- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:138.21-139.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在371b18转向将晕、虹、幻日和日晕柱归于反射这一共同原因进行考察,亚历山大对此进行阐述,整理并解释了晕与虹的形状、出现时刻、弧度大小及颜色反转等表象。
" Περὶ δὲ ἅλω καὶ ἴριδος, τί τε ἑκάτερον καὶ διὰ τίν’ αἰτίαν γίνεται." Εἰπὼν ἐν τούτοις περὶ ἐκνεφίου τυφῶνός τε καὶ πρηστῆρος καὶ κεραυνῶν προτίθεται εἰπεῖν περὶ ἅλω τε καὶ ἴριδος καὶ παρηλίων τε καὶ ῥάβδων, τί τέ ἐστιν ἕκαστον αὐτῶν, καὶ τί τὸ αἴτιον τῆς γενέσεως αὐτῶν. τοῦ δὲ πάλιν ἅμα περὶ τούτων λέγειν προτίθεσθαι τὴν αἰτίαν ἀπέδωκεν εἰπὼν καὶ γὰρ ταῦτα γίνεται πάντα διὰ τὰς αὐτὰς αἰτίας ἀλλήλοις, ὥσπερ καὶ ὧν πρὸ τούτων ἐμνημόνευσε· καὶ γὰρ ἐκείνων πάντων μία καὶ ἡ αὐτὴ ἦν αἰτία τε καὶ ἀρχή, διὸ καὶ τὸν περὶ ἐκείνων ἐποιήσατο λόγον ἅμα. ἐκείνων μὲν οὖν ἡ ἐκ τῶν νεφῶν ἔκκρισις τοῦ πνεύματος, τούτων δὲ ἡ ἀνάκλασις, ὡς ἐρεῖ τε καὶ δείξει. πρῶτον δὲ τά τε πάθη αὐτῶν καὶ τὰ συμβαίνοντα ἑκάστῳ αὐτῶν φησι δεῖν λαβεῖν, ὅπως ᾖ γνώριμον. τίνα δὲ πάθη τε αὐτῶν καὶ συμβαίνοντα αὐτοῖς, ἐπάγει δι’ ὧν ἐφεξῆς λέγει. τῆς μὲν οὖν ἅλω ὅλον τὸν κύκλον πολλάκις φαίνεσθαί φησιν, ἀλλ’ οὐκ ἀεὶ τμῆμα κύκλου, ὡς ἐρεῖ περὶ τῆς ἴριδος. ἔτι γίνεσθαι συμβαίνει τὴν ἅλω περί τε ἥλιον καὶ σελήνην καὶ τὰ λαμπρὰ τῶν ἄστρων, ἔτι ὁμοίως καὶ νυκτὸς καὶ ἡμέρας· γίνεσθαι δὲ αὐτὴν καὶ μεσημβρίας οὔσης καὶ δείλης, ἕωθεν δὲ ἐλαττονάκις καὶ περὶ δύσιν. ἔοικε δὲ οὐ τὴν δύσιν δείλην εἰρηκέναι, ἀλλὰ τὴν μετὰ τὴν μεσημβρίαν ὥραν τὴν πρὸ τῆς δύσεως, ἤδη καταφερομένου τοῦ ἡλίου. εἰπὼν δὲ τῆς ἅλω κύκλον φαίνεσθαι πολλάκις, τῆς ἴριδος οὐδέποτε λέγει κύκλον γίνεσθαι, ἀλλ’ οὐδὲ μεῖζον ἡμικυκλίου τμῆμα· ἔτι δύνοντος μὲν καὶ ἀνατέλλοντος τοῦ ἡλίου ἐλαχίστου μὲν κύκλου, μεγίστη δὲ αὐτοῦ ἡ ἁψίς, τουτέστιν ἡ περιφέρεια φαίνεται.1 εἰ δὲ μηδέποτε μείζων ἡμικυκλίου φαίνεται, δύνοντος δὲ καὶ ἀνατέλλοντος μέγισται αἱ φαινόμεναι ἁψῖδες, ἀλλὰ ἐλαχίστων κύκλων, εἴη ἂν λέγων ἀνατέλλοντος καὶ δύνοντος ἡλίου μόνον ἡμικύκλια φαίνεσθαι τῆς ἴριδος, καὶ ταῦτα ἐλαχίστων κύκλων· ὡς εἶναι τὰ φαινόμενα τῆς ἴριδος ἡμικύκλια ἐλαττόνων κύκλων τμήματα, ὅσα δὲ ἐλάττω ἡμικυκλίων φαίνεται αὐτῆς τμήματα, ταῦτα μειζόνων κύκλων. αἰρομένου δέ, ἀντὶ τοῦ εἰς ὕψος δὲ προϊόντος ἀπὸ τῆς ἀνατολῆς, ἐλάττονα μὲν ἡμικυκλίου τὴν ἁψῖδα φαίνεσθαι, μείζονος δὲ τμῆμα κύκλου. ἔτι καὶ ἄλλο περὶ τῆς ἴριδος ἱστορεῖ, τὸ μετὰ μὲν τὴν ἰσημερίαν τὴν μετοπωρινὴν ἐν ταῖς βραχείαις ἡμέραις, τουτέστι τοῦ χειμῶνος, πάσης ὥρας τῆς ἡμέρας ἶριν συνίστασθαι δύνασθαι, ἐν δὲ τῷ θέρει μὴ συνίστασθαι περὶ μεσημβρίαν. ἔτι δὲ ἱστορεῖ δύο ἅμα ἰρίδων πλείους μὴ συνίστασθαι, τρίχρωμον δὲ ἑκατέραν αὐτῶν φαίνεσθαι, τουτέστι τρία ἔχουσαν χρώματα ἑκατέραν καὶ ταὐτά, ἀμυδρότερα δὲ ἐν τῇ ἐκτὸς περικειμένῃ φαίνεσθαι αὐτὰ καὶ ἀνάπαλιν κείμενα κατὰ τὴν θέσιν· τοῦτο γάρ ἐστι τὸ ἐξ ἐναντίας. καὶ λέγει, πῶς ἀνάπαλιν· τῆς γὰρ ἐντὸς τὴν πρώτην περιφέρειαν καὶ μεγίστην φοινικίαν2 ἐχούσης, τὴν ἐκτὸς τὴν ἐντὸς καὶ ἐλαχίστην περιφέρειαν καὶ ἐγγὺς κειμένην τῆς ἐκτὸς περιφερείας τῆς ἐντὸς ἴριδος ἔχειν καὶ αὐτὴν φοινικίαν.
“关于晕和虹,各自是什么以及由于何种原因而产生。” 在这些内容中谈论了暴风、旋风、火旋风和雷电之后,他提议谈论晕和虹,以及幻日和日晕柱,讨论它们各自是什么,以及它们产生的原因是什么。而他给出了再次提议一并讨论这些现象的原因,他说“因为所有这些现象也是由于彼此相同的原因而产生的,正如他在这些之前所提到的那些一样”;因为所有那些现象的原因与始基也是同一个,因此他也对它们作了一并的论述。因此,那些现象的原因是来自云的气体分泌,而这些现象的原因则是反射,正如他将要说明并证明的那样。但他指出,首先必须把握它们的性质以及附随于它们各自的现象,以便使之易于理解。至于它们具有何种性质与附随现象,他通过接下来的论述加以补充。他说,关于晕,往往可以看到整个圆周,而不总是圆的一部分,正如他将要谈论虹那样。此外,晕通常产生在太阳、月亮和明亮的恒星周围,而且同样产生在夜间和白昼;它既产生于正午,也产生于午后,但在黎明和日落前后则较少产生。但他所说的“午后”似乎指的不是日落,而是正午之后、日落之前的时刻,此时太阳已经在下降。在谈到晕常常呈现为一个圆之后,他指出关于虹则绝不会产生一个完整的圆,甚至不会产生大于半圆的弧段;此外,当太阳正在落下和升起时,弧段属于最小的圆,但它的弧,即圆周,显得最大。如果它绝不显得大于半圆,而当太阳落下和升起时所见到的弧最大,却属于最小的圆,那么他所表达的意思大概是:当太阳升起和落下时,仅有虹的半圆显现,且这些半圆属于最小的圆;以至于所显现的虹的半圆是较小圆的弧段,而显现为小于半圆的弧段则是较大圆的弧段。但是“随着升高”——意即随着从东方升向高处——弧显得小于半圆,但却是较大圆的弧段。关于虹,他还记述了另一件事:即在秋分之后,在白昼较短的时期,也就是在冬季,虹可以在白昼的任何时刻形成,但在夏季则不能在正午左右形成。此外,他还记述道,虹同时形成的不会超过两条,且它们各自显得有三种颜色,即各自具有相同的三种颜色,但在位于外层的那一条中,颜色显得较暗淡,并且在位置排列上相反;因为这就是“相反地”的意思。并且他解释了为何是相反的:因为内侧的虹的第一条也是最大的圆周是深红色的,而外侧的虹则是其内侧也是最小的圆周——即紧邻内侧虹的外圆周的那条圆周——本身也是深红色的。
- 3.9ἐλαχίστου μὲν κύκλου, μεγίστη δὲ αὐτοῦ ἡ ἁψίς, τουτέστιν ἡ περιφέρεια φαίνεται
属格 ἐλαχίστου μὲν κύκλου 作表语性理解,意为“[显现为]最小圆的[弧]”。通过 μέν...δέ,它与后半句 μεγίστη δὲ αὐτοῦ ἡ ἁψίς ... φαίνεται(“它的弧,即圆周,显得最大”)形成对比,凝练地表达了圆本身的直径最小、但地面上可见的弧度范围(达到半圆)却最大的反比关系。
- 3.9τῆς γὰρ ἐντὸς τὴν πρώτην περιφέρειαν καὶ μεγίστην φοινικίαν ἐχούσης, τὴν ἐκτὸς τὴν ἐντὸς καὶ ἐλαχίστην περιφέρειαν καὶ ἐγγὺς κειμένην τῆς ἐκτὸς περιφερείας τῆς ἐντὸς ἴριδος ἔχειν καὶ αὐτὴν φοινικίαν
前半句 τῆς ... ἐντὸς ... ἐχούσης 为属格独立结构,主句则是受前文 λέγει 支配的带不定式的宾格结构(τὴν ἐκτὸς ... ἔχειν)。其中 τὴν ἐκτὸς 为不定式 ἔχειν 的逻辑主语(“外侧的[虹]”),τὴν ἐντὸς καὶ ἐλαχίστην περιφέρειαν ... 为其宾语,καὶ αὐτὴν φοινικίαν 作表语性同位成分(“自身也同样为深红色”),用以说明内外两重虹中红色相邻且反向排列的关系。
