← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§142.24-144.9

水汽稀薄化与微小水滴形成圆形晕的过程

亚历山大阐述了亚里士多德关于晕的形成理论,解释了均匀且细微的水汽如何在天体直下方变薄,并在其边界处由微小水滴充当镜子反射光线,从而呈现出圆形晕的显象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10#2

φαίνεσθαι δή φησι τὴν ἀνάκλασιν τῆς ὄψεως ἐν τούτοις ἀπὸ τῆς συνισταμένης ἀτμίδος εἰς νέφος μετὰ τὸ ἀνενεχθῆναι, ἂν ἡ σύστασις αὐτῆς ὁμαλής τε καὶ μικρομερὴς συνισταμένη τύχῃ. τοιαύτης γὰρ οὔσης αὐτῆς, ἂν ὑπερφερόμενον αὐτῆς ἄστρον τι τῶν λαμπρῶν ἢ ὁ ἥλιος ἢ ἡ σελήνη τύχῃ, τὸ μὲν κατὰ τὴν κάθετον τοῦ ὑπερφερομένου σώματος ἀνάγκη διακρινόμενον μανότερόν τε καὶ λεπτότερον γίνεσθαι, μέχρι τινὸς τῆς τοιαύτης προϊούσης ἐν αὐτῇ κινήσεως, τὸ δ’ ἐντεῦθεν οὐδὲν τοιοῦτον πάσχει, μένει δὲ οἷόνπερ ἐστί. ἐξ ἴσου δὲ πάντῃ περὶ τὴν κάθετον τοῦ τοιούτου συμβαίνοντος διὰ τὴν ὁμαλότητα τοῦ νέφους, κύκλον ἀναγκαῖον γίνεσθαι τὸ πέρας τῆς ἐπιεικῶς διακεκριμένης ἀτμίδος. ἀφ’ οὗ τὸ ἐπέκεινα πάλιν μᾶλλον μὲν συνέστηκεν,1 ὁμαλὲς δ’ ὂν καὶ μικρομερὲς συνεχῆ καὶ μικρὰ κάτοπτρα κατὰ τὴν τοῦ κύκλου περιφέρειαν ἴσχει, πρὸς ἃ κατὰ μὲν τοὺς τὴν τῆς ὄψεως ἀνάκλασιν αἰτιωμένους ἡ ὄψις προσπεσοῦσα ἀνακλασθεῖσα πρὸς τὸ ἄστρον τὴν τῆς ἅλω φαντασίαν ποιεῖ, κατὰ δὲ τὸ ἀληθὲς τὸ φῶς τὸ τοῦ ἄστρου προσπῖπτον τοῖς προειρημένοις κατόπτροις, ἔπειτα ἐπὶ τὴν ὄψιν τὴν ὁρῶσαν ἀνακλασθέν τε καὶ διαδοθὲν ποιεῖ τὴν φαντασίαν τῆς ἅλω. ἐν γὰρ τοῖς εἰρημένοις κατόπτροις διὰ μικρότητα, τοῦ χρώματος ἔμφασις γίνεται μόνου. καὶ ἡ μὲν Ἀριστοτέλους δόξα περὶ τῆς ἅλω ὡς ἐπὶ κεφαλαίων τοιαύτη. ἐπηκολούθησε δὲ αὐτῷ καὶ Ποσειδώνιος, πάντων σχεδὸν τῶν ἄλλων οὐ κατὰ ἀνάκλασιν, ἀλλὰ κατὰ κλάσεις ὄψεων αἰτιωμένων, ὡς ἐπὶ τῶν δι’ ὕδατος ὁρωμένων γίνεται· ὑποτίθενται γὰρ σφαιροειδὲς καὶ κοῖλον τὸ νέφος, ἔπειτα τὸ ὑπερκείμενον ἄστρον αὐτοῦ κατὰ κύκλον φασὶ διεσπασμένον ἐν αὐτῷ ὁρᾶσθαι. ἀλλ’ ὅτι2 μὲν αἱ τοιαῦται δόξαι περὶ τῆς ἅλω ψευδεῖς, ἱκανῶς ὁ διδάσκαλος ἡμῶν Σωσιγένης ἐν τῷ ὀγδόῳ Περὶ ὄψεως ἔδειξεν. ὁ δὲ Ἀριστοτέλης εἰπὼν γίνεσθαι τὴν ἀνάκλασιν ἀπὸ τῆς συνισταμένης ἀτμίδος εἰς νέφος, ἂν ὁμαλή τε καὶ μικρομερὴς συνισταμένη τύχῃ, καὶ χρώμενος τῇ κατὰ ἀνάκλασιν τῆς ὄψεως ὁρᾶν λεγούσῃ τὰ τοιαῦτα δόξῃ, τὸ ἀπὸ τῆς τοιαύτης συστάσεως τὴν τῆς ἅλω φαντασίαν γίνεσθαι συνιστὰς3 λέγει τὴν μὲν σύστασιν τοῦ νέφους, ἀφ’ οὗ ἡ ἅλως, σημεῖον ὕδατος εἶναι (δῆλον γὰρ ὅτι συνίσταται τὸ νέφος τὸ τοιοῦτον καὶ πυκνοῦται καταπλατυνόμενον μᾶλλον), τὴν δὲ μάρανσιν αὐτοῦ εὐδίας (μαραίνεται γὰρ δηλονότι ὑπὸ τοῦ θερμοῦ τε καὶ ξηροῦ τοῦ ἐν αὐτῇ ἐπικρατουμένη), τὰς δὲ διασπάσεις πνεύματος· ἤδη γὰρ ἐκεῖ πνεῦμά ἐστιν, ὑφ’ οὗ τὸ νέφος καὶ ἡ τοιαύτη σύστασις διασπᾶται. διὰ τοῦτο δέ φησι καὶ μελαίνας γίνεσθαι τὸ χρῶμα ταύτας τὰς ἀναθυμιάσεις καὶ ἅλως τὰς συνισταμένας, ὡς εἰς ὕδωρ μεταβάλλοντος ἤδη τοῦ νέφους. τοῦ δὲ τὸν διασπασμὸν τῆς ἅλω ὑπὸ πνεύματος ἐκεῖ μὲν ὄντος ἤδη, μηδέπω δ’ ἡμῖν παρόντος γίνεσθαι σημεῖον παρέθετο τὸ τὸν ἄνεμον ἐντεῦθεν γίνεσθαι, ὅθεν ἡ ἀρχὴ τῆς διασπάσεως τοῦ νέφους καὶ ἡ ἐπικράτησις. Εἰπὼν δὲ πόθεν καὶ ἀπὸ τίνος ἡ ἀνάκλασις ἡ κατὰ τὴν ἅλω, μετὰ ταῦτα τὴν αἰτίαν ἀποδίδωσι τοῦ περὶ τὸ ἄστρον αὐτὸ φαίνεσθαι τὴν ἅλω, ἀλλὰ μὴ ἐξ ἐναντίας αὐτοῦ. ἀνακλᾶται γάρ, φησίν, ὑπὸ τῆς ἀχλύος τῆς συνισταμένης, ὡς προείρηται, ἡ ὄψις περὶ τὸν ἥλιον ἢ τὴν σελήνην ἢ δηλονότι τῶν ἄλλων τι ἄστρων, περὶ ἃ ἡ ἅλως καὶ αὐτὰ γίνεται, οὐ πρὸς τὸν ἥλιον εἰπών, ἀλλὰ περὶ τὸν ἥλιον, ὅτι ἀπὸ τοῦ ὑπ’ αὐτὸν ὄντος νέφους ἐπ’ αὐτὸν ἡ ἀνάκλασις, κατὰ μὲν τὸ ἀληθὲς κύκλου ὄντος τοῦ καθ’ ὃ τὸ κατὰ κάθετον τοῦ ἄστρου μέρος τοῦ νέφους ὂν λεπτότερον γίνεται, καθὼς προείρηται, καθ’ ὃν κύκλον λεπτυνόμενον τὸ νέφος πέπαυται, ὑπ’ αὐτοῦ τοῦ νέφους ἔχοντος σύστασιν ὑδατώδη ὁμαλήν τε καὶ μικρομερῆ πανταχόθεν ὁμοίως ἡ ἀπὸ τοῦ ἄστρου ἀνάκλασις ἐπὶ τὴν ὄψιν διὰ τῆς ἐμφάσεως τῆς διὰ τῶν ἐν τῷ ὕδατι κατόπτρων γίνεται, κατὰ δὲ τὸν ἴδιον τῶν ἀνακλάσεων λόγον, ᾧ νῦν χρῆται, τῷ πανταχόθεν ὁμοίως τῆς ἀνακλάσεως ἐπὶ τὸ ἄστρον γινομένης ἀπὸ τοῦ ὑποκειμένου νέφους αὐτῷ, ἀνάγκην εἶναι ἢ κύκλον ὁλόκληρον γίνεσθαι ἢ τμῆμα καὶ μέρος κύκλου ποτέ, εἰ μὴ πάντῃ τὸ νέφος τὴν σύστασιν ἔχοι κατοπτροειδῆ, ἀλλά που παραλλάσσοι ἢ διὰ σύστασιν ἢ διὰ παχύτητα ἢ δι’ ἀνωμαλίαν ἢ διὰ λεπτότητα. οὐ γὰρ ἀεὶ ἡ ἅλως κύκλος, ἀλλ’ ἢ κύκλος ἢ τμῆμα κύκλου· πανταχόθεν δ’ ὁμοίως ἀνακλωμένης ἀνάγκη κύκλον εἶναι ἢ κύκλου μέρος.

因此他说,在这些现象中,视线的反射显现为发生于上升之后凝结为云的水汽,如果它的凝结恰好是均匀且由微小部分构成的话。因为当它是这种样态时,如果上方恰好有某颗明亮的星体或太阳或月亮运行,那么位于上方运行的天体垂线方向上的那部分[云],必然因离散而变得更加稀薄和微细,并且此种运动在其中推进到某一限度为止;而从那以外的部分则不遭受任何此类影响,仍保持其原本的状态。又由于云的均匀性,此类事情在围绕垂线的所有方向上都均等地发生,因而适度离散的水汽的边界必然成为一个圆。从该边界向外,水汽再次更为凝聚,但因其均匀且由微小部分构成,它沿着圆周保持着连续而微小的镜子;按照那些将原因归于视线反射的人的说法,视线投射在这些镜子上并向着星体反射,造成了晕的显象;而按照真实情况,星体的光投射在前述的镜子上,继而反射并传达到观看的视线,造成了晕的显象。因为在前述的镜子中,由于微小,仅产生颜色的映象。而亚里士多德关于晕的见解,概括而言就是如此。波塞冬尼奥斯也附和了他,而几乎所有其他人都不将原因归于反射,而是归于视线的折射,正如在透过水观看事物时所发生的那样;因为他们假定云是球形且凹陷的,继而说位于其上方的星体在其中显现为沿圆周被拉扯开。然而,关于晕的此类见解是错误的,我们的老师索西格奈斯在《论视力》第八卷中已作了充分的证明。亚里士多德则在说明了如果在凝结时恰好是均匀且由微细部分构成的,反射便产生于凝结为云的水汽之后,并采用那种主张此类事物是通过视线的反射而被观看的见解,确证了晕的显象正是产生于此种凝结,他说产生晕的云的凝结是降水的征兆(因为显然此类云在凝结并因更加向外铺展而增厚),其消散是晴朗的征兆(因为它显然是被其内部的干热所压制而消散),而它的破裂则是风的征兆;因为那里已经有了风,云及此种凝结正是被这风吹散的。他说,也正因如此,这些蒸气以及凝结中的晕在颜色上变得晦暗,因为云已经正在转化为水。而为了说明晕被风吹散发生于风已在彼处却尚未到达我们这里之时,他提出的证据是,风正是从云的破裂与主导势力最初发端的地方吹来的。 在说明了晕中的反射从何而来、由何物产生之后,他在此之后解释了晕显现于星体自身周围而非其正对面的原因。因为他说,正如前述,视线因凝结的雾气而在太阳或月亮周围——或者显而易见地是在晕也产生于其周围的某些其他星体周围——发生反射;他说“在太阳周围”而不是“向着太阳”,是因为反射是从位于其下方的云向着它发生的。按照真实情况,存在一个圆,星体垂线方向上的那部分云沿着该圆变得更加稀薄(如前所述),云沿着该圆停止了变薄,并且由于云自身具有水性的、均匀的且由微细部分构成的凝结,从星体到视线的反射通过水中的镜子所产生的映象,从各个方向均等地发生;而按照他现在所使用的反射特有的理论,由于从位于星体下方的云向着星体在各个方向上均等地发生反射,因而必然产生一个完整的圆,或者有时若云并非处处具有镜面般的凝结,而是由于凝结、厚度、不均匀性或稀薄而在某处有所偏离,则产生圆的截段或一部分。因为晕并不总是一个圆,而是要么是一个圆,要么是一个圆的截段;而由于反射是从各个方向均等地发生,它必然是一个圆或圆的一部分。

语法注3 条
  1. 3.10ἀφ’ οὗ τὸ ἐπέκεινα πάλιν μᾶλλον μὲν συνέστηκεν

    ἀφ’ οὗ 的先行词是紧邻的 κύκλον(或 τὸ πέρας),表示空间起点,“自该界限[圆]向外”。在句法结构上,以 τὸ ἐπέκεινα 为主语,μᾶλλον μὲν συνέστηκεν 与 ἴσχει 通过 μέν...δέ 构成并列;随后的关系从句 πρὸς ἅ 则指代 ἴσχει 的宾语 κάτοπτρα。

  2. 3.10οὐ πρὸς τὸν ἥλιον εἰπών, ἀλλὰ περὶ τὸν ἥλιον, ὅτι

    分词 εἰπών 以亚里士多德为主语,对比了他所使用的介词短语(οὐ πρὸς τὸν ἥλιον ... ἀλλὰ περὶ τὸν ἥλιον)。随后的 ὅτι 是表示原因的连词(“因为”),用以说明选择该介词的缘由,并在后文中通过 κατὰ μὲν τὸ ἀληθές 与 κατὰ δὲ τὸν ἴδιον τῶν ἀνακλάσεων λόγον 从真实物理过程与反射假说两方面展开论述。

  3. 3.10τὸ ἀπὸ τῆς τοιαύτης συστάσεως τὴν τῆς ἅλω φαντασίαν γίνεσθαι συνιστὰς

    分词 συνιστάς(“确证”、“论证”)直接支配带冠词的不定式短语 τὸ ... γίνεσθαι 作为其宾语。该分词短语修饰主动词 λέγει 的主语,置于主动词支配的一系列宾格加不定式结构(τὴν μὲν σύστασιν ... σημεῖον ὕδατος εἶναι 等)之前,说明其立论的意图。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:142.24-144.9