← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§141.1-142.24

视觉理论与反射前提及晕的成因

针对亚里士多德论反射的文段(372a29),亚历山大调和了亚里士多德自身的物理介质视觉说与数学家的视线反射说,梳理了论述晕与虹等现象所需的光学前提(包括小镜面中仅有颜色成像等),随后转向对晕的成因研究。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10#1

" Ὅτι μὲν οὖν ἡ ὄψις ἀνακλᾶται, καὶ ὅτι ὥσπερ ἀπὸ ὕδατος, οὕτω καὶ ἀπ’ ἀέρος." Οὐκ ἀρέσκεται μὲν τῇ δόξῃ τῇ δι’ ἀκτίνων ἐκχύσεως ὁρᾶν ἡμᾶς λεγούσῃ, καθά φασιν οἱ ἀπὸ τῶν μαθημάτων, ᾗ δόξῃ ἀκόλουθός ἐστι καὶ ἡ δι’ ἀνακλάσεως τῶν αὐτῶν τούτων ἀκτίνων ὁρᾶν ἡμᾶς πάντα τὰ δι’ ἐμφάσεως ὁρώμενα λέγουσα· οὔτε γὰρ ἀπὸ τῆς ὄψεως ἀκτῖνάς τινας ἐκχεομένας καὶ προσπιπτούσας τῷ ὁρατῷ τοῦ ὁρᾶν αἰτίας ἡμῖν οἷόν τε γίνεσθαι οὔτε τὰς αὐτὰς ταύτας ἀνακλωμένας ἀπὸ τῶν κατόπτρων καὶ πάντων τῶν διὰ τοιούτων ὁρωμένων ἐπὶ τὸ ὁρώμενον τὴν αἰτίαν πάλιν ἡμῖν παρέχειν τοῦ ταῦτα ὁρᾶν, τῆς τῶν ἀκτίνων ἀνακλάσεως πρὸς ἴσας γινομένης γωνίας. ὅτι γὰρ ἀδύνατα ταῦτα, ἐδείχθη ἐν τοῖς Περὶ τοῦ πῶς ὁρῶμεν, ὧν καὶ αὐτὸς ἐν τοῖς Περὶ ψυχῆς ἐμνημόνευσε. δοκεῖ γὰρ αὐτῷ τὰ μὲν ἐπ’ εὐθείας ὁρώμενα ὁρᾶσθαι οὐ δι’ ἀκτίνων, ἀλλὰ τῷ τὸ μεταξὺ τοῦ τε ὁρωμένου καὶ τῆς ὄψεως διαφανὲς ὑπὸ τοῦ ὁρωμένου χρώματος πάσχειν1 καὶ μεταδιδόναι τούτου τοῦ πάθους τῇ ὄψει, οὔσῃ καὶ αὐτῇ διαφανεῖ· τοῦτο γὰρ εἶναι τὸ εἶναι διαφανεῖ· τὰ δὲ κατὰ ἀνάκλασιν ὁρᾶσθαι δοκοῦντα ὁρᾶσθαι τῷ πρῶτον ἐν τοῖς ἐνόπτροις τε καὶ ἐνοπτρικοῖς πᾶσι τὴν τοῦ ὁρωμένου ἔμφασιν γινομένην διὰ τοῦ μεταξὺ διαφανοῦς εἶτα ἀπὸ τούτου πάλιν ἥκειν ἐπὶ τὴν ὄψιν διὰ τοῦ διαφανοῦς πάλιν τοῦ μεταξὺ τοῦ τε ἐνόπτρου καὶ τῆς ὄψεως. ἐπεὶ δὲ οὐδὲν ὅσον ἐπὶ τῷ λόγῳ διαφέρει2 ἢ τὴν ὄψιν λέγειν ἀπὸ τοῦ κατόπτρου ἀνακλωμένην πρὸς ἴσας γωνίας, ὅταν ὑπὸ τὴν τοιαύτην ἀνάκλασιν τύχῃ τὸ ὁρατὸν ὄν, προσπίπτουσαν αὐτῷ ὁρᾶν αὐτό, ἢ αὐτὸ τὸ ὁρατὸν διὰ τὴν ποιὰν σχέσιν πρὸς τὸ κάτοπτρον διὰ τοῦ μεταξὺ διαφανοῦς πάσχοντος ἐμφαινόμενον ἐν ἐκείνῳ, ὄντι τοιούτῳ [διαφανεῖ], ὡς μὴ μόνον πάσχειν ὑπὸ τοῦ χρώματος δύνασθαι οὕτως, ὡς διαδιδόναι τὴν ἀπ’ αὐτοῦ ποιότητα ἄλλῳ διαφανεῖ, ἀλλὰ καὶ φυλάσσειν δυναμένῳ τὴν ἔμφασιν διὰ λειότητά τε καὶ στιλπνότητα, ὡς ἀπ’ αὐτοῦ πάλιν τὸ μεταξὺ αὐτοῦ τε καὶ τῆς ὄψεως διαφανὲς πάσχειν ὡς ἀπὸ κεχρωσμένου, τῇ δόξῃ τῇ τῶν ἀκτίνων καθωμιλημένῃ τε οὔσῃ καὶ τοῖς μαθηματικοῖς ἀρεσκούσῃ προσχρῆται. διὸ μέλλων λέγειν περί τε παρηλίων καὶ ῥάβδων, ἔτι δὲ ἅλω τε καὶ ἴριδος, ἃ πάντα δι’ ἐμφάσεώς τε καὶ κατοπτρικῶς ὁρᾶται, πρῶτον περὶ ἀνακλάσεως λέγει. ὅτι γάρ, φησίν, ἡ ὄψις ἀνακλᾶται, ὥσπερ ἀφ’ ὕδατος, οὕτως καὶ ἀπὸ ἀέρος καὶ πάντων τῶν ἐχόντων λείαν τὴν ἐπιφάνειαν, ἐκ τῶν ὀπτικῶν δεῖ λαμβάνειν· ἐν ἐκείνοις γὰρ ὁ περὶ ἀνακλάσεως ὑπὸ τῶν μαθηματικῶν λέγεται λόγος, ἀπὸ τίνων τε καὶ πῶς γίνεται, καὶ πρὸς τὰ πῶς ἔχοντα θέσεως. ἀλλὰ καὶ ὅτι τῶν ἐνόπτρων ὅσα πρὸς τὴν αἴσθησίν ἐστιν ἀδιαίρετα, ἐν τούτοις τῶν δι’ αὐτῶν ὁρωμένων τὰ χρώματα μόνον, οὐκέτι δὲ καὶ τὰ σχήματα ἐμφαίνεται, τῷ πᾶν σχῆμα πρὸς αἴσθησιν εἶναι διαιρετόν τε καὶ διαληπτὸν εἰς μέρη, τὰ δὲ τοιαῦτα ἔνοπτρα ἀδιαίρετα πρὸς αἴσθησιν· ἐπεὶ οὖν ἐμφαίνεσθαί τι καὶ ἐν τούτῳ ἀνάγκη, ὄντι γε κατόπτρῳ, ἀδύνατον δὲ τὸ σχῆμα ἐμφαίνεσθαι διὰ μικρότητα, λείπεται τὸ χρῶμα μόνον· ταῦτα γὰρ τὰ ἐμφαινόμενα τῶν ὁρωμένων ἐν τοῖς κατόπτροις. εἰπὼν δ’ ἐν τοῖς μικροῖς κατόπτροις τὸ χρῶμα μόνον ἐμφαίνεσθαι τῶν ὁρωμένων, ἐφεξῆς περὶ τοῦ ἐμφαινομένου ἐν τοῖς κατόπτροις λέγει χρώματος, ποταπὸν ἐμφαίνεται· λέγει δὴ ποτὲ μὲν ἀπὸ τῶν λαμπρῶν λαμπρὸν φαίνεσθαι, ὁτὲ δὲ λαμπροῦ ὄντος τοῦ ὁρωμένου οὐ τοιοῦτον αὐτὸ δείκνυσι τὸ κάτοπτρον, ἀλλ’ ἢ διὰ τὸ μίγνυσθαι τῷ τοῦ ἐνόπτρου χρώματι τὸ ἀπὸ τοῦ ὁρωμένου οὐκ ὄντι λαμπρῷ αὐτὸ ὂν λαμπρόν, ἢ καὶ διὰ τὴν τῆς ὁρώσης ὄψεως ἀσθένειαν ἀλλοίου χρώματος φαντασία δι’ αὐτοῦ γίνεται. οἰκεῖον δέ φησιν εἶναι τὸν περὶ τούτων λόγον τῷ περὶ αἰσθήσεως καὶ ἐν ἐκείνοις δεδεῖχθαι. λέγει δὲ περὶ τούτων ἐν τῷ ἐπιγραφομένῳ Περὶ αἰσθήσεώς τε καὶ αἰσθητῶν εἰρῆσθαι ὑπ’ αὐτοῦ· διὸ δεῖν φησι τοῖς μὲν ὡς δεδειγμένοις τε καὶ κειμένοις χρῆσθαι, τοῖς περὶ τῶν ἀνακλάσεων, τοῖς περὶ τῶν κατόπτρων, τοῖς περὶ τῶν χρωμάτων, τὰ δὲ λέγειν· ταῦτα δ’ ἐστὶ περὶ ὧν προέθετο. Καὶ πρῶτόν γε περὶ τῆς ἅλω ποιεῖται λόγον καὶ ζητεῖ περί τε τοῦ σχήματος αὐτῆς διότι κύκλος, καὶ διὰ τί περὶ αὐτὸν τὸν ἥλιον ἢ τὴν σελήνην ἤ τι ἄλλο τῶν ἄστρων περὶ ὃ ὁρᾶται γίνεται, ἀλλ’ οὐχὶ καταντικρὺ φέρε εἰπεῖν ἢ ἐκ πλαγίων.

“因此,视线会发生反射,并且正如从水中一样,同样也从空气中反射。” 他并不满意于那种主张我们通过射线的发射而观看的见解,正如数学家们所说的那样;依从于这种见解的,还有那种主张我们通过这同一些射线的反射来观看一切通过映象而被看见之物的见解。因为既不可能有某些从视线中发射出来并投射在可见物上的射线成为我们观看的原因,也不可能这同一些射线从镜子以及所有通过此类事物而被看见之物反射到可见物上,反过来为我们提供看见这些事物的原因,即便射线的反射是以相等的角度发生的。因为这些是不可能的,已在《论我们如何观看》中表明,他本人在《论灵魂》中也提到了这些。因为在他看来,沿直线被看见的事物被看见不是通过射线,而是由于可见物与视线之间的透明体受到可见颜色的作用,并将这一作用传达给视线本身——视线本身也是透明的(因为这就是所谓透明体);而那些看似通过反射被看见的事物被看见,则在于首先可见物的映象通过中间的透明体产生于镜子及一切具有镜面性质的物体之中,然后从这〔镜子〕又通过镜子与视线之间再次存在的中间透明体到达视线。然而,就论证而言,无论是说视线在可见物恰好处于此种反射之下时,以相等的角度从镜子上反射,投射在可见物上而看见它;还是说可见物自身由于与镜子的某种特定关系,通过受到作用的中间透明体而在镜子中呈现映象——镜子是这样一种[透明体],它不仅能够以将来自颜色的性质传达给另一透明体的方式受到颜色的作用,而且能够因平滑与光泽而保持映象,从而使它与视线之间的中间透明体反过来像受到着色之物的作用那样从它受到作用——这二者并没有什么区别,因此他便顺便采用了射线之说,因其广为流传且为数学家们所赞同。因此,当他准备论述幻日与日晕柱,以及晕和虹——这一切都是通过映象并如在镜中一般被看见的——时,首先论述了反射。因为他说,视线发生反射,正如从水中一样,同样也从空气中以及一切具有光滑表面的物体上反射,这应当从光学著作中获取;因为在那些著作中,数学家们论述了关于反射的学说,即反射由何物产生、如何产生,以及对于处于何种方位的物体产生。而且〔还应当获取的是〕,在那些就感觉而言是不可分割的镜子中,在通过它们被看见的事物中只有颜色呈现出映象,而不再有形状,这是因为一切形状就感觉而言都是可分的且可区分为诸部分,而此类镜子就感觉而言是不可分的;因此,既然即使在此类物体中也必然有某种东西呈现映象(只要它确实是镜子),而形状因微小而不可能呈现映象,那么剩下的就只有颜色;因为可见物在镜中呈现映象的就是这些。在说明了在小镜子中可见物只有颜色呈现映象之后,他接着论述在镜中呈现映象的颜色显现为何种样态:他说,有时从明亮之物中显现出明亮的光彩,但有时尽管可见物是明亮的,镜子却不把它显现为如此,而是或者因为来自可见物的颜色虽本身明亮,却与镜子那并不明亮的颜色混合,或者也因为观看的视线之孱弱,通过镜子产生了另一种颜色的显象。他说关于这些事情的论述属于论感觉的著作,并且已在那些著作中得到了证明。他说关于这些事情已由他在题为《论感觉与感觉对象》的著作中论述过;因此他说,应当将某些内容——即关于反射、镜子和颜色的内容——作为已被证明且已确立的前提来使用,而论述其余的内容;而这正是他所提议讨论的内容。并且他首先论述了晕,探究它的形状为何是圆形,以及为什么它产生在它显现于其周围的太阳或月亮或任何其他星体本身周围,而不是产生在(比方说)正对面或侧面。

语法注2 条
  1. 3.10τῷ τὸ μεταξὺ τοῦ τε ὁρωμένου καὶ τῆς ὄψεως διαφανὲς ὑπὸ τοῦ ὁρωμένου χρώματος πάσχειν

    表示手段或原因的定冠词与格不定式短语(τῷ ... πάσχειν καὶ μεταδιδόναι)。它解释了直接视觉如何产生(ὁρᾶσθαι)的机理,并与后文说明反射视觉机理的 τῷ πρῶτον... ἥκειν 在句法上严格对置。

  2. 3.10ἐπεὶ δὲ οὐδὲν ὅσον ἐπὶ τῷ λόγῳ διαφέρει

    包含长距离倒装与嵌套的复合句结构。由因果连词 ἐπεί 引导的从句以非人称结构 οὐδὲν διαφέρει(“毫无区别”)为核心,支配两个由 ἢ... ἤ... 并列的不定式从属短语(ἢ τὴν ὄψιν λέγειν... ἢ αὐτὸ τὸ ὁρατὸν... ἐμφαινόμενον),且在第二肢中插入了说明镜子特性的冗长修饰成分(ὄντι τοιούτῳ...)。统领整个因果从句的主节核心落在此句末尾:τῇ δόξῃ τῇ τῶν ἀκτίνων... προσχρῆται(“他顺便采用了射线之说”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:141.1-142.24