← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§133.3-134.27

蒸气分泌所生云暴风与云的二重质料

在亚里士多德《气象学》第三卷开篇(370b3–370b13)中,亚历山大总结了前卷关于雷鸣与闪电的讨论,阐明由干燥蒸气的猛烈分泌所产生的其余现象(包括云暴风),并解释了云作为潜能上同时包含水与风的质料如何根据主导蒸气的不同而转变为雨或风。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

" Περὶ δὲ τῶν ὑπολοίπων εἴπωμεν ἔργων τῆς ἐκκρίσεως ταύτης." Προθέμενος ἐν τῷ πρὸ τούτου βιβλίῳ πρὸς τῷ τέλει εἰπεῖν περί τε βροντῆς καὶ ἀστραπῆς καὶ τυφῶνος καὶ πρηστῆρος καὶ κεραυνῶν, καὶ αἰτίαν ἀποδοὺς τοῦ ἅμα περὶ πάντων αὐτὸν τούτων προθέσθαι τὸ ἅπαντα εἶναι ταῦτα κατὰ τὸ ὑποκείμενον ἕν, εἰρηκὼς ἐν τῷ πρὸ τούτου περί τε βροντῆς καὶ ἀστραπῆς, ὅτι γίνεται ταῦτα ἐκκρινομένης μετὰ βίας τῆς ἐν τοῖς νέφεσι ξηρᾶς ἀναθυμιάσεως ἐναπειλημμένης, συνισταμένων αὐτῶν καὶ πυκνουμένων καὶ ὥσπερ ἐκπυρηνιζόντων αὐτὴν τῇ πυκνότητί τε καὶ ψυχρότητι, ἐν τούτῳ περὶ τῶν ὑπολοίπων ἔργων τῆς ἐκκρίσεως ταύτης, ἃ ποιεῖ ἐκκρινομένη, εἰπεῖν προτίθεται·1 ταῦτα δ’ ἐστὶν ἐκνεφίας τε καὶ τυφὼν πρηστῆρές τε καὶ κεραυνοί· καὶ γὰρ τούτων αἰτία ἡ τῆς ξηρᾶς ἀναθυμιάσεως μετὰ βίας ἐκ τῶν νεφῶν ἔκκρισις. τὸν δὲ ἤδη ὑφηγημένον τρόπον λέγοντες προσέθηκεν, ὅτι ὥσπερ ἐπὶ τῶν προειρημένων ἐν τοῖς πρώτοις διττή τις ἐλέγετο ἀναθυμίασις γίνεσθαι, καὶ ἐξ ἐκείνης ἡ ἀρχὴ τῆς γενέσεως τῶν ἐν τοῖς μεταρσίοις, οὕτω δὴ καὶ ἐπὶ τῶν μελλόντων λέγεσθαι. καὶ πρῶτον λέγει περὶ τοῦ ἐκνεφίου· ἐκνεφίαι δὲ λέγονται τὰ πνεύματα τὰ ἐξ αὐτῶν τῶν νεφῶν πνέοντα, ὅθεν αὐτοῖς καὶ τὸ ὄνομα.

“那么,让我们来讨论这一分泌的其余后果。” 在上一卷末尾提议论述雷鸣、闪电、旋风、火旋风和落雷,并给出他提议同时讨论所有这些现象的原因——即所有这些在底层基质上是一体的;在上一卷中论述了雷鸣和闪电是在截留在云中的干燥蒸气因云的凝聚与凝缩并由于其密度和寒冷而如吐籽般将其挤出从而被猛烈分泌出来时产生的之后,在这一卷中他提议讨论这一分泌的其余后果,即它在被分泌时所引起的事情。而这些就是云暴风、旋风、火旋风和落雷;因为这些现象的原因同样是干燥蒸气从云中被猛烈地分泌出来。他补充说“按照已经指出的方式来讨论”,是因为正如在最前面的部分中关于前述现象曾说过产生两种蒸气,高空现象的生成始元即来源于此,在即将讨论的现象中也同样如此。首先他讨论了云暴风;所谓云暴风是指从云本身吹出的风,其名称也由此而来。

§3.2

"Τὸ γὰρ πνεῦμα τοῦτο." Τοῦτο λέγει, περὶ οὗ εἶπε περὶ βροντῆς τε καὶ ἀστραπῆς λέγων. τοῦτο δὴ τὸ πνεῦμα, φησί, τὸ ἐκ τῶν νεφῶν πυκνουμένων ἐκκρινόμενον κατὰ μικρὰ μὲν ἐκκρινόμενον καὶ διεσπαρμένως, καὶ μὴ συνεχῆ τὴν γένεσίν τε καὶ ἔκκρισιν ἔχον, ἀλλὰ πολλάκις καὶ κατὰ μικρὰ γεννώμενόν τε καὶ ἐκκρινόμενον, καὶ μὴ μένον ἀλλὰ διαπνέον τῷ λεπτότερον εἶναι βροντάς τε καὶ ἀστραπὰς ποιεῖ τὸν προειρημένον τρόπον. ἂν δ’ ἀθρόον τε ἐκκρίνηται καὶ πυκνότερον, τουτέστι σωματωδέστερον, ὡς μὴ διαπνεῖν ἀλλὰ διαμένειν (εἰπὼν δὲ πυκνότερον ἐξηγήσατο πῶς εἶπε τὸ πυκνότερον ἐπενεγκὼν τὸ ἧττον λεπτόν), τότε ὁ καλούμενος ἐκνεφίας ἄνεμος γίνεται, πνεῦμα ἐξ αὐτοῦ τοῦ νέφους ῥέον μετὰ βίας διὰ τὴν ἀθρόαν τε καὶ ταχεῖαν ἔκκρισιν· τὸ γὰρ τάχος τῆς ἐκκρίσεως ποιεῖ τὴν ἰσχύν, δι’ ἣν ἰσχὺν βίαιον γίνεται τὸ πνεῦμα. ὅταν γὰρ συνακολουθήσῃ τῇ πρώτῃ ἐκκρίσει πολλή τε καὶ συνεχὴς ἔκκρισις, τότε γίνεται τὸ πνεῦμα τοῦτο παραπλησίως, ὥσπερ ὁ ὑετὸς γίνεται ἄγαν, ὅταν ἡ ἐναντία πάλιν τῇ ξηρᾷ ἀναθυμιάσει, ἥτις ἐστὶν ἡ ὑγρά, ἀρχὴν τῆς ἐκκρίσεως λάβῃ. τοῦτο γὰρ εἶπε διὰ τοῦ ὥσπερ ὅταν πάλιν εἰς τοὐναντίον ὁρμήσῃ.

“因为这种风。” 他所说的是他在论述雷鸣和闪电时所提到的那一种风。他说,从凝缩的云中分泌出来的这种风,如果是小量且分散地被分泌出来,不具有连续的生成和分泌,而是频繁且少量地生成并被分泌出来,并且不驻留而是因较为稀薄而消散时,便以前述的方式产生雷鸣和闪电。但如果它是一股脑地且更为致密地——即更为具躯体性地——被分泌出来,以至于不消散而是持续存在(在说了“更为致密”之后,他通过补充“不那么稀薄”解释了他所说的“更为致密”是什么意思),那么被称为云暴风的风便由此产生,这是一种由于一股脑且迅速的分泌而从云本身猛烈流出的风;因为分泌的速度产生了力量,由于这种力量,风变得猛烈。因为每当大量的且连续的分泌伴随着最初的分泌发生时,这种风便会产生,正如同与干燥蒸气相对立的蒸气——即湿润的蒸气——再次获得分泌的始元时产生暴雨一样;因为他通过“正如每当它再次向着相反方向冲去时一样”这句话所表达的正是这一意思。

§3.3

"Ὑπάρχει μὲν οὖν ἄμφω δυνάμει ταῦτα κατὰ τὴν ὕλην." Ὕλην εἶπε τὸ νέφος τῶν τε πνευμάτων καὶ τῶν ὑδάτων, ὅτι δυνάμει ἐν αὐτῇ ἄμφω ταῦτά ἐστιν, ἀλλ’ οὐκ ἐνεργείᾳ ὄντα ἤδη τοιαῦτα. ὕλη δὲ τὸ δυνάμενόν τι γενέσθαι οὗ δύναται. ὅταν δὲ ἀρχὴ γένηται ὁποτερουοῦν τῶν δύο τῶν δυνάμει ὄντων ἐν τῷ νέφει, ὡς τὴν εἰς αὐτὸ μεταβολὴν γίνεσθαι, ἀκολουθεῖ πᾶν τὸ τῆς αὐτῆς φύσεως ὂν ἐν τῷ νέφει καὶ εἰς τὸ αὐτὸ μεταβάλλειν δυνάμενον, ὁποτέρας δ’ ἀναθυμιάσεως ᾖ πλέον ἐν τῷ νέφει, ταύτῃ ἀρξαμένῃ μεταβάλλειν ἀκολουθεῖ καὶ τὸ λοιπὸν αὐτῆς συμμεταβάλλον,2 καὶ γίνεται, ἂν μὲν ἡ ὑγρὰ πλεονάζῃ, μεταβολῆς τινος εἰς ὕδωρ γενομένης καὶ ἀρχῆς τοιαύτης, ὑετὸς συνεχής τε καὶ πολύς, ἂν δὲ ἡ ξηρὰ τοιαύτη ᾖ, τὸ ἐπακολουθοῦν τῇ πρώτῃ τοῦ πνεύματος ἐκκρίσει πνεῦμα συνεχές τε καὶ πολὺ ἐκνεφίας, ἐκ τοῦ νέφους ἐκκρινόμενον μετὰ βίας ἀθρόον πνεῦμα καὶ φερόμενον κάτω.

“那么,这两者依其质料在潜能上存在。” 他之所以把云称为风和水两者的质料,是因为这两者在潜能上存在于其中,但尚未在现实上成为此类事物;而能够成为某物的东西,就是它所能成为之物的质料。每当云中在潜能上存在的两者中无论哪一个开始发生,使得向着它的转变产生时,云中具有相同本性且能够转变为同一事物的一切都会随之而来。无论哪一种蒸气在云中更为丰富,一旦它开始转变,它的其余部分也共同转变并随之而来;如果湿润的蒸气占优势,在产生向水的某种转变及此类始元之后,便产生连续且大量的雨;但如果干燥的蒸气是如此,那么伴随着风的最初分泌而来的连续且大量的风便成为云暴风——一种从云中猛烈地、一股脑地被分泌出来并向下运行的风。

语法注2 条
  1. 3.1Προθέμενος ἐν τῷ πρὸ τούτου βιβλίῳ ... προτίθεται

    该长句的骨干由分隔结构(hyperbaton)构成:前半部分的三个分词 Προθέμενος(提议)、ἀποδούς(给出)、εἰρηκώς(陈述)作为前提出现在前,统摄对前一卷论述的回顾,主句动词为后方的 προτίθεται(提议),其省略的主语为亚里士多德。

  2. 3.3ὁποτέρας δ’ ἀναθυμιάσεως ᾖ πλέον ἐν τῷ νέφει, ταύτῃ ἀρξαμένῃ μεταβάλλειν ἀκολουθεῖ καὶ τὸ λοιπὸν αὐτῆς συμμεταβάλλον

    在关系从句 ὁποτέρας δ’ ἀναθυμιάσεως ᾖ πλέον 中,名词 ἀναθυμιάσεως 被吸引到关系代词的属格之中。主句中以受动词 ἀκολουθεῖ 支配的阴性单数与格指示代词 ταύτῃ 与之呼应。分词 ἀρξαμένῃ(原文作 ἀρξαμένη 系漏去下标伊奥塔)与 ταύτῃ 一致,αὐτῆς 则是指代该蒸气的属格(“它的其余部分”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:133.3-134.27