- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:139.28-140.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大基于亚里士多德《气象论》371b18及之后的内容,阐释了虹的三种基本颜色与黄色的显现,解释了幻日和日晕柱为何仅在太阳侧面出现并引用了博斯普鲁斯的观测事例,进而详细说明了月虹极为罕见的成因条件。
εἶναι δέ φησι τὰ τρία χρώματα ταῦτα τῆς ἴριδος, ἃ σχεδὸν μόνα ποιεῖν οἱ γραφεῖς αὐτοὶ οὐ δύνανται· ποιοῦσι γάρ τινα χρώματα καὶ αὐτοὶ ἐκ μίξεως ἄλλων καὶ κράσεως χρωμάτων, τὰ δὲ τῆς ἴριδος οὐχ οἷοί τέ εἰσι δι’ ὧν ποιοῦσιν αὐτοὶ μιμεῖσθαι. τίνα δέ ἐστι τὰ τῆς ἴριδος τρία χρώματα, ἐδήλωσεν εἰπὼν τὸ δὲ φοινικοῦν καὶ πράσινον καὶ ἁλουργὸν οὐ γίνεται κεραννυμένων· ἡ δὲ ἶρις ταῦτα ἔχει τὰ χρώματα. ἐπεὶ δὲ καὶ τὸ ξανθὸν πολλάκις ὑποφαίνεται ἐν τῇ ἴριδι χρῶμα, προσέθηκε τὸ δὲ μεταξὺ τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου πολλάκις φαίνεται ξανθόν, ἧς φαντασίας, ὅταν περὶ τῆς ἴριδος λέγει προηγουμένως, ἐρεῖ τὴν αἰτίαν. Λέγει δὲ ἐφεξῆς καὶ τὰ τῶν παρηλίων τε καὶ τὰ τῶν ῥάβδων πάθη καὶ τὰ συμβεβηκότα αὐτοῖς. λέγει δὲ τούς τε παρηλίους καὶ τὰς ῥάβδους γίνεσθαι μὲν ἀεὶ περὶ τὸν ἥλιον· διὸ νύκτωρ μὴ γίνεσθαι· γίνεσθαι δὲ λέγει αὐτὰ καὶ ἐκ πλαγίας ἀεὶ τοῦ ἡλίου. τί δ’ ἐστὶ τὸ ἐκ πλαγίας, ἐδήλωσεν· οὔτε γὰρ ἄνωθεν καὶ ὑπὲρ τὸν ἥλιον γίνονται οὔτε κάτωθεν καὶ ὑπ’ αὐτόν, ὥσπερ αἱ ἅλως, οὔτε ἐξ ἐναντίας, τουτέστιν οὐδ’ ἐπὶ ταῦτα ἐφ’ ἃ φέρεται ἢ ἀφ’ ὧν φέρεται, τουτέστιν οὔτε πρὸς τῇ ἀνατολῇ οὔτε πρὸς τῇ δύσει, ἀλλὰ ἢ ἐκ τῶν νοτίων ἢ ἐκ τῶν βορείων αὐτοῦ γινόμενα μερῶν· ταῦτα γὰρ αὐτοῦ ἐκ πλαγίου παρέπεσθαι αὐτῷ, ἕως ἂν ᾖ. ἔτι φησὶ γίνεσθαι τὰ προειρημένα ἢ ἀνιόντος καὶ προϊόντος ἐπὶ τὴν μεσημβρίαν τοῦ ἡλίου ἢ πάλιν καταφερομένου ἐπὶ δυσμάς, τὰ δὲ πλεῖστα πρὸς δυσμαῖς ὄντος, ὡς κατὰ τὴν μεσημβρίαν καὶ μεσουρανοῦντος μὴ γινομένων αὐτῶν, ἢ εἴ ποτε, σπανίως, ὡς ἱστορεῖ ἐν Βοσπόρῳ ποτὲ γενέσθαι· δύο γὰρ παρηλίους συνανασχόντας τῷ ἡλίῳ διαμεῖναι ἕως δυσμῶν. οὐκ ἐπεὶ δὲ ὁ ἥλιος πανταχοῦ καὶ οὐκ ἐν Βοσπόρῳ μόνῳ ἦν, διὰ τοῦτο ἔδει καὶ τὰ προειρημένα ἁπανταχοῦ·1 ταῦτα γὰρ γίνεται κατὰ τὴν πρὸς αὐτὸν ἀνάκλασιν, ἥτις οὐχ ὁμοίως γίνεται τε καὶ φαίνεται πανταχοῦ. δεῖ γὰρ ποιᾶς σχέσεως τῆς ὄψεως πρός τε τὸ ἔσοπτρον, ὃ ἢ νέφος ἐστὶν ἤ τι ἄλλο, καὶ πρὸς τὸν ἥλιον, ἵνα ἡ ἀνάκλασις γίνηται, ἥτις σχέσις οὐ πᾶσιν οὐδὲ πανταχοῦ ὁμοία. πάντων δὲ τούτων τὸ αἴτιον ταὐτὸν εἶναι λέγει· πάντα γὰρ ἀνάκλασις. ἡ δὲ διαφορὰ αὐτοῖς κατά τε τοὺς τρόπους τῆς ἀνακλάσεως καὶ κατὰ τὰ ἀφ’ ὧν γίνεται. ἱστορεῖ δὲ περὶ τῆς ἴριδος ὅτι ἀπὸ μὲν ἡλίου γνώριμον τὸ γίνεσθαι αὐτήν, νύκτωρ δὲ καὶ ἀπὸ σελήνης γίνεται μέν, λανθάνει δὲ διὰ τὸ σπανιάκις γίνεσθαι· δεῖ γὰρ πλείω συμπεσεῖν, ἵνα γένηται νύκτωρ ἶρις, καὶ ταῦτα πάντα ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνός· ἐν γὰρ τῇ πανσελήνῳ μόνῃ, καὶ τότε ἢ ἀνατελλούσης ἢ δυνούσης οἷόν τε γίνεσθαι μόνον· ἔτι δὲ ἀμαυρότερα τὰ χρώματα γίνεται τῆς νυκτός. διὰ δὴ ταῦτα οἱ ἀρχαῖοι οὐδ’ ὅλως ᾤοντο γίνεσθαι. τοῦ δὲ σπανίως γίνεσθαι σημεῖον παρέθετο τὸ ἐν πεντήκοντα ἔτεσι δὶς ἐντετυχηκέναι γεγονυίᾳ.2
并且他说,虹的这三种颜色,几乎是画家们自身唯独无法调制出来的;因为他们自身确实可以通过其他颜色的混合与调配来制造某些颜色,但对于虹的颜色,他们却无法通过自己所调配的东西加以摹仿。至于虹的三种颜色是什么,他通过说明“深红、绿与紫并非由于混合而产生;而虹具有这些颜色”表明了这一点。但由于黄色也常常在虹中隐约显现,他便补充道,“在深红与绿之间常常显现出黄色”,关于这种显象的原因,当他主要论述虹时将会说明。接着,他也论述了幻日和日晕柱的性质及附随于它们的现象。他说,幻日和日晕柱总是产生在太阳周围,因此不会在夜间产生;但他指出,它们也总是产生在太阳的侧面。至于什么是“在侧面”,他予以阐明:因为它们既不像晕那样产生在上方和太阳之上,也不产生在下方和它之下,更不产生在“相反方向”,也就是说,既不产生在太阳所运行趋向的方位,也不产生在它运行所离开的方位,即既不在东方也不在西方,而是产生于它的南方或北方部分;因为只要太阳存在,这些现象就在侧面伴随着它。此外,他说前述现象或者产生于太阳升起并走向正午之时,或者产生于太阳再次下沉趋向日落之时,但绝大多数产生于太阳接近日落之时,以至于它们不会在正午和太阳居于中天时产生,即便产生也极为罕见,正如他记述在博斯普鲁斯曾经发生过的那样;因为有两个幻日与太阳一同升起,并一直持续到日落。然而,并不是因为太阳普照各地而非仅在博斯普鲁斯,前述现象就因此应当在各地[都产生];因为这些现象是根据向着太阳的反射而产生的,而这种反射并不是在各地都以同样方式产生并被看到的。因为视线既对于反光体——无论是云还是其他东西——又对于太阳,必须具备某种特定的关系,以便产生反射,而这种关系并不是对所有人、也不是在所有地方都相同的。他说所有这些现象的原因都是同一个;因为一切都是反射。而它们之间的差异则既取决于反射的方式,也取决于反射所由产生的物体。关于虹,他记述道,它由于太阳而产生是众所周知的,而在夜间由月亮产生虽然确实存在,但由于极少产生而未被人们察觉;因为为了在夜间形成虹,必须有更多条件汇聚在一起,而且这一切都必须发生在全月的一天之中;因为唯独在满月时,而且即便在满月时也唯独在月亮升起或落下时才可能产生;此外夜间颜色会变得更加昏暗。正因这些缘故,古人们甚至完全认为它不会产生。而关于它极少产生的证据,他援引了在五十年中两次遇到过它发生这一事实。
- 3.9οὐκ ἐπεὶ δὲ ὁ ἥλιος πανταχοῦ καὶ οὐκ ἐν Βοσπόρῳ μόνῳ ἦν, διὰ τοῦτο ἔδει καὶ τὰ προειρημένα ἁπανταχοῦ
由 οὐκ... διὰ τοῦτο ἔδει... 构成的驳斥句式,意为“并不因为太阳在各处……前述现象就因此应当在各处[都产生]”。否定词 οὐκ 否定的是由主句 ἔδει 所表达的必然推论,而非否定由 ἐπεί 引导的原因从句本身。此外,在 ἁπανταχοῦ 之后补足省略的不定词 γίνεσθαι(或 εἶναι)。
- 3.9τὸ ἐν πεντήκοντα ἔτεσι δὶς ἐντετυχηκέναι γεγονυίᾳ
带冠词不定词 τὸ... ἐντετυχηκέναι 与名词 σημεῖον 构成同位语。完成时不定词 ἐντετυχηκέναι(源自 ἐντυγχάνω)要求支配与格,由阴性单数完成时分词 γεγονυίᾳ(源自 γίγνομαι)充当其宾语。由于承接前文提到的阴性名词 ἶρις(虹),分词呈现阴性,意为“遇到过[虹]发生”。
