- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:146.30-147.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
随着亚里士多德在《气象论》中转向对虹的探讨并重申虹是一种反射,亚历山大指出了为了数学几何的便利而采用的视线反射说与亚里士多德本人的光色受容说之间的区别,并解释了空气因凝聚成云或因视线衰弱而发生反射的机制。
" Ἡ δὲ ἶρις ὅτι μέν ἐστιν ἀνάκλασις, εἴρηται πρότερον." Εἰπὼν περὶ ἅλω μέτεισιν ἐπὶ τὸν περὶ τῆς ἴριδος λόγον, καὶ τὸ μὲν ἀνάκλασιν αὐτὴν εἶναί φησιν εἰρῆσθαι πρότερον. εἶπε δὲ τοῦτο πρὸ ὀλίγου, ὅτε προετίθετο περὶ αὐτῶν εἰπεῖν· εἶπε γὰρ περὶ αὐτῶν “τὸ δ’ αἴτιον ἁπάντων τούτων ταὐτό· πάντα γὰρ ἀνάκλασις ταῦτ’ ἐστίν.” διὰ τοῦτο μὲν οὖν φησιν εἰρῆσθαι· ζητεῖ δὲ ποδαπή τις ἀνάκλασίς ἐστι, καὶ πῶς γινομένη καὶ ἀπὸ τίνος καὶ πρὸς τί, καὶ τίς ἡ αἰτία ἑκάστου τῶν περὶ αὐτὴν συμβαινόντων. ἀνακλωμένη μὲν οὖν ἡ ὄψις ἀπὸ πάντων φαίνεται τῶν λείων. ὅτι ἀπὸ πάντων τῶν ἐχόντων λείαν τὴν ἐπιφάνειαν ἡ ὄψις ἀνακλᾶται, καὶ ὅτι ὥσπερ καὶ ἀπὸ ὕδατος, οὕτω καὶ ἀπ’ ἀέρος, πρὸ ὀλίγου εἶπεν ὅτι δεῖ λαμβάνειν ἐκ τῶν περὶ τὴν ὄψιν δεικνυμένων. καὶ νῦν δὲ εἰς τὸν περὶ τῆς ἴριδος λόγον μέλλων ἐμβάλλειν πάλιν τῇ τῆς ὄψεως ἀνακλάσει χρῆται. πρῶτον δὲ ὅτι ἡ ὄψις ἀνακλᾶται ἀπὸ πάντων τῶν λείων, καὶ οὐκ ἀφ’ ὕδατος μόνον ἀλλὰ καὶ ἀέρος, συνίστησιν. ἦν δ’ ἂν ἀληθέστερον καὶ κατὰ τὴν οἰκείαν δόξαν αὐτοῦ λεγόμενον τὸ μὴ τὴν ὄψιν ἀπὸ τῶν τοιούτων ἀνακλᾶσθαι λέγειν πρὸς ἴσας γωνίας καὶ τὰ ὑποπίπτοντα τῶν ὁρατῶν ὑπὸ τὴν τοιαύτην αὐτῆς ἀνάκλασιν οὕτως ὁρᾶν, ἀλλὰ τὸ φῶς εἶναι τὸ ἀνακλώμενον1 ἀπὸ τῶν τοιούτων καὶ σὺν αὐτῷ τὰ χρώματα, ὄντα τοῦ φωτὸς κινητικά, ὡς χρωννύναι πως αὐτό, καὶ εἶναι τὴν ἀνάκλασιν αὐτοῦ πρὸς ἴσας γωνίας, καθ’ ἣν ἀνάκλασιν ὅταν ὄψει τινὶ προσπίπτῃ, τότε ὁρᾷ ἡ ὄψις τὰ οὕτως πρὸς αὐτὴν κείμενα. ἀλλ’ ἐπεὶ ὅσον ἐπὶ τῷ λόγῳ μηδὲν δοκεῖ διαφέρειν τὸ ἢ τοῦ φωτὸς ἀνάκλασιν λέγειν ἢ τῆς ὄψεως, ὡς ἤδη προεῖπον, ὅτι εὐπαρακολουθητοτέρα διὰ τὴν τῶν μαθημάτων χρῆσιν ἡ τῆς ὄψεως ἀνάκλασις, αὐτῇ χρῆται. εἰπὼν δὲ καὶ ἀπὸ ὕδατος καὶ ἀπὸ ἀέρος τὴν ὄψιν ἀνακλᾶσθαι, ἀπὸ τοῦ πῶς ἔχοντος ἀέρος ἢ πῶς ἔχουσα αὐτὴ ἀνακλᾶται λέγει. ἤτοι οὖν ἀνακλᾶται ἀπ’ αὐτοῦ, ὅταν τύχῃ συνιστάμενος εἰς νέφος καὶ πυκνούμενος ἤδη, ἢ διὰ τὴν αὐτῆς ἀσθένειαν. πολλάκις γάρ φησι τὴν ὄψιν ἀπὸ τοῦ ἀέρος καὶ μὴ πεπυκνωμένου ἀνακλᾶσθαι, δι’ ἀτονίαν καὶ ἀσθένειαν καὶ τοῦ μὴ πυκνοῦ ἀέρος αὐτῇ γινομένου πυκνοῦ,2 ὡς μὴ δύνασθαι διιέναι δι’ αὐτοῦ τὰς ἀκτῖνας τὰς ἐκπεμπομένας, ἀλλὰ ἀνακλᾶσθαι ὡς ἀπό τινος στερεοῦ καὶ ἀντέρεισιν ἔχοντος. καὶ τῆς τοιαύτης ἀνακλάσεως τῆς δι’ ἀσθένειαν γινομένης παρατίθεται μαρτύριον τὸ γενόμενόν ποτε περί τινα ἠρέμα καὶ οὐκ ὀξὺ βλέποντα· ἀεὶ γὰρ αὐτῷ εἴδωλον ἐδόκει προηγεῖσθαι ἐξ ἐναντίας αὑτοῦ, ὅτε βαδίζοι, βλέπον πρὸς αὐτόν.
“至于虹是一种反射,先前已经说过。” 在论述完晕之后,[亚里士多德]进而转向关于虹的论述,并说虹是一种反射先前已经说过。他是在不久前打算论述这些现象时说到这一点的;因为他曾关于它们说过:“所有这些现象的原因都是同一个;因为所有这些都是反射。”因此他说这已被讲过;但他探究这是一种怎样的反射,它是如何产生的,由何物并向何物产生,以及围绕它所发生的各项现象的原因是什么。视线显见是从一切光滑之物反射的。视线从一切表面光滑之物反射,并且正如从水反射一样也从空气反射,他不久前曾说过这必须从关于视觉所证明的原理中获取。而现在,当他即将进入关于虹的论述时,他又再次运用了视线的反射。首先,他确立了视线从一切光滑之物反射,且不仅从水反射而且也从空气反射。然而,若不说视线从这些物体以相等的角反射并从而看见落在此类反射之下的可见之物,而是说从这些物体反射的是光,以及与光相伴的、能够推动光从而在某种程度上使光着色的颜色,并且光的反射是按相等的角发生的,依照这种反射,当光投射到某种视线上时,视线便看见这样朝向它放置的物体——这样说本会更真实,也更符合他本人的学说。但是,正如我之前已经说过的那样,由于就论证而言,说光的反射还是说视线的反射似乎没有任何差别,并且由于数学的习惯运用,视线的反射更容易为人理解,所以他采用了这一说法。在说过视线既从水也从空气反射之后,他进而说明视线是从处于何种状态的空气反射,或者视线自身处于何种状态而发生反射。因此,要么是在空气碰巧凝聚成云且已变密时视线从空气反射,要么是由于视线自身的衰弱。因为他说,视线常常甚至从未经变密的空气反射,由于松弛和衰弱,未变密的空气对视线而言变成了致密的,以致放射出的光线无法穿透它,而是如同从某种坚硬且具有阻挡力的物体上一样被反射回来。作为由于衰弱而产生这类反射的佐证,他援引了曾经发生在一个视力微弱且不敏锐的人身上的事情:因为每当他行走时,他总觉得有一个幻影在自己的对面,注视着他并走在他前面。
- 3.12ἦν δ’ ἂν ἀληθέστερον καὶ κατὰ τὴν οἰκείαν δόξαν αὐτοῦ λεγόμενον τὸ μὴ τὴν ὄψιν ἀπὸ τῶν τοιούτων ἀνακλᾶσθαι λέγειν ... ἀλλὰ τὸ φῶς εἶναι τὸ ἀνακλώμενον
带有非人称表达 ἦν δ’ ἄν 的反事实虚拟句。真正的语法主语是带有冠词的不定词短语 τὸ μὴ ... λέγειν ... ἀλλὰ [τὸ λέγειν] τὸ φῶς εἶναι。亚历山大在此批评性地指出,尽管按照亚里士多德本人的学说(见《论灵魂》等),视觉是通过介质对光和色彩的受容,但亚里士多德在此处为了几何作图的便利而采纳了数学家关于视线放射与反射的假说。
- 3.12καὶ τοῦ μὴ πυκνοῦ ἀέρος αὐτῇ γινομένου πυκνοῦ
属格独立结构。名词短语 τοῦ μὴ πυκνοῦ ἀέρος 作逻辑主语,分词 γινομένου 作谓语,πυκνοῦ 作表语补足语。与格 αὐτῇ 指代视线(ἡ ὄψις),作关系或判定与格,表示“对该视线而言(变得致密)”。
