- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:136.1-137.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《气象学》371a1–371a15,亚历山大讨论了旋风、火旋风与云暴风之间的区别。他解释了旋风如何拖拽云朵旋转下降并卷起陆地与海面上的物体,以及当风因运动和受热而发火并染上颜色时何以被称为火旋风。
" Καλεῖται δέ, ἂν ἀχρωμάτιστον ᾖ, τοῦτο τὸ πάθος τυφών, ἄνεμος." Εἰπὼν περὶ τυφῶνος πῶς γίνεται, νῦν διαφορὰν λέγει πρηστῆρος καὶ τυφῶνος. ὅταν μὲν γὰρ ᾖ τὸ πνεῦμα τὸ οὕτως κινούμενον μὴ κεχρωσμένον πυρώδει χρόᾳ, ὁποία καὶ ἡ ἀστραπὴ περὶ ἧς προεῖπε, τυφὼν καλεῖται, ὢν οἷον ἐκνεφίας ἄπεπτος· οὐ γὰρ τέλεον διακεκριμένον οὐδὲ ἀπολελυμένον ἐπ’ αὐτοῦ τὸ πνεῦμα τοῦ νέφους ἐκκρίνεται, ὡς ἐπὶ τοῦ ἐκνεφίου, ἀλλὰ συνεφέλκον τι καὶ τοῦ νέφους διὰ τὸ μηδέπω πεπέφθαι, ὡς δύνασθαι χωρίζεσθαι τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου. βορείοις δὲ οὐ γίνεται τυφών, τουτέστιν ὅταν ψῦχος ᾖ καὶ χιόνες, οὐ γίνεται τυφὼν οὐδὲ ἐκνεφίας, διὰ τὸ ταῦτα μὲν εἶναι πνεῦμα, τὸ δὲ πνεῦμα ξηρὰν εἶναι καὶ θερμὴν ἀναθυμίασιν, ἥτις ὑπό τε τῆς χιόνος καὶ τοῦ πάγους εὐθὺς ἀρχομένη σβέννυται. τοῦ δὲ κρατεῖν τὴν ὑγράν τε καὶ ψυχρὰν τότε τῆς τοιαύτης ἀναθυμιάσεως σημεῖον1 ὅ τε νιφετὸς καὶ τὸ βόρεια καὶ ψυχρὰ εἶναι τὰ ὑγρά· οὐ γὰρ ἂν ἦν τοιαῦτα μὴ ἐπικρατούσης τῆς ψυχρότητος.
“而如果它是无色的,这种状况便被称为旋风,即一种风。” 在说明了旋风是如何产生的之后,他现在说明火旋风与旋风的区别。因为每当以这种方式运动的风未被染上如他先前谈到的闪电那样的火红色时,它就被称为旋风,犹如一种未成熟的云暴风。因为在它的情形中,风并不是像在云暴风中那样完全与云分离并解脱出来而被分泌,而是由于尚未成熟到使二者能够彼此分离的地步,因而连同云的一部分一同拖拽出来。在吹北风时不会产生旋风,也就是说,每当有寒冷和降雪时,既不产生旋风也不产生云暴风,因为这些是风,而风是干燥而温暖的呼气,它在刚一开始时就会被雪和冰熄灭。而当时湿冷的〔呼气〕胜过这种呼气的证据是降雪以及湿润之物是偏北风且寒冷的;因为若不是寒冷占主导,它们就不会是这样的。
"Γίνεται μὲν οὖν τυφών, ὅταν ἐκνεφίας γινόμενος." Διὰ τούτων τὸν τυφῶνα τοῦ ἐκνεφίου χωρίζει πάλιν οὐ κατὰ τὴν τῆς κινήσεως διαφορὰν μόνην, ἀλλὰ μάλιστα καὶ κατὰ τὴν τοῦ πνεύματος. τὸ γὰρ συνεφελκόμενον πνεῦμα ἐν τῇ ἐκκρίσει καὶ αὐτὸ τὸ νέφος διὰ τὸ μὴ δύνασθαι αὐτοῦ ἀπολυθῆναι τυφών, ἀπολελυμένον δὲ καὶ καθαρώτερον πνεῦμα ὁ ἐκνεφίας. ὅταν γὰρ ἐκνεφίας γινόμενος ἄνεμος μὴ δύνηται ἀπολυθῆναι τοῦ νέφους, ἔστιν ἡ τοιαύτη ἔκκρισις τυφών, ὅταν διὰ τὴν ἀντίκρουσιν κύκλῳ φέρηται, καὶ οὕτω συστρεφόμενον ἕλικα ποιοῦν ἐπὶ γῆν φέρηται τῷ μὴ δυνηθῆναι καθαρῶς ἀπαλλαγῆναι τοῦ νέφους συγκατάγουσα κἀκεῖνο,2 ὥστε δοκεῖν νέφος εἶναι τὸ κινούμενον. καθὸ δὲ ἐπ’ εὐθείας ἐκπνεῖ, ταύτῃ καὶ κινεῖ τὰ ἐμπίπτοντα [κινεῖ] πάντα· τῷ δὲ κύκλῳ κινεῖσθαι καὶ τὰ κινούμενα ὑπ’ αὐτοῦ στρέφων κινεῖ. διὸ καὶ πολλάκις στρέψας τινὰ τῶν ἐπὶ γῆς ἢ θαλάσσης ἀναφέρει εἰς ὕψος, τῷ διέξοδον μὴ ἔχειν ἐπὶ τὸ αὐτὸ πάλιν ἀνακάμπτων. διὸ ἐκ μὲν τῆς θαλάσσης πολλάκις μὲν ὕδωρ ἀνασπᾷ, ἤδη δέ που καὶ πλοιάριον ἐμετεώρισε περιλαβὼν τῇ δίνῃ· ἐκ δὲ τῆς γῆς καὶ λίθους καὶ ἄλλα τινὰ μετεωρίζει, ἤδη δὲ καὶ ζῷα· τὰ δὲ ἀναφερόμενα ὑπ’ αὐτοῦ ὀλίγον μετεωρισθέντα καταφέρεται πάλιν, ξηρότερα γενόμενα διὰ τὴν ξηρότητα τοῦ ἀνάγοντος αὐτὰ πνεύματος.
“因此,每当正在形成的云暴风……时,旋风便产生。” 通过这些话,他再次将旋风与云暴风区分开来,不仅依据运动的差异,而且尤其依据风的差异。因为在分泌过程中由于无法从云中解脱出来而将云本身也一同拖拽的风是旋风,而已解脱出来且更纯净的风则是云暴风。因为每当正在成为云暴风的风无法从云中解脱出来时,当它由于反撞而作圆周运动,并以这种方式盘旋形成螺旋而向地面运行时,这样的分泌就是旋风,由于它无法从云中纯粹地脱离出来,它将那朵[云]也一同带下,以至于运动之物看起来像是一朵云。并且在它沿直线喷出的方向上,它在这个方向上推动一切迎面撞上的东西;而通过作圆周运动,它通过旋转来推动被它推动的物体。因此,在旋转了地面或海面上的某些物体之后,它常常将它们升到高处,由于没有出口而再次折回到同一地方。因此,它常常从海中吸起水,甚至已经曾将一条小船卷入涡旋中升到空中;从陆地上它将石头和某些其他物体升入空中,甚至曾将动物也升入空中;但是被它卷起的物体在被稍稍升起之后,又重新落下来,由于带动它们升起的风的干燥而变得更加干燥。
"Ὅταν δὲ κατασπώμενον ἐκπυρωθῇ." Ὅταν, φησί, τὸ προειρημένον πνεῦμα φερόμενον ὃν προείρηται τρόπον κατασπώμενον ἐκπυρωθῇ, ὃ γίνεται ἐν τῇ κινήσει λεπτοτέρου τοῦ πνεύματος γενομένου καὶ πεφθέντος,3 ἀλλὰ μή, ὡς εἶπεν ἐπὶ τοῦ τυφῶνος, ἀπέπτου φερομένου, τότε πρηστὴρ καλεῖται. καὶ δι’ ὃ οὕτως ὀνομάζεται, προσέθηκεν· ὅτι γὰρ τὸν πλησίον αὐτοῦ ἀέρα συνεμπίπρησιν ἐν τῇ πυρώσει, ὡς καὶ χρωματίζειν.
“而每当它在被拽下时发火……” 他说,每当上述的风以上述方式运行而在被拽下的过程中发火时——这是由于在运动中风变得更精细且成熟而产生的,而不是像他在旋风的情形中所说的那样未成熟地运行——,那时它便被称为火旋风。并且他也补充了它之所以被这样命名的原因:因为在发火过程中它将自己附近的空气一同点燃,以至于甚至使其具有了颜色。
- 3.5τοῦ δὲ κρατεῖν τὴν ὑγράν τε καὶ ψυχρὰν τότε τῆς τοιαύτης ἀναθυμιάσεως σημεῖον
τοῦ κρατεῖν 是带冠词的不定式属格,依附于表语名词 σημεῖον,充当说明性或宾格性属格(意为“……占据优势的证据是……”)。整句话的语法主语是后文并列的 ὅ τε νιφετὸς καὶ τὸ βόρεια καὶ ψυχρὰ εἶναι τὰ ὑγρά。
- 3.6συγκατάγουσα κἀκεῖνο
阴性单数主格分词 συγκατάγουσα 脱离了前面一连串的中性分词(συστρεφόμενον, ποιοῦν),而在语法上与主语名词 ἡ τοιαύτη ἔκκρισις(阴性)取得一致。前面的中性分词是依照语义(constructio ad sensum)与潜在的风(τὸ πνεῦμα)一致,此处则回归到显式主语的语法性。
- 3.7ὃ γίνεται ἐν τῇ κινήσει λεπτοτέρου τοῦ πνεύματος γενομένου καὶ πεφθέντος
关系代词 ὃ 的先行词是前面动词短语 κατασπώμενον ἐκπυρωθῇ 所表达的整个事件(在被拽下时发火)。后接的 λεπτοτέρου τοῦ πνεύματος γενομένου καὶ πεφθέντος 为属格绝对结构,表示发火的原因或伴随情况。
