- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:144.10-145.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在373a4提出的关于屈折与圆的命题,亚历山大利用三角形全等关系与欧几里得立体几何学,在几何上证明了反射点的轨迹构成一个圆,并阐明了无论云块大小如何晕的尺寸都保持恒定的原因。
" Ἀπὸ γὰρ τοῦ αὐτοῦ σημείου πρὸς τὸ αὐτὸ σημεῖον αἱ ἴσαι κλασθήσονται ἐπὶ κύκλου γραμμῆς." Ὃ λέγει, τοιοῦτόν ἐστιν· εἰ ἀπὸ τοῦ αὐτοῦ σημείου πρὸς τὸ αὐτὸ σημεῖον ἀπό τινος μεγέθους κλῶνται εὐθεῖαι πλείους, ὡς ἴσας εἶναι τάς τε ἀπὸ τοῦ σημείου πρὸς τὸ μέγεθος ἀφ’ οὗ ἡ κλάσις πάσας ἀλλήλαις,1 καὶ πάλιν τὰς ἀπὸ τοῦ μεγέθους πρὸς τὸ σημεῖον τὰς κλωμένας ἀλλήλαις πάσας ἴσας, ἀνάγκη κυκλικὴν εἶναι γραμμὴν τὸ μέγεθος ἀφ’ οὗ αἱ ἀνακλάσεις. καὶ τοῦτο ἀποδείκνυσιν οὕτως ἔχον γραμμικῶς. ἀπὸ γὰρ τοῦ Α σημείου ἐπὶ τὸ Β σημεῖον ἐὰν ἀνακλασθῶσι πλείους γραμμαί, οἷον ἥ τε ΑΓΒ καὶ ἡ ΑΖΒ καὶ ΑΔΒ οὕτως, ὡς ἴσας εἶναι τὰς μὲν ΑΓ ΑΖ ΑΔ ἀλλήλαις, πάλιν δὲ ἀλλήλαις τὰς ΓΒ ΖΒ ΔΒ, ἡ ἐπιζευγνυμένη ἐπὶ τὰ ΓΖΔ γραμμὴ ἔσται κυκλική. κειμένων γὰρ τούτων, ἐπεζεύχθω ἀπὸ τοῦ Α σημείου ἐπὶ τὸ Β σημεῖον εὐθεῖα, ἡ ΑΕΒ. ἔσται δὴ ἡ ΑΕΒ εὐθεῖα βάσις τῶν ὑπὸ τῆς κλάσεως τῶν εὐθειῶν καὶ ταύτης γινομένων τριγώνων, τοῦ τε ΑΓΒ καὶ τοῦ ΑΖΒ καὶ τοῦ ΑΔΒ, ἃ τρία τρίγωνα ἴσα ἀλλήλοις ἔσται τῷ τάς τε πλευρὰς ἀλλήλαις ἴσας ἔχειν καὶ τὴν βάσιν, οὖσαν τὴν αὐτήν.2 ἂν δὴ ἀπὸ τῶν ΓΖΔ γωνιῶν τῶν τριγώνων, καθ’ ἃ αἱ κλάσεις ἐγίνοντο τῶν εὐθειῶν, ἀχθῶσιν ἐπὶ τὴν ΑΕΒ βάσιν κάθετοι, πᾶσαι ἐπὶ τὸ αὐτὸ σημεῖον τῆς ΑΕΒ βάσεως πεσοῦνται τῷ ὅμοιά τε εἶναι τὰ τρίγωνα καὶ ἴσα, καὶ τὴν αὐτὴν ἔχειν βάσιν. πιπτέτωσαν ἐπὶ τὸ Ε αἱ τρεῖς κάθετοι καὶ ἔστωσαν αἱ ΓΕ ΖΕ ΔΕ· ἴσαι δὴ ἔσονται ἀλλήλαις αὗται αἱ κάθετοι διὰ τὸ εἶναι ἐν ἴσοις τριγώνοις· αἱ γὰρ ἐν ἴσοις καὶ ἰσοπλεύροις τριγώνοις κάθετοι ἴσαι ἀλλήλαις. ἀλλὰ καὶ ἀνάγκη αὐτὰς πάσας ἐν ἑνὶ ἐπιπέδῳ εἶναι· ἐὰν γὰρ εὐθεῖα πλείοσιν εὐθείαις πρὸς ὀρθὰς κατὰ ἓν σημεῖον ᾖ, ἀνάγκη τὰς εὐθείας τὰς οὕτως οὔσας τῇ μιᾷ πρὸς ὀρθὰς ἐν ἑνὶ ἐπιπέδῳ πάσας εἶναι, ὡς παρ’ Εὐκλείδῃ δέδεικται ἐν τῷ ἑνδεκάτῳ τῶν Στοιχείων. ἡ δὲ ΑΕΒ ταῖς ΓΕ ΖΕ ΔΕ πρὸς ὀρθάς ἐστι κατὰ τὸ Ε σημεῖον· ἐν τῷ αὐτῷ ἄρα ἐπιπέδῳ εἰσὶν αἱ ΓΕ ΖΕ ΔΕ. ἂν δὴ κέντρῳ μὲν τῷ Ε, διαστήματι δὲ ἑνὶ τῶν Γ Ζ Δ3 κύκλον γράψωμεν, ὁ περιγραφόμενος κύκλος ὁμοίως ἐφάψεται πάντων, ὡς τοῦ Γ σημείου, οὕτως δὲ καὶ τῶν Ζ καὶ Δ. ἔσονται ἄρα αἱ ΕΓ ΕΖ ΕΔ ἐκ τοῦ κέντρου τοῦ κύκλου· ἔσται ἄρα ἢ κύκλος ἢ κυκλικὴ γραμμή, καθ’ ἣν τὸ Β σημεῖον ὁραθήσεται ἀπὸ τοῦ Α σημείου κατ’ ἀνάκλασιν τὴν ἀπὸ τοῦ ὑπ’ αὐτῷ νέφους. καὶ μείζονος δὲ καὶ ἐλάττονος τοῦ νέφους ὄντος ἡ ἴση ἅλως ἔσται καὶ μία ἀεί, ἂν ἴσον τὸ νέφος ἀπέχῃ τοῦ ἡλίου, ὅτι δεῖ μὲν τὴν ἀνάκλασιν ἀεὶ πρὸς ἴσας γίνεσθαι γωνίας, ἴσαι δὲ γίνονται γωνίαι οὐχ [ὅταν] ὡς ἔτυχε γινομένης τῆς ἀνακλάσεως, ἀλλὰ ἀπό τινος ὡρισμένου.
“因为从同一点到同一点,相等的[诸线]将在一个圆的线上发生屈折。” 他所说的是这样的意思:如果从同一点到同一点,有多条直线自某一量度发生屈折,以使得从该点到产生屈折的量度的诸直线彼此全部相等,反过来从该量度到该点的发生屈折的诸直线也彼此全部相等,那么产生反射的这一量度必然是一条圆形的线。他通过几何学证明了这一点确是如此。因为如果有若干条线从点Α向点Β反射,例如ΑΓΒ、ΑΖΒ和ΑΔΒ,其方式为ΑΓ、ΑΖ、ΑΔ彼此相等,反过来ΓΒ、ΖΒ、ΔΒ也彼此相等,那么连接在Γ、Ζ、Δ上的线就将是圆形的。因为在这些条件设定之后,设从点Α到点Β连一条直线ΑΕΒ。直线ΑΕΒ就将是由诸直线的屈折与该线本身所构成的各个三角形——即ΑΓΒ、ΑΖΒ和ΑΔΒ——的底边,这三个三角形彼此相等,因为它们的对应边彼此相等,且底边是同一条。如果从产生诸直线屈折的三角形的诸角Γ、Ζ、Δ向底边ΑΕΒ作垂线,由于这些三角形相似且相等并具有同一底边,所有垂线都将落在底边ΑΕΒ的同一点上。设这三条垂线落在Ε上,并设它们为ΓΕ、ΖΕ、ΔΕ;这些垂线彼此相等,因为它们处于相等的三角形之中;因为在相等且具有相等边的三角形中的垂线是彼此相等的。但它们全部处于同一个平面内也是必然的;因为如果一条直线在某一点上与多条直线成直角,那么所有以这种方式与这一条直线成直角的诸直线必然全部处于同一平面内,正如欧几里得在《几何原本》第十一卷中所证明的那样。而ΑΕΒ在点Ε处与ΓΕ、ΖΕ、ΔΕ成直角;因此ΓΕ、ΖΕ、ΔΕ处于同一平面内。于是,如果我们以Ε为圆心,以到Γ、Ζ、Δ之一的距离为半径画一个圆,所画出的外接圆将同样地接触所有这些点,正如接触点Γ一样,也同样接触Ζ和Δ。因此ΕΓ、ΕΖ、ΕΔ将是该圆的半径;因此,点Β从点Α通过其下方的云的反射而被看见时所沿着的线,将是一个圆或一条圆形的线。而且无论云是更大还是更小,只要云与太阳保持相等的距离,晕就将始终是相等的且只有一个,因为反射必须始终以相等的角产生,而相等的角并非在反射随意发生时产生,而是在从某个确定的事物产生时产生。
- 3.11ὡς ἴσας εἶναι τάς τε ἀπὸ τοῦ σημείου πρὸς τὸ μέγεθος ἀφ’ οὗ ἡ κλάσις πάσας ἀλλήλαις
连词 ὡς 后接不定式 εἶναι,构成表示结果或方式、程度的从句(“以使得……”)。关系分句 ἀφ’ οὗ ἡ κλάσις 修饰先行词 τὸ μέγεθος,指发生屈折或反射的镜面状云的边界。
- 3.11τῷ τάς τε πλευρὰς ἀλλήλαις ἴσας ἔχειν καὶ τὴν βάσιν, οὖσαν τὴν αὐτήν
带冠词的与格不定式 τῷ... ἔχειν 作状语,充当先行句 ἴσα ἀλλήλοις ἔσται 的原因(“因为具有……”)。分词 οὖσαν 与宾格 τὴν βάσιν 一致,说明性地补充指出该底边不仅相等,而且是同一条线(ΑΕΒ)。
- 3.11διαστήματι δὲ ἑνὶ τῶν Γ Ζ Δ
在古希腊几何学专门术语中,与格 διαστήματι 表示作圆时的“半径”(距离)。它与与格 κέντρῳ τῷ Ε 并列,表示圆心与半径的设定。ἑνὶ τῶν Γ Ζ Δ 包含部分属格,意为“Γ、Ζ、Δ三点之一(的距离)”。
