- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:134.28-135.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象论》370b17,阐明旋风因云与云的阻挡阻碍其直线运动以及后方气流推挤而形成圆周运动的力学成因,并对亚里士多德关于云的凝缩与风的分泌之间因果顺序的表述做出合理解释。
" Ὅταν δὲ τὸ ἐκκρινόμενον πνεῦμα." Εἰπὼν περὶ ἐκνεφίου ἐφεξῆς περὶ τυφῶνος λέγει, ὅς ἐστι πνεῦμα εἱλούμενον κύκλῳ βίᾳ καὶ μετὰ τοῦ σχήματος τούτου φερόμενον κάτω. γίνεσθαι δὲ τοῦτό φησιν, ὅταν τὸ ἐκ τοῦ νέφους ἐκκρινόμενον πνεῦμα ἑτέρῳ νέφει ἀντιτυπήσῃ καὶ κωλυθῇ ἐπ’ εὐθείας ἐνεχθῆναι παραπλησίως ὡς ὅταν ἐκ πλατέος τόπου εἰς στενόν τι ἄνεμος συρρέῃ ὀλίγην ἔχων τὴν διέξοδον. πολλάκις γὰρ ἐν τῇ τοιαύτῃ φορᾷ τοῦ πνεύματος ἀπωσθεῖσα ἡ ἀρχὴ τοῦ πνέοντος [ἢ] διὰ τὸ μὴ σχεῖν διέξοδον ἢ διὰ τὸ μὴ ὑπείκειν τὸ πρὸ αὐτοῦ ἢ καὶ διὰ τὸ ἀντιπνεῖν ἄλλο τι πνεῦμα κύκλον καὶ δίνην ποιεῖ. τὸ μὲν γὰρ ἀντιβαῖνον αὐτῷ εἰς τὸ πρόσθεν αὐτὸ προϊέναι κωλύει, τὸ δὲ ἐπιρρέον ὄπισθεν ἐπωθεῖ τε καὶ κωλύει αὐτοῦ τὴν ἐπ’ εὐθείας ἐπὶ τοῦτο ὅθεν ἠνέχθη φοράν· ἀνάγκη δὴ οὖν αὐτῷ εἰς τὸ πλάγιον τῶν ἐφ’ ἃ κωλύεται φέρεσθαι ἐνεχθῆναι,1 ὥσπερ δὲ ἡ ἀρχή, οὕτως ἀεὶ καὶ τὸ ἐχόμενον καὶ μετὰ τὴν ἀρχὴν ἕπεσθαι ἐκείνῳ, ἕως ἂν ἡ ἀρχὴ ἀνακάμψασα τοῦ φερομένου πνεύματος συνάψῃ τῷ ὄπισθεν φερομένῳ καὶ ἐπωθοῦντι τὸ ἀνακάμπτον καὶ γένηται ἕν. τοῦτο δὲ τὸ σχῆμα γίνεται κύκλος· οὐ γὰρ κίνησις μία τῷ συνεχής τε εἶναι2 καὶ ἐπὶ συνεχοῦς, τοῦτο καὶ αὐτὸ ἀνάγκη ἓν εἶναι. αἵ τε δὴ ἐπὶ τῆς γῆς γινόμεναι δῖναι οὕτως, γίνονται δὲ καὶ ἐν τοῖς νέφεσιν, ὁμοίως μὲν ἀλλήλαις γινόμεναι, κατὰ τὴν ἀρχὴν δὲ διαφέρουσαι, ὅτι ἡ μὲν ἐπὶ γῆς ἡ δὲ ἐν τοῖς νέφεσιν ὁμοίως κατὰ τὴν ἀρχὴν ἀλλήλαις συνάπτουσαι· τοιοῦτον γὰρ ἡ δίνη. πλὴν ὅτι, ὥσπερ ὅταν ἐκνεφίας γίνηται·3 πλὴν ὡς ἐπὶ τοῦ ἐκνεφίου ἀεὶ καὶ συνεχὴς ἡ ἐκ τοῦ νέφους ἔκκρισις τοῦ πνεύματος γινομένη ποιεῖ τὸν ἐκνεφίαν ἄνεμον συνεχῆ, οὕτως ἐπὶ τοῦ τυφῶνος τῇ πρώτῃ ἐκκρίσει τοῦ πνεύματος ἐπακολουθεῖ τὸ συνεχὲς καὶ ἐφεξῆς τοῦ νέφους, οὐ δυναμένου τοῦ πνεύματος διὰ πυκνότητα τοῦ νέφους ἐκκριθῆναι καθαρῶς ἀπ’ αὐτοῦ, ἀλλὰ σὺν αὐτῷ καὶ τοῦ νέφους συνεφέλκοντός τι. καὶ στρέφεται μὲν κύκλῳ τοῦτο διὰ τὴν εἰρημένην αἰτίαν, κάτω δὲ καὶ ἐπὶ γῆν φέρεται διὰ τὸ ἐπὶ ταῦτα τὴν ἔκκρισιν τὴν ἐκ τοῦ νέφους τοῦ πνεύματος ἀεὶ γίνεσθαι, καθ’ ἃ πυκνοῦται τὰ νέφη. ὥσθ’ ὅταν ἐπὶ τὰ κάτω τετραμμένα μέρη ἡ πύκνωσις γένηται τοῦ νέφους, ἀνάγκη ἐντεῦθεν καὶ τὴν ἔκκρισιν γινομένην τοῦ πνεύματος φέρεσθαι κάτω διὰ τὴν βίαν. αὐτὸς μέντοι ὅσον ἐπὶ τῇ λέξει δοκεῖ ἔμπαλιν εἰρηκέναι· οὐ γὰρ καθ’ ὃ πυκνοῦται τὰ νέφη, τὴν ἔκκρισιν γίνεσθαι τοῦ θερμοῦ λέγειν δοκεῖ, ἀλλὰ ἔμπαλιν καθ’ ὃ ἐκκρίνεται τὸ θερμόν, κατ’ ἐκεῖνο γίνεσθαι τὴν τοῦ νέφους πύκνωσιν. οὐ μὴν οὕτως ἔχει· οὐ γὰρ τῇ ἐκκρίσει τοῦ πνεύματος ἡ πύκνωσις ἀκολουθεῖ τοῦ νέφους, ἀλλ’ ἔμπαλιν τῇ πυκνώσει τοῦ νέφους ἡ τοῦ πνεύματος ἔκκρισις. τοῦτο γὰρ ἐν τοῖς πρώτοις δέδεικται.
“而每当分泌出来的风……” 在讨论了云暴风之后,他接着讨论旋风,这是一种猛烈地呈环形旋转并带着这种形状向下运行的风。他说,每当从云中分泌出来的风撞击另一朵云,并被阻碍沿直线运行时,便产生这种现象,这非常类似于风从宽阔的地方汇聚到一个狭窄的地方而出口极小的情形。因为在风的这种运行中,吹出的风的前端往往或者由于没有出口,或者由于其前方之物不退让,或者甚至由于某种其他的风迎面吹来而被推回,从而形成一个圆环和涡旋。因为迎面阻挡之物阻碍它向前行进,而从后面流入之物又向前推挤它,并阻碍它沿直线朝向它原来所来自的方向运行;因此,它必然向着它被阻碍运行的各个方向的侧面运行,并且正如前端一样,前端之后紧随的部分也总是跟随其后,直到运行中的风的前端转折回来,与从后方运行并推挤着转折部分的东西结合并融为一体。而这一形状便成为一个圆;因为凡是因其连续且作用于连续物之上而运动归于单一之物,其自身也必然是一体的。在地面上产生的涡旋是这样,在云中产生的也是如此,它们彼此以类似的方式产生,但在始元上有所不同,因为一种是在地面上,另一种是在云中,它们在始元上类似地相互衔接;因为涡旋就是这样一种东西。“除了正如每当产生云暴风时……”;除了正如在云暴风的情形中,风从云中持续且连续的分泌使云暴风成为一种连续的风,同样在旋风的情形中,云的连续且紧接的部分伴随着风的最初分泌而来,这是因为由于云的致密,风无法从云中纯粹地分泌出来,而是带着云的一部分一同拖拽出来。并且这由于前述的原因而呈环形旋转,同时由于风从云中的分泌总是沿着云发生凝缩的方向进行,因而向下且向着地面运行。因此,每当云的凝缩在朝向下方的部分产生时,从那里产生的风的分泌便必然由于暴力而向下运行。然而,就字面表达而言,他本人似乎把话说反了;因为他似乎不是在说热者的分泌沿着云发生凝缩的方向产生,而是反过来说云的凝缩沿着热者分泌的方向产生。然而事实绝非如此;因为云的凝缩并非伴随着风的分泌而来,恰恰相反,风的分泌是伴随着云的凝缩而来的。因为这一点在最前面的部分中已经被证明了。
- 3.4εἰς τὸ πλάγιον τῶν ἐφ’ ἃ κωλύεται φέρεσθαι ἐνεχθῆναι
在实体化的中性短语 εἰς τὸ πλάγιον 之后,属格 τῶν ἐφ’ ἃ κωλύεται 作为分离或对比属格(即“偏离被阻碍的方向而朝向侧方”),修饰运行的方向。
- 3.4οὐ γὰρ κίνησις μία τῷ συνεχής τε εἶναι καὶ ἐπὶ συνεχοῦς, τοῦτο καὶ αὐτὸ ἀνάγκη ἓν εἶναι
写本中流传的否定词 οὐ 应理解为关系代名词 οὗ 的讹误或异读,与后文的 τοῦτο καὶ αὐτό 构成相应结构,意为“凡是因连续且作用于连续物之上而运动归于单一之物,其自身也必然是一体的”。
- 3.4πλὴν ὅτι, ὥσπερ ὅταν ἐκνεφίας γίνηται·
这是对亚里士多德原文(370b24)短语的引证(引语式插入),随后从 πλὴν ὡς ἐπὶ τοῦ ἐκνεφίου... 开始进入注解者自身的转述与详细解析。
