← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§130.31-132.22

驳熄火与视线反映说及干燥蒸气说总结

亚历山大阐释了亚里士多德如何依据声音与火之大小的不成比例反驳熄火说,并依据视线反射理论驳斥了克莱德穆斯等人将闪电视为风击打湿物所生闪光的见解;最后总结了亚里士多德将风、地震、雷鸣与闪电统一归为干燥蒸气不同运动形式的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.24

" Καίτοι γε ἐχρῆν κατὰ λόγον τοῦ μεγέθους τὴν ζέσιν ποιεῖν τὸ ἐγγινόμενον πνεῦμα ὑπὸ τοῦ πυρός." Καὶ τοῦτο προστίθησι τοῖς προειρημένοις, ὅτι εἰ τῷ ἐναπολαμβάνεσθαί τι πῦρ καὶ τοῦτο ἐναποσβέννυσθαι ἐν τῷ νέφει ὁ ψόφος, ἔδει κατὰ τὸ μέγεθος τοῦ ἐνυπάρχοντος πυρὸς καὶ τὸ ἐν τῇ σβέσει αὐτοῦ πνεῦμα γίνεσθαί τε καὶ τὸν ψόφον. τοῦτο δὲ λέγοι ἂν ὡς ἂν ἐν τῇ σβέσει τοῦ πυρὸς γινομένου ψόφου1 διὰ τὸ εἰς πνεῦμα μεταβάλλειν αὐτό. οὐ γίνεται δὲ ὁ ψόφος κατὰ λόγον· πολὺ γὰρ μείζων ψόφος γίνεται ἢ ὅσος ἂν ἀπὸ τοσούτου σβεννυμένου πυρὸς ἐγένετο. ἀσαφῆ δὲ τὰ λεγόμενα διὰ συντομίαν· ἣν οὔτε δυνατὸν ἐνυπάρχειν, ἥντινα ζέσιν καὶ πῦρ δέδεικται ὅτι οὐ δυνατὸν ἐνυπάρχειν ὡς πρότερον ἐναπειλημμένον καὶ ἐνεργείᾳ ὄν. τὸ οὔτε ἐκεῖνοι τὸν ψόφον ζέσιν ποιοῦσιν, ἀλλὰ σίξιν τοιοῦτον ἂν εἴη· εἰπὼν ζέσιν γίνεσθαι κατ’ αὐτοὺς ἐν τῇ τοῦ πυρὸς ἀποσβέσει τε καὶ εἰς πνεῦμα μεταβολῇ, ἣν μὴ δύνασθαι γίνεσθαι τῷ μηδὲ τὴν ἀρχὴν δύνασθαι ἐνυπάρχειν ἐν τῷ νέφει τὸ πῦρ, προστίθησιν ὅτι μηδὲ ἐκεῖνοι ζέσιν βούλονται λέγειν γίνεσθαι αἰτίαν τοῦ ψόφου, ἀλλὰ σίξιν. λέγει δὲ καὶ τὴν σίξιν τὴν ὑπ’ αὐτῶν λεγομένην εἶναι μικρὰν ζέσιν. διαφορὰ δ’ ἂν εἴη ζέσεως καὶ σίξεως, ὅτι ἡ μὲν ζέσις κρατουμένου τοῦ ψυχροῦ ὑπὸ τοῦ θερμοῦ γίνεται καὶ ἐκπνευματουμένου, ἡ δὲ σίξις, ὅταν κρατῆται καὶ σβεννύηται τὸ θερμὸν ὑπὸ τοῦ προσπίπτοντος αὐτῷ ὑγροῦ τε καὶ ψυχροῦ. καὶ τὴν σίξιν δὴ μικρὰν ζέσιν λέγει εἶναι· καθὸ γὰρ προσπῖπτον τὸ ψυχρὸν τῷ θερμῷ κρατεῖ αὐτοῦ, ταύτῃ ζέσις καὶ εἰς πνεῦμά τις μεταβολὴ γίνεται μέρους τινὸς ἀπὸ τοῦ κρατοῦντος ψυχροῦ ὑπὸ τοῦ σβεννυμένου πυρός, ὑπ’ αὐτοῦ μεταβάλλοντος καὶ ἐκπνευματουμένου, καὶ οὕτω γινομένου τοῦ ψόφου. Εἶναι δέ τινάς φησι, οἳ τὴν ἀστραπὴν φαντασίαν τινά φασιν εἶναι, οὐχ ὕπαρξιν οὐδὲ πρᾶγμά τι, ὧν εἶναι καὶ Κλείδημον· ῥαπιζομένου γὰρ τοῦ ὑγροῦ ἐν τῇ νεφέλῃ ὑπὸ τοῦ πνεύματος γίνεσθαί τινα στιλβηδόνα, ὥσπερ ὅταν τὴν θάλασσάν τις ῥάβδῳ τύπτῃ νυκτός· φαίνεται γὰρ ἀποστίλβειν τὸ ἐν τῇ πληγῇ μετεωριζόμενον ὕδωρ. τοιοῦτον δὴ γίνεσθαι καὶ ἐπὶ τῆς ἀστραπῆς· τὸ γὰρ πλησσόμενον ὑγρὸν καὶ διὰ τῆς πληγῆς τὸν ψόφον τε καὶ τὴν βροντὴν ποιοῦν ἐν τῇ πληγῇ μετεωριζόμενον ἀποστίλβειν, καὶ τοῦτο εἶναι τὴν ἀστραπήν, τὴν ἀπὸ τοῦ μετεωριζομένου ὑπὸ τῆς πληγῆς ὑγροῦ γινομένην στιλβηδόνα. φησὶ δὴ τοὺς οὕτως λέγοντας ἀγνοίᾳ τοῦ πῶς τὰ στίλβοντα φαίνεται στίλβειν οὕτως λέγειν. διὰ γὰρ ἀνάκλασιν τῆς ὄψεως τὴν γινομένην ἀπὸ τῶν στίλβειν δοκούντων ὑδάτων πρός τι τῶν λαμπρῶν,2 φαίνεται στίλβοντα τῷ ἐν αὐτοῖς ἐμφαίνεσθαι τὸ λαμπρόν, πρὸς ὃ ἡ ἀνάκλασις. διὸ καὶ νύκτωρ μᾶλλον ἡ τοιαύτη ἀνάκλασίς τε καὶ στιλβηδών, τῷ τῆς ἡμέρας διὰ τὸ πολὺ φῶς ἀδήλους γίνεσθαι τὰς ἐμφάσεις· πλέον γὰρ ὂν τὸ τῆς ἡμέρας φῶς ἀφανεῖς ποιεῖ τὰς γινομένας διὰ τὴν ἀνάκλασιν ἐμφάσεις. διὰ τοῦτο γὰρ οὐδὲ ἐπὶ τῆς θαλάσσης ἡμέρας οὔσης φαίνεται στίλβον τὸ τῆς θαλάσσης ὕδωρ ὑπὸ τῆς ῥάβδου τυπτόμενον. μᾶλλον δ’ εἶπε γίνεσθαι νύκτωρ, ὅτι γίνεται τις τοιαύτη καὶ μεθ’ ἡμέραν ἔμφασις, ὥσπερ ἐπὶ τῆς ἴριδος ἐν τῷ μετὰ τοῦτο βιβλίῳ δείξει ὡς ἡ ἔμφασις ἐκείνη πρὸς μένον γίνεται, ἀλλ’ οὐ πλησσόμενον, ἡ δὲ στιλβηδὼν ἐπὶ τῶν πλησσομένων, ἣ τῆς ἡμέρας οὐχ ὁρᾶται· διὸ καὶ αὐτὸς προσέθηκε τὸ πλησσόμενον. ὥστε εἰ καὶ ἡ ἀστραπὴ οὕτως γίνεται, ἔδει νυκτὸς αὐτὴν φαίνεσθαι. ἔτι εἰ αἱ μὲν τοιαῦται στιλβηδόνες ἐν τῷ ὕδατι δι’ ἀνάκλασιν γίνονται, οἱ δὲ μηδὲν εἶπον περὶ ἀνακλάσεως, οὐδὲν ἂν εἶεν εἰρηκότες περὶ ἀστραπῆς, οὐδ’ εἰ διὰ πληγὴν ἐγίνοντο· τὴν γὰρ αἰτίαν, δι’ ἣν στίλβει τὸ ὕδωρ, οὐ λέγουσι.

“然而,由火产生的气应当按照其大小成比例地引起沸腾。” 他又在前述诸点上补充了这一点:如果声音是由于某种火被截留在云中并在其中熄灭而产生的,那么在熄灭中产生的气以及声音,本应当按照内部存在的火的大小成比例地产生。他这样说,大概是因为在火的熄灭中,由于火转变为气而产生了声音。但声音并不是成比例地产生的;因为产生的声音要远大于从这等分量的熄灭之火所能产生的声音。所说的话由于简略而显得晦涩:“它既不可能存在于内部”,意即已经证明,这沸腾和火不可能作为预先被截留且在现实上存在之物而存在于内部。而“他们也没有把声音说成沸腾,而是说成咝咝声”大概是这个意思:在说明了按照他们的说法,沸腾是在火的熄灭以及转变为气时产生的——而这沸腾由于火从一开始就根本不能存在于云中因而不可能产生——之后,他补充说,连他们自己也不想主张沸腾是声音的原因,而是想主张咝咝声是其原因。他还说,他们所说的咝咝声也是一种微小的沸腾。而沸腾与咝咝声的区别大概在于:沸腾是在冷被热压倒并化为气时产生的,而咝咝声则是在热被落于其上的湿与冷压倒并熄灭时产生的。事实上他也说咝咝声是一种微小的沸腾;因为就冷落于热上并压倒热而言,在这一程度上,沸腾以及向气的某种转变,是由熄灭的火在压倒它的冷的一部分中产生的,冷被火转变并化为气,声音由此产生。 他又说,有些人主张闪电是一种表象,并非实在也不是某种实物,克莱德穆斯也是其中之一;因为[他们说]云中的湿物被风击打时会产生某种闪光,就像夜间有人用棍棒击打海水时一样;因为在击打中腾起的水显现出闪烁的光芒。在闪电的情形中发生的也正是此类事情:受击打的湿物,以及通过击打产生声音和雷鸣之物,在击打中腾起并发光,而这就是闪电,即由受击打而腾起的湿物所产生的闪光。于是他说,如此主张的人是由于不知道闪烁之物是如何显现出闪烁的,才这样说的。因为通过视线从看起来闪烁的水向某种发光之物的反射,由于反射所向的发光之物显现在水中,它们才显得闪烁。因此,此类反射与闪光更多地在夜间产生,这是因为在白天由于光线充足,显象变得模糊;因为白天的光更多,使通过反射产生的显象变得隐而不见。正是由于这一原因,即使在海面上,白天时被棍棒击打的海水也不显得闪烁。但他之所以说“更多地在夜间产生”,是因为在白天也会产生某种此类显象,正如在下一卷中关于彩虹他将指出的那样,那种显象是向着静止之物产生的,而不是向着受击打之物,而闪烁则发生在受击打之物上,否则在白天是看不见的;因此他自己也补充了“受击打之物”。所以,如果闪电也是如此产生的,它本应当在夜间显现。此外,如果水中的此类闪光是通过反射产生的,而他们对反射却只字未提,那么即使这些闪光是通过击打产生的,他们也等于对闪电毫无说明;因为他们没有说出水之所以闪烁的原因。

§2.25

"Τὰ μὲν οὖν λεγόμενα περὶ βροντῆς καὶ ἀστραπῆς." Ἀνακεφαλαιοῦται καὶ τὰ περὶ τούτων εἰρημένα αὐτῷ· καὶ πρῶτον μὲν παρατίθεται τὰς τῶν ἄλλων δόξας, ὧν ὕστερον ἐμνημόνευσεν, ἔπειτα τὴν αὐτοῦ δόξαν ἐπὶ κεφαλαίων λέγει· τὴν γὰρ αὐτὴν φύσιν ἀνέμων τε εἶναι καὶ σεισμῶν καὶ βροντῶν καὶ ἀστραπῶν. ἡ γὰρ ξηρὰ ἀναθυμίασις ὡδὶ μὲν ἐπὶ γῆς φερομένη, ὡς ὑπὸ τοῦ ἡλίου ἀνενεχθεῖσα τὴν ἀρχὴν τῆς ῥύσεως λαβεῖν,3 ἄνεμός ἐστιν, ὡδὶ δὲ πάλιν ἐν τῇ γῇ φερομένη, ὡς εἰς ἓν συρρυεῖσα σφοδρὰν τὴν κίνησιν διὰ στενοχωρίαν ποιεῖσθαι, σεισμός· ἐν δὲ τοῖς νέφεσιν ἐναποληφθεῖσα καὶ κατὰ τὴν ἐκείνων πύκνωσιν καὶ σύγκρισιν ἐκκριθεῖσα μετὰ βίας βροντή τε καὶ ἀστραπὴ καὶ τἆλλα τὰ τῆς τοιαύτης φύσεως ὄντα γίνεται, περὶ ὧν ἐν τοῖς ἑξῆς ἐρεῖ.

“那么,关于雷鸣与闪电所说的事情[就是这些]。” 他关于这些事情所说的话也得到了总结;首先他列举了其他人的观点——这些是他在后面提到的——然后概括地说明了他自己的观点:即风、地震、雷鸣和闪电具有相同的本性。因为干燥的蒸气若是如此在大地上运行,即如同被太阳升起从而获得流动的开端,便是风;若是如此再次在地下运行,即如同汇聚为一从而因狭窄而产生剧烈的运动,便是地震;而若是被截留在云中,并按照云的凝缩与结合被猛烈地分泌出来,便成为雷鸣、闪电以及具有此类本性的其他现象,关于这些他将在下文中论述。

语法注3 条
  1. 2.24τοῦτο δὲ λέγοι ἂν ὡς ἂν ἐν τῇ σβέσει τοῦ πυρὸς γινομένου ψόφου

    此处是将连词 ὡς 与表示潜在/推测的虚词 ἄν 以及属格绝对结构(ἐν τῇ σβέσει τοῦ πυρὸς γινομένου ψόφου)结合的句式,用来假定性地引出论敌的前提假设(即按其设想,声音是在火熄灭时产生的)。

  2. 2.24διὰ γὰρ ἀνάκλασιν τῆς ὄψεως τὴν γινομένην ἀπὸ τῶν στίλβειν δοκούντων ὑδάτων πρός τι τῶν λαμπρῶν

    在名词短语 ἀνάκλασιν τῆς ὄψεως 中,属格 τῆς ὄψεως 指古代外射视学理论中从眼中射出的“视线”。其后由后置冠词 τὴν 引导的长分词短语(τὴν γινομένην...)修饰该动作,明确指出了视线从闪烁之水折射至某发光物体的方向与路径。

  3. 2.25ὡς ὑπὸ τοῦ ἡλίου ἀνενεχθεῖσα τὴν ἀρχὴν τῆς ῥύσεως λαβεῖν

    连词 ὡς 与分词(ἀνενεχθεῖσα)及不定式(λαβεῖν)相结合,用以具体说明前置副词 ὡδί 的方式或结果(“如同被太阳升起从而获得流动的开端那样”)。紧随其后的 ὡς εἰς ἓν συρρυεῖσα... ποιεῖσθαι 亦为相同的平行结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:130.31-132.22