- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:145.23-146.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了构成晕的微小镜子的连续性、太阳像的白色及其外侧显黑的原因,阐释了亚里士多德文句中的插入语,说明了晕在月亮周围比在恒星周围更为多见且显着的原因,并探讨了视线如何如同朝向单一点般向具有大小的天体发生反射这一数学疑难及其解答。
δεῖ δὲ νοεῖν συνεχῆ τὰ ἔνοπτρα. συνεχῆ ἀντὶ τοῦ πυκνά, ὡς ἅπτεσθαι ἀλλήλων· διὰ δὲ μικρότητα ἕκαστον μὲν αὐτῶν καθ’ αὑτὸ ἀόρατον, τὸ δ’ ἐξ ἁπάντων αὐτῶν ἄθροισμα γινόμενον ἕν τι δοκεῖ καὶ συνεχὲς εἶναι διὰ τὸ ἐφεξῆς αὐτὰ ἀλλήλοις εἶναι, τουτέστι διὰ τὸ παρακεῖσθαι αὐτὰ ἀλλήλοις. φαίνεται δὲ τὸ μὲν λευκόν, ὁ ἥλιος. τουτέστι τὸ μὲν οὖν λευκὸν τὸ ἐμφαινόμενον κύκλῳ ἐν τῇ ἅλῳ ὁ ἥλιός ἐστι, καθ’ ἕκαστον τῶν συγκειμένων ἀλλήλοις ἐνόπτρων κύκλῳ ὁμοίως ἐμφαινόμενος χωρὶς τοῦ σχήματος· τοῦτο γάρ ἐστι τὸ μηδεμίαν ἔχων αἰσθητὴν διαίρεσιν. παρὰ δὲ τοῦτον τὸν κύκλον τὸν φαινόμενον λευκὸν ἡ ἐχομένη περιφέρεια διὰ τὴν ἐκείνου λευκότητα μελαντέρα φαίνεται. διὰ μέσου δὲ εἰπὼν τὸ πρὸς δὲ τῇ γῇ μᾶλλον διὰ τὸ νηνεμώτερον ἀσαφεστέραν ἐποίησε τὴν λέξιν.1 ἔστι δὲ ὃ λέγει ὅτι πρὸς τῇ γῇ μᾶλλον ἡ τοιαύτη σύστασις γίνεται καὶ ἡ ἔμφασις ἡ προειρημένη ὁρᾶται διὰ τὸ νηνεμώτερον εἶναι τὸν τόπον τοῦτον. πνεύματος γὰρ ὄντος οὐχ οἷόν τε ἑστῶσαν φαίνεσθαι τὴν ἀναθυμίασιν, ἐν ᾗ τὰ ἔνοπτρα. ἴσως δὲ καὶ διὰ τὸ πρόσγειον τῆς τοιαύτης συστάσεως ἐχούσης τινὰ ἀπὸ γῆς μέλανος ἔμφασιν τὴν ἐχομένην περιφέρειαν τῆς λευκῆς λέγει φαίνεσθαι μέλαιναν·2 τοῦτο γὰρ σημαίνειν δοκεῖ τὸ παρὰ δὲ τοῦτο. πλεονάκις δὲ λέγει τὴν ἅλω περὶ τὴν σελήνην ἢ τὸν ἥλιον γίνεσθαι, διὰ τὸ τὸν ἥλιον θερμότερον ὄντα θᾶττον διαλύειν τὰς τοῦ ἀέρος πυκνώσεις τε καὶ συστάσεις. περὶ δὲ τοὺς ἄλλους ἀστέρας γίνεσθαι μὲν καὶ αὐτούς φησιν ἅλως, οὐ μὴν σημειώδεις αὐτὰς ὁμοίως εἶναι ἢ ὑετοῦ ἢ εὐδίας ἢ ἀνέμων, ὧν προεῖπε σημεῖα τὰς ἅλως εἶναι ἢ πυκνουμένας ἢ μαραινομένας ἢ διασπωμένας, ὅτι ἀπὸ συστάσεων ἔτι λεπτῶν γίνονται καὶ οὔπω γονίμων, τουτέστιν οὔπω πεπυκνωμένων μηδὲ εἰς ὕδωρ μεταβαλλουσῶν. τοῦτο δ’ ἂν ἐπ’ ἐκείνων, τοῦ τε ἡλίου καὶ τῆς σελήνης, οὐκ ἂν γίνοιτο, τῷ ἐκεῖνα διὰ θερμότητα τὰς οὕτω λεπτὰς συστάσεις διαλύειν. ἐπιζητήσαι δ’ ἄν τις, εἰ οὕτως ἡ ἅλως γίνεται3 κατὰ τοὺς ἀπὸ τῶν μαθημάτων, ὡς εἴρηται, κατὰ ἀνάκλασιν τῆς ὄψεως, πῶς ἐφ’ ἓν σημεῖον γίνεται ἀπὸ τῶν μικρῶν κατόπτρων ἡ ἀνάκλασις· οὔτε γὰρ ὁ ἥλιος οὔτε ἡ σελήνη ἀδιαίρετα φαίνεται, ἀλλὰ μετὰ μεγέθους. ἐπὶ τί οὖν αὐτῶν μέρος ὡς πρὸς ἓν σημεῖον αἱ ἀνακλάσεις πᾶσαι γίνονται; ἐκ τούτου γὰρ δέδεικται κατὰ κύκλον τὴν ἅλω γίνεσθαι. εἰ δέ τις λέγοι ἐπὶ τὸ κέντρον αὐτῶν γίνεσθαι τὴν ἀνάκλασιν, τίς αἰτία τούτου; κατὰ πᾶν γὰρ μόριον ὅμοιον αὐτῶν τὸ χρῶμα. ἢ ὅσα διὰ τὴν μικρότητα τοῦ ἐνόπτρου χωρὶς σχήματος καὶ μεγέθους δι’ αὐτῶν ὁρᾶται, ἐπὶ ταῦτα ἡ ἀνάκλασις ὡς ἐπὶ ἀδιαίρετα γίνεται.
但必须把这些镜子构想为连续的:“连续的”用以代替“致密的”,以至于彼此相接;由于微小,它们各自本身是不可见的,但由它们全部构成的聚集体,由于它们彼此相继,即由于它们彼此并置,而显得是一个且连续的事物。“白色的事物显现,即太阳。”这就是说,在晕中呈环形显现的白光就是太阳,它同样呈环形显现在彼此组合的各个镜子中而没有形状;因为这就是所谓“不具有任何可感觉的划分”。而在这一显现为白色的圆旁边,与之相连的圆周由于前者的洁白而显得更黑。但他由于在中间插话说“且更靠近地面,因为那里更为无风”,使得字句变得不够清晰。他的意思是,由于这个地方更为无风,这类凝聚更在靠近地面处产生,且上述的显现得以被看见。因为在有风的时候,镜子所在的蒸发物不可能显得静止不动。也许还由于这类凝聚靠近地面,因而具有某种来自大地的黑色的显现,他才说与白色相连的圆周显得黑暗;因为“而在此旁边”似乎意味着这一点。他说,晕出现在月亮周围比在太阳周围更频繁,因为太阳更热,更快地消解了空气的致密化和凝聚。至于其他恒星,他说虽然在它们周围也会产生晕,但这些晕对于雨、晴天或风却并不同样具有预兆性——他此前曾说过,晕在变密、消退或分裂时是这些现象的预兆——因为它们是由尚且稀薄且尚未具有孕育力的凝聚产生的,即尚未变密,亦未转变为水。但在那两者,即太阳和月亮的情形下,这绝不会发生,因为它们凭借热量消解了如此稀薄的凝聚。然而有人可能会提出疑问:如果按照数学家们的说法,如前所述,晕是通过视觉的反射而以这种方式产生的,那么来自小镜子的反射是如何朝向单个点发生的呢?因为无论是太阳还是月亮都不是作为不可分之物显现的,而是具有大小的。那么,所有的反射如同朝向单个点一样,究竟是朝向它们的哪个部分发生呢?因为晕呈圆形产生正是基于这一点而被证明的。但若有人说反射是朝向它们的中心发生的,这又是什么原因呢?因为它们在每一个部分上的颜色都是均匀一致的。抑或是否可以说,凡是由于镜子的微小而透过它们被看见且不带形状和大小的事物,朝向它们的反射都是如同朝向不可分之物一样发生的?
- 3.11διὰ μέσου δὲ εἰπὼν τὸ πρὸς δὲ τῇ γῇ μᾶλλον διὰ τὸ νηνεμώτερον ἀσαφεστέραν ἐποίησε τὴν λέξιν.
διὰ μέσου εἰπών 意为“在中间插入说了”(指插入语或倒装的常用表达)。该分词短语作主要动词 ἐποίησε 的方式/手段状语分词,被引用的整句短语 τὸ πρὸς δὲ τῇ γῇ μᾶλλον διὰ τὸ νηνεμώτερον 由中性定冠词 τό 实词化,作为 εἰπών 的直接宾语。
- 3.11ἴσως δὲ καὶ διὰ τὸ πρόσγειον τῆς τοιαύτης συστάσεως ἐχούσης τινὰ ἀπὸ γῆς μέλανος ἔμφασιν τὴν ἐχομένην περιφέρειαν τῆς λευκῆς λέγει φαίνεσθαι μέλαιναν
该句骨架由主动词 λέγει(主语为亚里士多德)支配带宾格的不定式结构(τὴν ἐχομένην περιφέρειαν ... φαίνεσθαι μέλαιναν)。介词短语 διὰ τὸ πρόσγειον(“由于接近地面”)后接属格名词短语 τῆς τοιαύτης συστάσεως,分词 ἐχούσης 与 συστάσεως 保持性数格一致,补充说明伴随原因(“因为它具有某种来自大地的黑色的显现”)。
- 3.11ἢ ὅσα διὰ τὴν μικρότητα τοῦ ἐνόπτρου χωρὶς σχήματος καὶ μεγέθους δι’ αὐτῶν ὁρᾶται, ἐπὶ ταῦτα ἡ ἀνάκλασις ὡς ἐπὶ ἀδιαίρετα γίνεται.
句首的 ἤ 引出对前述疑难(aporia)的解答或假说(“抑或是否因为……?”)。在结构上,关系从句 ὅσα ... ὁρᾶται(中性复数主语搭配单数动词 ὁρᾶται)前置(prolepsis),由主句中的指示代词短语 ἐπὶ ταῦτα 所承接,主句主干为 ἡ ἀνάκλασις ... γίνεται。
