← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§129.15-130.30

对雷电为云中之火诸说的批判

亚里士多德介绍了恩培多克勒与阿那克萨哥拉将雷电解释为云中截留之火的观点,并通过指出他们未能解释火逆本性下落的原因与天气差异,以及预先假定火在现实态上存在于云中的荒谬性,对这两派学说进行了反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23

" Καίτοι τινὲς λέγουσιν ὡς ἐν τοῖς νέφεσιν ἐγγίνεται πῦρ." Εἰπὼν περὶ βροντῆς τε καὶ ἀστραπῆς τὴν δόξαν τὴν ἑαυτοῦ τὰς τῶν ἄλλων ἐφεξῆς ἱστορεῖ, καὶ λέγει τινὰς ἡγεῖσθαι πῦρ τι ἐν τοῖς νέφεσιν ἐναπολαμβάνεσθαι, κἀκεῖνο αἴτιον εἶναι τῆς τε βροντῆς καὶ ἀστραπῆς. τοῦτο δὲ τὸ πῦρ Ἐμπεδοκλέα μὲν λέγειν εἶναι τὸ ἐναπολαμβανόμενον ἐν τοῖς νέφεσι μέρος τῶν τοῦ ἡλίου ἀκτίνων, Ἀναξαγόραν δὲ τοῦ ἄνωθεν αἰθέρος, ὃ ἐκεῖνος καλεῖ πῦρ, κατενεχθέν τι ἄνωθεν κάτω εἰς τὸν τόπον, ἔνθα τὰ νέφη. ὅτι δὲ Ἀναξαγόρας τὸν αἰθέρα καὶ τὸ κυκλοφορητικὸν σῶμα πῦρ λέγει, ἀπὸ τοῦ αἴθειν ἡγούμενος αὐτὸ οὕτως ὠνομάσθαι, ἀλλ’ οὐκ ἀπὸ τοῦ ἀεὶ θεῖν,1 εἴρηται καὶ ἐν τοῖς Περὶ οὐρανοῦ. τούτου δὴ τοῦ πυρὸς τοῦ ἐν τοῖς νέφεσιν ἀπειλημμένου τὴν μὲν διάλαμψιν ἀστραπὴν εἶναι, τὸν δὲ γινόμενον ψόφον καὶ τὴν σίξιν ἐναποσβεννυμένου αὐτοῦ ἐν τῷ νέφει βροντήν, ὡς καθ’ ἣν φαίνονται τάξιν, οὕτως καὶ γινομένων αὐτῶν, πρώτης μὲν τῆς ἀστραπῆς, δευτέρας δὲ τῆς βροντῆς. εἰπὼν δὲ ταῦτα δείκνυσιν αὐτὰ καὶ ἄλλως ἀτόπως λεγόμενα. καὶ πρῶτον μὲν ἀλόγως φησὶ λέγεσθαι τὸ εἶναι πῦρ τὸ ἐναπολαμβανόμενον ἐν τοῖς νέφεσιν ὑπ’ ἀμφοτέρων μέν, ἀλογώτερον δὲ ὑπ’ Ἀναξαγόρου τοῦ λέγοντος κατασπᾶσθαί τι ἀπὸ τοῦ ἄνωθεν αἰθέρος. καὶ διὰ τί, προστίθησι· τὸ γὰρ ἄνω πεφυκὸς φέρεσθαι δεῖ παρά τινα αἰτίαν φέρεσθαι κάτω τε καὶ παρὰ φύσιν, ἣν αἰτίαν ἔδει λέγεσθαι. ἔτι δεῖ καὶ τούτου τὴν αἰτίαν λέγεσθαι, διὰ τί γίνεται ἡ κατάσπασις τοῦ πυρὸς κατὰ τὸν οὐρανόν, ὅταν ἐπινέφελον ᾖ, συνεχῶς τότε κατασπωμένου (συνεχεῖς γὰρ αἵ τε ἀστραπαὶ καὶ αἱ βρονταί), αἰθρίας δὲ οὔσης οὐ γίνεται· λίαν γὰρ τοῦτο ἑτοίμως καὶ προχείρως καὶ ἀνεπισκέπτως λέγεται. ἀλλ’ οὐδὲ τὸ ὑπὸ Ἐμπεδοκλέους λεγόμενον πιθανόν, τὸ εἶναι ἐν τοῖς νέφεσι πῦρ τὴν ἀπὸ τῶν ἀκτίνων ἐν αὐτοῖς ἀπολαμβανομένην θερμότητα, ἣν γίνεσθαι τῆς τε ἀστραπῆς καὶ τῆς βροντῆς αἰτίαν, καθὰ προείρηται. καὶ γὰρ τοῦτο χωρὶς ἐξετάσεως καὶ πραγματείας, τουτέστι κενῶς εἴρηται· ἔσται γὰρ οὕτως τὸ αἴτιον τῆς βροντῆς τε καὶ τῆς ἀστραπῆς καὶ τῶν ἄλλων τῶν τοιούτων ἀποκεκριμένον τε καὶ κεχωρισμένον προϋπάρχον καὶ ἐνεργείᾳ ὂν ἤδη τόδε τι καὶ περιεχόμενον ἐν τῷ νέφει. πλεῖστον δὲ διαφέρει τὸ οὕτως λέγειν τῶν τε προειρημένων καὶ τἀληθοῦς· ὅμοιον γὰρ τὸ ταῦτα οὕτως γίνεσθαι λέγειν καὶ εἴ τις οἴοιτο τὸ ὕδωρ καὶ τὴν χιόνα καὶ τὴν χάλαζαν ἐνυπάρχοντα πρότερον ὕστερον ἐκκρίνεσθαι, καὶ μὴ τότε γίνεσθαι, ὅτε καὶ ἡ αἴσθησις αὐτῶν γίνεται, οἷον ἕκαστον αὐτῶν τῆς συγκρίσεως πρῶτον κατ’ ἰδίαν ποιούσης καὶ ἐχούσης, εἶτα οὕτως ἐκκρινούσης ὑπὸ χεῖρα τῆς συγκρίσεως ἕκαστον τῶν ἐνυπαρχόντων καθ’ ἣν ἐνυπάρχει τάξιν.2 ὁμοίως γὰρ ὡς ἡ χάλαζα καὶ ἡ χιὼν καὶ τὸ ὕδωρ διακρίσεις τινές, οὕτως καὶ ἡ ἀστραπὴ καὶ ἡ βροντὴ συγκρίσεις· ὥστ’ εἰ τὰ ἕτερα3 τούτων, ἢ τὰ ἐν τῇ διακρίσει ἢ τὰ ἐν τῇ ἐκκρίσει, μὴ γίνεται, ἀλλὰ προϋπάρχοντα ἔγκειται, ὁμοίως εὔλογον ἔχειν καὶ τὰ ἕτερα. εἰ γὰρ τὰ διακρίσει γινόμενα ἐκ τῶν νεφῶν προϋπάρχοντα διακρίνεται καὶ ἐκκρίνεται, καὶ τὰ συγκρίσει γινόμενα προϋπάρχοντα ἂν συγκρίνοιτο. ἥ τε ἐναπόληψις, ἣν λέγουσι τοῦ πυρὸς ἐν τοῖς νέφεσι γίνεσθαι, οὐδὲν ἀλλοιοτέρα ἂν εἴη τῆς γινομένης μεταβολῆς ἐν τοῖς πυκνουμένοις ἐξ ἀραιοτέρων καὶ θερμοτέρων. καὶ γὰρ τὸ ὕδωρ θερμὸν γίνεται ὑπό τε τοῦ ἡλίου καὶ τοῦ πυρός· εἰ δὴ ἐναπολήψει τὰ τοιαῦτα πυρὸς γίνεται, ἔδει πηγνυμένου τοῦ ὕδατος καὶ ψυχομένου ἐκκρίνεσθαι τὸ πῦρ τὸ τῇ ἐναπολήψει τοιοῦτον αὐτὸ ποιοῦν. ἀλλ’ ὅταν συνίῃ τε καὶ ψύχηται πάλιν τὸ θερμὸν ὕδωρ, οὐδεμία φαίνεται πυρὸς ἔκπτωσις γίνεσθαι, ὁποίαν ἐκεῖνοι λέγουσιν ὡς ἐνυπάρχοντός τινος ἐνεργείᾳ, ἔπειτα χωριζομένου· διὸ οὐδὲ ἐν ἐκείνοις εὔλογος ἡ ἐναπόληψις.

“然而有些人说,云中会产生火。” 在阐述了自己关于雷鸣和闪电的观点之后,[亚里士多德]接着记述了他人的见解,并说有人认为某种火被截留在云中,而这火正是雷鸣与闪电的原因。关于这火,[他说]恩培多克勒主张它是截留在云中的一部分太阳光线,而阿那克萨哥拉则主张它是从上方的以太——即他所谓的火——从上方降落到云层所在之处的某物。(阿那克萨哥拉把以太即圆周运动的物体称为火,认为它是因“燃烧”而得名,而非因“永恒奔跑”而得名,这一点在《论天》中也已谈及。)并且[他们主张],截留在云中的这火的闪耀便是闪电,而当它在云中被熄灭时所产生的声响与咝咝声便是雷鸣,因此正如它们显现的顺序那样,它们产生也是如此,闪电为先,雷鸣为后。但在阐述了这些之后,他指出这些说法在其他方面也是荒谬的。他首先说,截留在云中的是火这一点,由这两者说出都是不合理的,而由主张某种东西从上方的以太被向下牵引的阿那克萨哥拉说出则更为不合理。并且他补充了其原因:因为本性上向上运动的东西,必须因某种原因才违背本性地向下运动,而这一原因本应当被说明。此外,这一事情的原因也本应当被说明:为什么天空中火的向下牵引是在多云时发生的——那时它是连续被牵引下来的(因为闪电和雷鸣是连续的)——而在晴朗时却不发生;因为这种说法实在过于轻率、随意且未经深思。然而,恩培多克勒所说的主张也是不可信的,即认为云中的火是来自光线而被截留在云中的热,且如前所述它成为闪电与雷鸣的原因。因为这也是未经审察与探讨、亦即空洞地被说出的;因为这样一来,雷鸣、闪电及其他此类现象的原因,就会是预先存在、被分离且独立的,并且已经是现实上的“某个这”,被包含在云中。但是,这样说与前述事实以及真理相距甚远。因为说这些事物是如此产生的,就像有人认为水、雪和雹是预先存在于内部随后被分泌出来的,而不是在它们被感知到的那一刻才产生的——仿佛凝聚首先单独地制造并持存它们之中的每一者,然后凝聚紧接着,按照内部存在之物存在的顺序,将它们之中的每一者如此分泌出来。因为正如雹、雪和水是某种分离,闪电和雷鸣同样也是某种凝聚;因此,如果这些事物中的一方——无论是处于分离中的还是处于分泌中的——并非产生出来而是预先存在并居于内部,那么同样合理的是另一方也是如此。因为如果从云中因分离而产生之物是预先存在而后被分离并分泌的,那么因凝聚而产生之物也应当是预先存在而后被凝聚的。而且,他们所说的火在云中的截留,绝不会不同于从较稀疏和温热的状态中凝缩之物所产生的变化。因为水也确实被太阳和火加热;如果这类事情是通过火的截留而产生的,那么当水结冰和冷却时,通过截留使其变热的火本应当被分泌出来。但是,当温水再次凝结并冷却时,完全看不到有火的喷射发生,像他们所说的那样仿佛某物在现实上预先存在于内部随后被分离出来;因此在那些现象中,截留[火]的主张也是不合理的。

语法注3 条
  1. 2.23ἀπὸ τοῦ αἴθειν ἡγούμενος αὐτὸ οὕτως ὠνομάσθαι, ἀλλ’ οὐκ ἀπὸ τοῦ ἀεὶ θεῖν

    关于“以太”(αἰθήρ)词源解释的对比结构。它对比了阿那克萨哥拉所采纳的源自 αἴθειν(燃烧)与柏拉图和亚里士多德所采纳的源自 ἀεὶ θεῖν(永恒奔跑)这两种词源解释。介词短语 ἀπὸ τοῦ αἴθειν 与 ἀπὸ τοῦ ἀεὶ θεῖν 均依附于不定词 ὠνομάσθαι。

  2. 2.23οἷον ἕκαστον αὐτῶν τῆς συγκρίσεως πρῶτον κατ’ ἰδίαν ποιούσης καὶ ἐχούσης, εἶτα οὕτως ἐκκρινούσης ὑπὸ χεῖρα τῆς συγκρίσεως ἕκαστον τῶν ἐνυπαρχόντων καθ’ ἣν ἐνυπάρχει τάξιν

    由 οἷον 引导的假设性属格独立结构。该独立结构的主语是 τῆς συγκρίσεως,支配分词 ποιούσης、ἐχούσης 和 ἐκκρινούσης。前半句的 ἕκαστον αὐτῶν 是 ποιούσης 与 ἐχούσης 的宾语,后半句的 ἕκαστον τῶν ἐνυπαρχόντων 则是 ἐκκρινούσης 的宾语。成语 ὑπὸ χεῖρα 意为“在手头/紧接着”,在此表示凝聚将预先持存的诸要素紧接着接连分泌出来。

  3. 2.23ὥστ’ εἰ τὰ ἕτερα τούτων, ἢ τὰ ἐν τῇ διακρίσει ἢ τὰ ἐν τῇ ἐκκρίσει, μὴ γίνεται, ἀλλὰ προϋπάρχοντα ἔγκειται, ὁμοίως εὔλογον ἔχειν καὶ τὰ ἕτερα

    由表示结果的 ὥστε 引导,其中嵌有条件句(εἰ ... ἔγκειται),其归结从句的述谓部分是非人称结构 εὔλογον [ἐστι] ... ἔχειν(省略系词)。在上下文中,两类事物形成对比:一类是水、雪、雹(处于分离与分泌中的现象,διάκρισις / ἔκκρισις),另一类是闪电与雷鸣(凝聚现象,σύγκρισις),从而论证若假设一方预先存在,则必须同样荒谬地推及另一方。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:129.15-130.30