- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:137.10-138.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象学》卷三第1章(371a17),说明雷电的成因在于云中受强力挤出的多量而精细的风,阐释诗人们所称的两种雷电(耀斑雷与熏烟雷)的性质差异、证明雷电是风而非石头的证据,以及雷鸣碎裂物体的力学机制。
" Ἐὰν δ’ ἐν αὐτῷ τῷ νέφει πολὺ καὶ λεπτὸν ἐκθλιβῇ πνεῦμα, τοῦτο γίνεται κεραυνός." Εἰπὼν περὶ τυφῶνος καὶ πρηστῆρος νῦν λέγει περὶ κεραυνοῦ. φησὶ δὴ τὸν κεραυνὸν γίνεσθαι μὲν ἐκ τῆς ἀναθυμιάσεως τῆς αὐτῆς, ἧς καὶ τὰ προειρημένα,1 καὶ ταύτης ὅταν ἐκ τῶν νεφῶν ἐκκρίνηται, γίνεσθαι δέ φησι τὸν κεραυνόν, ὅταν ἐν αὐτῷ τῷ νέφει πολὺ καὶ λεπτὸν ἐκθλιβῇ πνεῦμα. ὁ μὲν γὰρ τυφὼν καὶ πρηστὴρ παχυτέραν εἶχον τὴν ἔκκρισιν, ὁ δὲ κεραυνὸς οὐ τοιαύτην, ἀλλὰ λεπτοῦ πνεύματός εἰσιν ἐκκρίσεις. διαφέροι δ’ ἂν ἥδε ἡ ἔκκρισις τῆς τὰς βροντάς τε καὶ ἀστραπὰς ποιούσης, ὅτι ἐκείνη μὲν κατὰ μικρὰ καὶ σποράδην καὶ ἐκ διαλειμμάτων ἐγίνετο, ἡ δὲ τῶν κεραυνῶν διαφέροι μὲν ἂν ἐκείνης καὶ τῇ λεπτότητι, οὐ μὴν ἀλλὰ καὶ τῷ πλήθει. ἡ γὰρ ἐκ τῶν νεφῶν ἔκκρισις τοῦ τοιούτου πνεύματος καὶ μετὰ βίας ἔκθλιψις, ἣ γίνεται διὰ τὴν πύκνωσιν ἐκείνων καὶ ψυχρότητα, κεραυνὸς γίνεται, ὃς ἐὰν μὲν λίαν ᾖ λεπτὸν τὸ πνεῦμα, οὐδὲ ἐπικαίει ταῦτα οἷς προσπίπτει, καὶ ἔστιν οὗτος ὁ κεραυνός, ὃν οἱ ποιηταὶ ἀργῆτα καλοῦσιν, ἐὰν δὲ ἧττον λεπτὸν ᾖ τὸ πνεῦμα τὸ ἐκκρινόμενον καὶ φερόμενον, ἐπικαῖον φέρεται, καὶ τὸν τοιοῦτον οἱ ποιηταὶ κεραυνὸν ψολόεντα καλοῦσιν. ὁ μὲν γὰρ ἀργὴς καλούμενος διὰ τὴν λεπτότητα ταχέως φερόμενος, φθάνει διιὼν διὰ τούτων, οἷς ἂν ἐμπέσῃ, πρὸ τοῦ ἐπικαῦσαι αὐτὰ καὶ μελᾶναι,2 πρὸς τὴν ταχεῖαν διέξοδον αὐτῷ ἅμα μὲν τοῦ τάχους τῆς κινήσεως, ἅμα δὲ τῆς λεπτότητος συντελούσης· ὁ δὲ ψολόεις καλούμενος βραδύτερον φερόμενος τῷ μὴ ὁμοίως εἶναι λεπτὸς χρώννυσι μὲν τὰ οἷς ἐμπελάζει, οὐ μὴν καίει· φθάνει γὰρ διελθὼν πρὸ τοῦ καῦσαι. διὰ ταύτην δὲ τὴν αἰτίαν λέγει καὶ τὰ μὲν στερεά τε καὶ πυκνὰ καὶ ἀντίτυπα καίεσθαι ὑπὸ τοῦ κεραυνοῦ ἐμπεσόντος εἰς αὐτά, τὰ δὲ μὴ ἀντίτυπα ἀπαθῆ μένειν. ἤδη γοῦν ἀσπίδος τὸ μὲν χάλκωμα διὰ τὴν ἀντιτυπίαν ἐχωνεύθη, τὸ δὲ ξύλον ἀπαθὲς ἔμεινε τῷ ταχέως διεξελθεῖν δι’ αὐτοῦ τὸ πνεῦμα. καὶ ἱματίοις δὲ ἐμπεσὸν τρύχινα μὲν αὐτὰ ἐποίησεν ἀναλῶσαν τὴν κροκύδα, αὐτὰ δὲ οὐκ ἔκαυσεν· ὑφ’ ὧν καὶ αὐτῶν μαρτυρεῖσθαί φησι τὸ εἶναι πνεῦμα τὸν κεραυνόν, ἀλλ’ οὐχ, ὡς οἴονταί τινες, στερεὰ καὶ λίθους. ὅτι δὲ πνεῦμα πεπυρωμένον ἐστὶν ὁ κεραυνός, εἶναί φησι καὶ ἐκ τῶν ὁρωμένων συλλογίζεσθαι καὶ ἱστορεῖ ὡς ἐπ’ αὐτοῦ τοῦ ναοῦ τοῦ ἐν Ἐφέσῳ ἐμπρησθέντος· καιομένου γὰρ αὐτοῦ κατὰ πολλὰ ἀποσπᾶσθαί τινας φλόγας καὶ καθ’ αὑτὰς συνεχεῖς φέρεσθαι. ὁ γὰρ καπνὸς καιόμενός ἐστιν ἡ φλόξ, πνεῦμα δὲ ὁ καπνός, ὥστε πνεῦμα καιόμενον ἡ φλόξ. τοιοῦτον δή τι καὶ ὁ κεραυνός. ἀεὶ δέ φησιν οἴεσθαι δεῖν καὶ συνακολουθεῖν τοῖς κεραυνοῖς πνεῦμα καὶ προϊέναι, ἀπύρωτον δηλονότι, ἐπεὶ καὶ ὁ κεραυνὸς αὐτὸς πνεῦμα. διὰ τοῦτο γὰρ μηδὲ ὁρᾶσθαι τὸ πνεῦμα τοῦτό φησι, τῷ ἀχρωμάτιστον εἶναι. σημεῖον δὲ τοῦ πνεῦμα προηγεῖσθαι τῶν κεραυνῶν παρέσχε τὸ ταῦτα, οἷς ἂν ἐμπίπτειν μέλλῃ, κινεῖσθαι πρὸ τῆς πληγῆς. λέγει δὲ καὶ τὰς βροντὰς οὐ τῷ ψόφῳ διιστᾶν ἃ δοκεῖ διίστασθαι ὑπ’ αὐτῶν, ἀλλὰ τῷ ἐκκρινόμενον τὸ πνεῦμα ἐκ τῶν νεφῶν τοῦτο καὶ ποιοῦν τὸν ψόφον τῇ πρὸς τὰ νέφη πληγῇ ἐμπῖπτον τῇ πληγῇ τὴν διάστασιν αὐτῶν ποιεῖν.3 λέγει δὲ τὸ πνεῦμα τὸ ἐν ταῖς βρονταῖς τὰς διαστάσεις τινῶν τῇ πληγῇ ποιοῦν μηκέτι καὶ ἐπικαίειν αὐτό· ἄλλο γὰρ τοῦτο τῶν κεραυνῶν.
“而如果在云本身中挤出大量而精细的风,这就成为雷电。” 在谈论了旋风和火旋风之后,他现在谈论雷电。他说,雷电也是由与上述现象相同的呼气产生的,并且也是在呼气从云中分泌出来时产生的,但他指出,当在云本身中挤出大量而精细的风时,雷电便产生。因为旋风和火旋风具有较浓稠的分泌物,而雷电并非如此,而是精细之风的分泌。这种分泌与产生雷鸣和闪电的分泌不同,因为那一种是少量地、零散地且断断续续地产生的,而雷电的分泌不仅在精细程度上,而且在数量上也与那一种不同。因为从云中分泌出并受强力挤出的这种风——它是由于云的致密化和寒冷而产生的——便成为雷电;如果风极其精细,它甚至不会灼伤它所落到的物体,这便是诗人们所称的“耀斑雷”;但如果被分泌并运行的风不那么精细,它便伴随着灼烧而运行,诗人们称这种雷电为“熏烟雷”。因为被称为“耀斑雷”的雷电由于精细而运行迅速,在灼伤和熏黑它们之前,就已抢先穿透了它所落上的那些物体,运动的迅速与精细性同时促成了它的迅捷穿透;而被称为“熏烟雷”的雷电由于不具有同等的精细性而运行较慢,给它所临近的物体染上颜色,却并不焚烧;因为它在焚烧之前就已穿透过去。他说,也是由于这个原因,坚固、致密且有抗力的物体在雷电落入其中时会被灼烧,而没有抗力的物体则完好无损。至少曾经有盾牌的青铜外皮由于具有抗力而被熔化,而木质部分则由于风迅速穿透过去而完好无损。当落入衣服中时,它消耗了绒毛使衣服变得破烂,却并未焚毁衣服本身;他说,正由这些事实也证实了雷电是风,而不是像某些人认为的那样是坚硬物体和石头。他说,雷电是着火的风,这一点也可以从肉眼可见的现象中推导出来,并且他记述了以弗所那座神庙本身被焚毁时的情况;因为在它燃烧时,在许多地方某些火焰被剥离下来,并各自持续地运行。因为燃烧的烟就是火焰,而烟是风,所以火焰就是燃烧的风。雷电确实也是某种这样的东西。他说,必须认为总有一股风既伴随着雷电又先行于雷电——显然是未着火的,因为雷电本身也是风。他说,正因如此,这股风甚至无法被看见,因为它是无色的。而风先行于雷电的证据,他指出在于它即将落上的物体在遭受打击之前就被移动了。他还说,雷鸣也不是通过声响来劈开那些看似被它们劈开的物体的,而是通过从云中分泌出来、并且通过撞击云层也产生声响的这股风,在落于物体上时通过打击造成了它们的劈裂。他说,在雷鸣中通过打击造成某些物体劈裂的风本身并不再进行灼烧;因为这与雷电是不同的。
- 3.8ἧς καὶ τὰ προειρημένα
关系代词 ἧς 为属格,与先行词 τῆς ἀναθυμιάσεως 一致,从句中省略了谓语动词(如 ἐστι 或 ἐγένετο)。此处作来源或质料属格,意为“上述现象亦由之[产生的那同一种呼气]”。
- 3.8φθάνει διιὼν διὰ τούτων, οἷς ἂν ἐμπέσῃ, πρὸ τοῦ ἐπικαῦσαι αὐτὰ καὶ μελᾶναι
限定动词 φθάνει 与分词 διιών 构成惯用结构(φθάνω +分词),表示“抢先/在……之前通过”,并由紧随其后的时间短语 πρὸ τοῦ +不定式(ἐπικαῦσαι αὐτὰ καὶ μελᾶναι)在时间先后顺序上构成了双重强调。
- 3.8ἀλλὰ τῷ ἐκκρινόμενον τὸ πνεῦμα ἐκ τῶν νεφῶν τοῦτο καὶ ποιοῦν τὸν ψόφον τῇ πρὸς τὰ νέφη πληγῇ ἐμπῖπτον τῇ πληγῇ τὴν διάστασιν αὐτῶν ποιεῖν
由冠词 τῷ 引导的表示原因或手段的与格不定式结构(τῷ ... ποιεῖν),其中包孕了宾格主语 τὸ πνεῦμα τοῦτο 以及与它一致的三个现在分词(ἐκκρινόμενον、ποιοῦν、ἐμπῖπτον)。基本主干为“通过这种风……在撞击时以其打击造成它们的碎裂”。
