- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:13.12-14.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德关于第一元素(以太)的圆周运动如何产生热量并作用于作为受动质料的月下诸元素之论述(340b10),并解释了各元素的同心圆序列以及中心与下方处所的确切含义。
" Φερομένου δὲ τοῦ πρώτου στοιχείου κύκλῳ καὶ τῶν ἐν αὐτῷ σωμάτων." Πρῶτον στοιχεῖον τὸν αἰθέρα λέγει, ἐν αὐτῷ δὲ σώματα τὰ ἄστρα, ἃ καὶ αὐτὰ τῆς μὲν αὐτῆς οὐσίας ἐστὶν ἐκείνῳ, διαφοραῖς δέ τισι διαφέρει ἐκείνου τε καὶ ἀλλήλων. φερομένου δὲ συνεχῶς ἐκείνου καὶ περιφερομένου τὸ προσεχὲς ἀεὶ τοῦ κάτω κόσμου (κάτω κόσμον λέγων ὃν εἶπεν ἐν τοῖς πρώτοις περὶ τὴν γῆν κόσμον) τὸ δὴ τοῦ περὶ τὴν γῆν κόσμου σῶμα1 τὸ προσεχὲς τῷ θείῳ σώματι καὶ τὸ ἁπτόμενον ἑκάστοτε αὐτοῦ ὑπὸ τῆς κινήσεως τῆς ἐκείνου διακρινόμενόν τε καὶ λεπτυνόμενον ἐκπυροῦται καὶ αἴτιον γίνεται τῆς ἐν τοῖς μετ’ αὐτὸ κειμένοις σώμασι θερμότητος, τῶν μὲν συναῦξόν τε καὶ ἐπιτεῖνον τὴν φυσικήν τε καὶ ἔμφυτον θερμότητα, τὰ δὲ καὶ ὅλως θερμαῖνον.2 ὅπως δὲ γίνεται τοῦτο, ἀναλαβὼν ἄνωθεν λέγει καὶ φησὶν ὅτι τὸ ὑπὸ τὸ θεῖον σῶμα καὶ κυκλοφορικόν (τοῦτο γὰρ λέγει τὴν ἄνω περιφοράν) τὸ δὴ ὑπὸ τοῦτο καὶ μετὰ τοῦτο σῶμα τῷ παθητικὸν εἶναι οἷον ὕλη τις ὑπόκειται ἐκείνῳ τῷ σώματι. εἰπὼν δὲ οἷον ὕλη, κατὰ τί οἷον ὕλη ἐδήλωσεν ἐπενεγκὼν δυνάμει θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ καὶ ὅσα ἄλλα τούτοις ἀκολουθεῖ, ἃ δέδεικται πάθη ἐν τῷ δευτέρῳ Περὶ γενέσεως· ταῦτα δέ ἐστι μανότητες, πυκνότητες, μαλακότητες, σκληρότητες, λειότητες, τραχύτητες, λεπτότητες, παχύτητες, καὶ εἴ τινες ἄλλαι ποιότητες. τὰ μὲν γὰρ αὐτῶν ἐνεργείᾳ θερμὰ καὶ ξηρὰ δυνάμει ἐστὶν ὑγρὰ καὶ ψυχρά, τὰ δὲ ἐνεργείᾳ ὑγρὰ καὶ ψυχρὰ πάλιν ἐστὶ δυνάμει τὰ τούτοις ἐναντία· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ταῦτα δὴ ἃ δύναται ἕκαστον αὐτῶν, ἐνεργείᾳ γίνεται ὑπὸ κινήσεώς τε καὶ ἀκινησίας· μεταβάλλοντα μὲν γὰρ εἰς ἄλληλα κινεῖται, μὴ κινούμενα δὲ ἐν τῷ αὐτῷ εἴδει μένει. τῆς δὲ κινήσεως αὐτοῖς ἀρχὴ καὶ αἰτία ἡ τοῦ θείου τε καὶ κυκλοφορικοῦ σώματος περιφορά, ὡς καὶ πρότερον ἤδη φθάσαντες εἰρήκαμεν. εἰπὼν δὲ τοῦτο ἑξῆς περὶ τῆς θέσεως τε καὶ τάξεως αὐτῶν λέγων τὸ μὲν βαρύτατον τῶν τεσσάρων σωμάτων ἐπὶ τοῦ μέσου τε καὶ περὶ τὸ μέσον φησὶν εἶναι, ἀσφαλῶς προσθεὶς τὸ καὶ περὶ τὸ μέσον, ἵνα μή τις οἴηται λέγειν αὐτὸν τὸ μέσον τε καὶ κέντρον τοῦ κόσμου τὸν κάτω τόπον εἶναι. οὐ γὰρ ὁ κάτω τόπος τοῦτο, ὅτι μηδὲ τὴν ἀρχὴν τόπος εἶναι δύναται τὸ ἀδιάστατον, σημεῖον ὄν, ἀλλ’ ἔστιν ὁ κάτω τόπος περὶ τοῦτο· τὸ γὰρ αὐτὸ κέντρον τοῦ τε κόσμου καὶ τοῦ βάρους τοῦ κατὰ φύσιν ὄντος ἐν τῷ κάτω τόπῳ σώματος διὰ βάρος. ἢ ἐν μὲν τῷ μέσῳ τὴν γῆν εἶπε3 μέσον τόπον οὐ τὸ κέντρον λέγων, ἀλλὰ τὸ περὶ τὸ κέντρον, περὶ δὲ τὸ μέσον τὸ ὕδωρ· τοῦτο γὰρ περικέχυται τῇ γῇ. ὡς δὲ ἑπομένου τῷ ψυχρῷ τοῦ βαρέος εἶπε τὸ βαρύτατον καὶ ψυχρότατον. περὶ δὲ ταῦτα καὶ ἐχόμενα τούτων ὅτι ὁ ἀήρ τε καὶ ὃ διὰ συνήθειαν καλοῦμεν πῦρ, οὐκ ἔστι δὲ πῦρ.
“当第一元素及其中的诸物体作圆周运动时。” 他把第一元素称为以太,把其中的物体称为星体,这些星体自身也与该元素属于同一实体,但通过某些差异而既与该元素相异,又彼此相异。随着那个元素持续不断地运动并旋转,下界宇宙始终邻接的部分——他所谓的下界宇宙即他在开篇中所说的环绕大地的宇宙——亦即环绕大地的宇宙中与神性物体邻接并时刻与之接触的物体,由于那一物体的运动而被分离开并变稀薄,燃烧起来,并成为位于它之后的诸物体中热的原因,在某些物体上共同增大并加强其本性的、先天的热,而在另一些物体上则使之彻底受热。至于这如何发生,他从更高的本原重新阐述并指出,位于神性的、作圆周运动的物体(他称之为上方的旋转运动)之下的物体,即在这之下并在它之后的物体,由于是被动的,作为某种质料而成为那个物体的底层基础。在说了“作为某种质料”之后,他通过附加上“潜能上是热的、冷的、干燥的、湿润的,以及随这些而来的其它一切”,表明了在何种意义上是作为某种质料,这些都是在《论生成与消灭》第二卷中所论证的受动性质;它们即是稀、密、软、硬、滑、糙、薄、厚,以及其它任何性质。因为它们之中现实上热且干燥的,在潜能上是湿且冷的;而现实上湿且冷的,则在潜能上又是与这些相反的;对于其它的也是如此。它们各自在潜能上所能成为的这些状态,通过运动与静止而变为现实;因为在相互转化时它们运动,而不运动时则停留在同一形式中。而对它们而言,运动的本原与原因乃是神性的、作圆周运动的物体的旋转,正如我们此前早已讲过的那样。在说了这一点之后,他接着谈及它们的位置与序列,说四种物体中最重者位于中心且围绕着中心,审慎地加上了“且围绕着中心”,以免有人认为他是在说宇宙的中心与中心点即是下方的处所。因为下方的处所并不是这个中心点,因为无广延之物既然是一个点,根本不可能成为处所,但下方的处所乃是在这周围;因为宇宙的中心与因重力而依本性处于下方处所的物体的重心是相同的。抑或,他说“在中心”是指大地,所说的中心处所不是指中心点,而是指中心点周围的区域,而“围绕着中心”则是指水;因为水浇裹在大地周围。由于重伴随着冷,所以他说了“最重且最冷的”。围绕着这些并与这些相连的,[他说]有气以及我们依照习惯称为火而实际上并非火的东西。
- 1.9τὸ προσεχὲς ἀεὶ τοῦ κάτω κόσμου ... τὸ δὴ τοῦ περὶ τὴν γῆν κόσμου σῶμα
中性主语短语 τὸ προσεχὲς ἀεὶ τοῦ κάτω κόσμου 被提出后,插入了括号式的解释说明(κάτω κόσμον λέγων...),随后通过带有复指小词 δή 的 τὸ δὴ τοῦ περὶ τὴν γῆν κόσμου σῶμα 对主语进行了同指重申。句子的核心述谓动词是后文的 ἐκπυροῦται 和 αἴτιον γίνεται,骨干结构为“相邻接的物体……燃烧并成为原因”。
- 1.9τῶν μὲν συναῦξόν τε καὶ ἐπιτεῖνον τὴν φυσικήν τε καὶ ἔμφυτον θερμότητα, τὰ δὲ καὶ ὅλως θερμαῖνον
在此分词结构中,前一个分句中的 τῶν μέν 是修饰受格名词短语 τὴν φυσικήν τε καὶ ἔμφυτον θερμότητα 的领格/部分属格(“增大某些物体的自然热”),而与之对应的后一分句中的 τὰ δέ 则是分词 θερμαῖνον 的直接受格宾语(“完全加热另一些物体”)。这是 μέν...δέ 对称中格位不对称转换的语法现象。
- 1.9ἢ ἐν μὲν τῷ μέσῳ τὴν γῆν εἶπε
连词 ἤ 引入了注解者对于原文的另一种语法与文本解读,以替代前一种解释。前一种解释将“在中心”与“围绕中心”均归于大地及其处所;而此处的备选解释则将两个介词短语分配给两种不同的元素:大地“在中心”,而围绕中心的水则“围绕着中心”。
