← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§11.28-13.11

气与汽的区别及天体界内部纯度的差异

亚历山大解释了亚里士多德关于气、汽以及元素比例的疑难,阐明向亚里士多德自身学说过渡的语境。随后他指出,月上神性物体内部纯度的差异并不意味着混入了有灭之物,而是类似于四元素之间的本性内部差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#2

κατὰ τοῦτο γὰρ τοῦ ἀέρος αἱ τῶν νεφῶν συστάσεις τε καὶ ἀθροίσεις γίνονται, ἔνθα ἡ ἀνάκλασις ἡ τῶν ἀκτίνων ἐξασθενεῖ λοιπόν, εἰς ἀχανῆ τὸν ἀέρα χεομένων αὐτῶν καὶ σκιδναμένων· τοιοῦτος δέ ἐστιν ὁ ὑπὲρ τὴν γῆν. εἰ δὲ εὔλογον μὲν ἦν ἐν ἐκείνῳ τῷ ὑψηλοτέρῳ γίνεσθαι τὰς τῶν νεφῶν συστάσεις, οὐ γίνονται δέ, ἢ οὐκ ἐξ ἅπαντος τοῦ ἀέρος ὕδωρ πέφυκε γίνεσθαι, ἢ ἐξ ἅπαντος· καὶ εἰ ὁμοίως μὲν ἐξ ἅπαντος, ὅπερ εὔλογον εἶναι δοκεῖ, μᾶλλον δὲ ἐκ τοῦ περὶ τὴν γῆν μεταβάλλει, οὐκ ἂν εἴη ὁ περὶ τὴν γῆν ἀὴρ καθαρός, ἀλλ’ ἀτμίς, τουτέστι παχύτερος ἀὴρ καὶ ἔχων τι ὕδατος. ἐκ γὰρ ἀτμίδος ἐγγυτέρα ἡ εἰς ὕδωρ μεταβολὴ ἢ ἐξ ἀέρος· ἡ γὰρ ἀτμὶς οὐδέτερόν ἐστιν αὐτῶν εἰλικρινῶς, ἀλλ’ ἀμφοῖν μεταξύ, ἀέρος καὶ ὕδατος. εἰπὼν δὲ τοῦτο, ὅτι μηδὲ ἀτμίδα εὔλογον λέγειν τὸν περὶ τὴν γῆν ἀέρα ἠπόρησε διὰ τοῦ ἀλλὰ μὴν εἰ τοσοῦτος ὢν ὁ ἀὴρ ἅπας ἀτμίς ἐστιν. ἐλλείπει δὲ τῇ λέξει τὸ ὁ περὶ τὴν γῆν·1 περὶ γὰρ τούτου εἶπεν ὅτι ἀτμίς, ἀλλ’ οὐ περὶ παντὸς τοῦ ἀέρος· διὰ τοῦτο γὰρ οὐχ ὁμοίως ἔκ τε τοῦ λοιποῦ καὶ ἐκ τοῦ περὶ τὴν γῆν ἐδόκει γίνεσθαι τὸ ὕδωρ. εἰ δὴ οὗτος μὲν ἀτμὶς ἅπας, ὁ δὲ ὑπὲρ τὴν γῆν ἀὴρ ἤδη, ἀὴρ δὲ καὶ τὸ μεταξὺ τῶν ἄστρων σῶμα (εἰ γὰρ ἦν κἀκεῖνο πῦρ, ὥσπερ καὶ τὰ ἄστρα τισὶ δοκεῖ, πάλαι ἂν πάντα τὰ ἄλλα σώματα κατεξήραντό τε καὶ ἔφθαρτο, ὡς ἤδη προείρηται), πολὺ ἂν ὑπερβάλλοι τὴν συμμετρίαν ἥ τε τοῦ ὕδατος καὶ ἡ τοῦ ἀέρος φύσις τὰ ἄλλα, τήν τε γῆν καὶ τὸ πῦρ.2 τά τε γὰρ ἄστρα, ἃ πῦρ λέγουσιν εἶναι, πολὺ ἐλάττω ἐστὶ τῶν μεταξὺ διαστημάτων, ὅ τε τῇ γῇ περικεχυμένος ἀὴρ εἰ ἔστιν ἀτμίς, τουτέστιν ὕδατος διάκρισις καὶ ὑδατώδης σύστασίς τε καὶ φύσις, πολὺ ἂν τὸ ὕδωρ πάλιν πλεονεκτοίη τὴν γῆν. Ἀπορήσας δὲ περὶ τοῦ ἀέρος τὴν προειρημένην ἀπορίαν ἐπὶ τούτοις τὴν αὑτοῦ δόξαν λέγει, δι’ ἧς τά τε ἠπορημένα λυθήσεται καὶ ἡ τάξις καὶ ἡ θέσις τῶν σωμάτων ἔσται φανερὰ καὶ ἡ αἰτία ἀποδοθήσεται τῆς ἐπὶ τῆς γῆς γινομένης ἀπὸ τῶν ἄστρων τε καὶ τοῦ ἡλίου θερμότητος, οὐκ ὄντων ἐκ πυρὸς οὐδὲ θερμῶν τῇ οἰκείᾳ φύσει. ἡμεῖς δὲ λέγωμεν ἅμα πρός τε τὰ λεχθησόμενα διορίζοντες, τουτέστιν ὧδε λέγωμεν διορίζοντες τὰ περὶ ὧν λέγομεν ἅμα μὲν πρὸς τὸ χρήσιμον τῶν μελλόντων λέγεσθαι, ἅμα δὲ καὶ πρὸς τὰ νῦν εἰρημένα τε καὶ ἠπορημένα.

因为正是在气的这一部分,云的凝结与聚集才得以产生,在此处,光线的反射最终变弱,因为它们倾泻并散逸到无垠的气中;而大地之上的气正是如此。然而,如果在那个较高的地方产生云的凝结本是合理的,但实际上却没有产生,那么要么水并非依本性从一切气中生成,要么是从一切气中生成;如果正如看似合理的那样,是从一切气中同等地生成,但更多地从环绕大地的气中转化,那么环绕大地的气就不是纯粹的气,而是汽,即更稠密且含有某些水的气。因为从汽转化为水比从气转化更为切近;因为汽并非纯粹是它们之中的任何一种,而是介于两者之间,即气与水之间。在说了这一点之后,他又通过“然而,假使如此巨大的气整体上都是汽”这句话,提出了连把环绕大地的气称为汽也是不合理的这一疑难。而原文的措辞中省略了“环绕大地的”这一短语;因为他说是汽的正是指这一部分,而不是指全部的气;因为正是由于这个缘故,水看起来并非从其余的气和从环绕大地的气中同等地生成。如果这全都是汽,而大地之上的已经是气,且星体之间的物体也是气(因为假使那也是火,正如某些人对星体所认为的那样,那么正如前面已经说过的,所有其它物体早就被烤干并毁灭了),那么水与气的本性在匀称性上就会极大地超过其它元素,即大地和火。因为他们说是火的星体,比起它们之间的间距要小得多,而且如果倾泻在大地周围的气是汽,即水的分离物以及水样的结集与本性,那么水又将大肆压倒大地。在关于气提出了上述疑难之后,他在这些讨论之上陈述了他自己的观点,通过这一观点,所提出的疑难将得到解决,诸物体的次序与位置将变得明确,并且天体与太阳虽非由火构成、在固有本性上也非热的,但从它们在大地上产生的热的原因也将得到说明。“让我们在陈述的同时,也针对即将言说之事作出界定”,意思是说:让我们在界定我们所言说之事的同时这样陈述,既着眼于即将言说之事的效用,同时也着眼于现在已被言说和成为疑难之事。

§1.8

"Τὸ μὲν γὰρ ἄνω καὶ μέχρι σελήνης." Ὑπομιμνήσκει ἡμᾶς τῶν δεδειγμένων τε καὶ εἰρημένων αὐτῷ περὶ τοῦ θείου τε καὶ κυκλοφορικοῦ σώματος. τὸ δὲ προσκείμενον τὸ οὐ μὴν ἀλλ’ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτερον εἶναι τὸ δ’ ἧττον εἶναι εἰλικρινὲς καὶ διαφορὰς ἔχειν οὐ τοῦ μεμῖχθαί τι τῷ θείῳ σώματι καὶ θνητοῦ τινος σώματός ἐστι δηλωτικόν,3 ἀλλ’ ὡς παντὸς μὲν ὄντος ἀφθάρτου τε καὶ θείου, διαφορῶν δέ τινων οὐσῶν ἐν αὐτῷ, καθ’ ἃς τὸ μὲν τοιόνδε αὐτῶν τὸ δὲ τοιόνδε ἐστίν, οἷον τὸ μὲν λαμπρὸν τὸ δ’ ἧττον τοιοῦτον. ὡς γὰρ ἐπὶ τῶν σωμάτων τῶν τεσσάρων μᾶλλον μὲν τοῦ ὕδατος τὸ ψυχρὸν ἢ τῆς γῆς, ἀλλ’ οὐ μίξει θερμότητος ἡ γῆ ἔλαττον ψυχρὰ τοῦ ὕδατος, καὶ μᾶλλον μὲν ξηρὰ ἡ γῆ τοῦ πυρός, ἀλλ’ οὐ τὸ πῦρ ὑγρότητος μίξει ἧττον ξηρόν, καὶ μᾶλλον μὲν θερμὸν τὸ πῦρ τοῦ ἀέρος, ἀλλ’ οὐ μίξει ψυχροῦ ὁ ἀὴρ ἧττον θερμὸς τοῦ πυρός, καὶ μᾶλλον μὲν ὑγρὸς ὁ ἀὴρ τοῦ ὕδατος, ἀλλ’ οὐ στερεοῦ τινος μίξει τὸ ὕδωρ ἧττον ὑγρὸν τοῦ ἀέρος (οὐ γὰρ ἂν ἔτι ἁπλοῦν τι τῶν σωμάτων ἦν), οὕτως δεῖ καὶ ἐπὶ τῶν τοῦ θείου σώματος ἀκούειν διαφορῶν.

“因为上方的、直至月球的。” 他让我们回想起他关于神性且作圆周运动的物体所证明和言说的事理。而附加上去的“然而,无论如何在其自身之内,一部分更纯粹,另一部分不那么纯一且具有差异”,并不表明有什么必灭的物体混入了神性物体之中,而是表明:虽然全体都是不朽和神性的,但在其内部存在着某些差异,根据这些差异,它们中的这一部分是如此这般的,而另一部分是如此这般的,例如一部分明亮而另一部分不那么明亮。因为正如在四种物体的情形中,冷比起属于大地更多地属于水,但大地比水较少冷性并不是由于混入了热;大地比火更干燥,但火较少干燥并不是由于混入了湿;火比气更热,但气比火较少热并不是由于混入了冷;气比水更湿,但水比气较少湿并不是由于混入了某种固体(否则这些物体中就没有任何一个是单一体了);对神性物体的差异也同样必须这样理解。

语法注3 条
  1. 1.7ἐλλείπει δὲ τῇ λέξει τὸ ὁ περὶ τὴν γῆν

    ἐλλείπει 的主语是带有中性定冠词的名词化短语 τὸ ὁ περὶ τὴν γῆν(引用语“环绕大地的”),与格 τῇ λέξει 用作范围或处所与格(“在文句/措辞中”)。亚历山大在此指出,亚里士多德引文中提到的 ὁ ἀὴρ ἅπας 不应理解为全宇宙的气,而必须在文意上补足限定为“环绕大地的全部气”。

  2. 1.7πολὺ ἂν ὑπερβάλλοι τὴν συμμετρίαν ἥ τε τοῦ ὕδατος καὶ ἡ τοῦ ἀέρος φύσις τὰ ἄλλα, τήν τε γῆν καὶ τὸ πῦρ

    这是由 εἰ δὴ οὗτος μὲν ἀτμὶς ἅπας... 引导的长条件句的主句(结论分句)。动词 ὑπερβάλλοι(带 ἄν 的祈愿语气)支配两个宾格成分:一个是作为被超越对象的直接宾语 τὰ ἄλλα(“其它元素”,同位语为 τήν τε γῆν καὶ τὸ πῦρ),另一个是表示方面的宾格 τὴν συμμετρίαν(“在比例/匀称性上”)。复合主语 ἥ τε τοῦ ὕδατος καὶ ἡ τοῦ ἀέρος φύσις 置于动词之后。

  3. 1.8τὸ δὲ προσκείμενον τὸ οὐ μὴν ἀλλ’ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτερον εἶναι τὸ δ’ ἧττον εἶναι εἰλικρινὲς καὶ διαφορὰς ἔχειν οὐ τοῦ μεμῖχθαί τι τῷ θείῳ σώματι καὶ θνητοῦ τινος σώματός ἐστι δηλωτικόν

    该句的基本结构为 τὸ δὲ προσκείμενον(主语)... οὐ τοῦ μεμῖχθαί τι... ἐστι δηλωτικόν(谓语)。名词化分词短语 τὸ προσκείμενον 带有同位引语 τὸ οὐ μὴν ἀλλʼ...。形容词 δηλωτικόν 要求属格补足语,在此引导带冠词的完成时不定词 τοῦ μεμῖχθαι。καὶ θνητοῦ τινος σώματος 是修饰 τι 的部分属格,作不定词 μεμῖχθαι 的逻辑主语(“某种必灭物体的成分”),与格 τῷ θείῳ σώματι 则表示混入的对象(“与神性物体”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:11.28-13.11