推开并穿透近处的空气,从而向着他自身反射回来,以致他在视线前方的空气中看见自己,宛如在镜中一样——这种情况对于健康的视线而言,是由既致密又相距遥远的空气所发生的;因为它们是从这种空气反射的。但是,既然我们主张视线是不可能被反射的,就有人可能会追问,发生在安提佩隆身上的病态究竟是什么。或者正如因严重的眼炎或某种外伤而瞳孔周围留有瘢痕的人,尤其是即将患白内障的人,似乎有一只小飞虫在他们眼前飞舞一样,由于感觉的习惯,他们将瞳孔本身内部存在的、非自然地附着的东西看作是在外面的东西?因为注视外在之物对于感觉而言是常态,以至于它如今把一切被看见的东西都当作是在外面的东西来看待。因为在某种意义上,这些东西由于是从外部非自然地附着的,因而也处于感觉之外。由某种此类病态产生小飞虫之幻象的一个证据是:看见它的人最常在胃幽门因胃中残留的未消化物而升起某种蒸发物时看见它;因为瞳孔周围的微小血管充满污浊且未消化的残渣,妨碍了感觉器官的透明性,视线便将这种遮蔽它的东西看作是在眼前并在外面的东西。而当某种云状的凝结物在瞳孔周围形成,尚未足以完全阻挡并妨碍其视觉,但已具有一定厚度时,也会产生同样的病态,正如在即将发生的白内障之前常有的情况那样。因为光线与外部的可见之物一道,使此类病态和如此附着之物对具有这种状况的人而言也作为外部事物之一而变得可见。因此,正如对那些人而言,某种类似小飞虫的东西显现在视线前悬浮——在微小血管肿胀时有时带有翅膀,而在它们周围的充血较少时有时没有这种附加物——同样,对于因散布在瞳孔上的某种较大凝结物而视力微弱且不敏锐的安提佩隆而言,似乎有某种较大的东西在视线前走在他前面,他将其比作人脸,正如前述之人将其比作小飞虫一样,他们经历的事情类似于那些由于微弱的相似性而将云层的凝结和突出部分比作萨堤洛斯或某些野兽形态的人。

语法注2 条
  1. 3.12ἢ ὥσπερ τοῖς οὐλήν τινα περὶ τὴν κόρην ἔχουσιν

    连词 ἤ 用于引出作者对前文疑问(ἐπιζητήσειέν τις ἄν,“有人可能会追问”)提出的解答或替代解释(“或者……岂不是”)。从 ὥσπερ 到句末的 ὁρῶσι 构成一个比较结构(ὥσπερ ... ὁρῶσι),阐述了患有眼疾者将眼内病理性附着物误认作外部物体的机制。

  2. 3.12ὡς οὖν ἐκείνοις ἐοικός τι φαίνεται

    整个句子的骨干是由 ὡς ..., οὕτως ... 构成的相关结构:ὡς οὖν ἐκείνοις ... φαίνεται ... οὕτως τῷ Ἀντιφέροντι ... ἐδόκει προηγεῖσθαι(“正如对那些人而言……显得……同样对安提佩隆而言……似乎走在前面”)。前半部分描述了眼疾患者看见飞蚊的现象,后半部分自 οὕτως 起将安提佩隆的经历与之并列。末尾的主格分词 ὅμοιόν τι πάσχοντες 则统指这两类人,说明其经验类似于把云彩看作野兽的人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:147.31-148.30