- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:128.6-129.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德将雷鸣的撞击比作火焰中噼啪作响的声响的比喻,详细说明了雷与闪电的产生机制,并借助划桨者的实例解释了为何闪电比雷声更先被感知(视觉与听觉的感知方式差异)。
ἀπεικάζει δὲ τὴν πληγὴν τὴν ὑπὸ τοῦ ἐκκρινομένου ἐκ τῶν νεφῶν θερμοῦ μετὰ βίας διὰ τὴν πύκνωσιν καὶ ψῦξιν αὐτῶν τὴν ὑπὸ τοῦ περικειμένου τε καὶ ὑπερκειμένου γινομένην ψυχροῦ, δι’ ἣν πληγὴν ὁ τῆς βροντῆς ψόφος, τοῖς ψόφοις τοῖς ἐν ταῖς φλοξὶ γινομένοις πολλάκις· ἐφ’ οὗ ψόφου οἱ μὲν λέγουσιν ὅτι γέλως ἐστὶν Ἡφαίστου, οἱ δὲ τῆς Ἑστίας, οἱ δὲ οὐ γέλωτα, ἀλλ’ ἀπειλὴν αὐτῶν τούτων, ἢ τοῦ Ἡφαίστου ἢ τῆς Ἑστίας. καὶ ἐφεξῆς πῶς ἐν τῇ φλογὶ ὁ ψόφος οὗτος γίνεται, λέγει· ὅταν γὰρ ἡ ἐκ τῶν ξύλων ἐκκρινομένη ἀναθυμίασις ξηραινομένων αὐτῶν καὶ ῥηγνυμένων ἀθρόα καὶ συνεστραμμένη εἰς τὴν φλόγα φέρηται, ἡ γινομένη πληγὴ ποιεῖ τὸν προεἰρημένον ψόφον. καὶ ἐν τοῖς νέφεσι δὲ οὕτως ἡ γινομένη ἔκκρισις τοῦ πνεύματος (τοιαύτη γὰρ ἡ ξηρὰ ἀναθυμίασις) προσπίπτουσα καὶ ἐμπίπτουσα τῇ πυκνότητι τῶν νεφῶν τῇ πληγῇ τὸν τῆς βροντῆς ποιεῖ ψόφον, ἔμπαλιν ἐχόντων τὴν τάξιν ἐν αὐτοῖς τῶν πλησσόντων τε καὶ πλησσομένων·1 ἐπὶ μὲν γὰρ τοῦ πυρὸς ἡ ἀναθυμίασις ἡ πυκνὴ καὶ συνεστραμμένη ἐστὶν ἡ ἐκκρινομένη καὶ φερομένη πρὸς τὴν φλόγα καὶ τὴν πληγὴν ποιοῦσα, ἐπὶ δὲ τοῦ νέφους τὸ μὲν θερμὸν ἔστι τὸ ἀνάλογον ὂν τῷ πυρὶ τὸ ἐκκρινόμενόν τε καὶ φερόμενον, ἡ δὲ ἀναθυμίασις ἡ πυκνὴ πρὸς ἣν ἡ πληγὴ τοῦ φερομένου. αἱ δὲ τῶν ψόφων διαφοραὶ τούτων γίνονται παρὰ τὰς τῶν νεφῶν πρὸς τὴν πληγὴν ἀνωμαλίας (ἢ γὰρ πυκνότερα μᾶλλον ἢ ἧττόν ἐστιν, ἢ κατὰ μέν τι τοιαῦτα, κατὰ δέ τι τοιαῦτα) ἢ παρὰ τὰς ἐν τοῖς νέφεσι κοιλίας. εἶπε δὲ κοιλίας τὰ ἐντὸς τῶν νεφῶν τὰ μὴ ὁμοίως τοῖς ἐκτὸς πεπυκνωμένα, ἀλλὰ διαλαμβάνοντα τὴν συνέχειαν τῆς πυκνώσεως αὐτῶν. Τὴν μὲν οὖν βροντὴν τὸν τοιοῦτόν φησιν εἶναι ψόφον, καὶ γίνεσθαι διὰ τὴν προειρημένην αἰτίαν· τὸ δὲ πνεῦμά φησι τοῦτο τὸ ἐκθλιβόμενον καὶ τῇ πρὸς τὰ νέφη πληγῇ τὴν βροντὴν ποιοῦν τὰ μὲν πλεῖστα ἐκπυροῦσθαι λεπτῇ πυρώσει καὶ ἀσθενεῖ διὰ τὴν τῆς ἐξαπτομένης ὕλης λεπτότητα, καὶ τοῦτο εἶναι τὴν καλουμένην ἀστραπήν· καθ’ ὃ γὰρ ἂν τὸ ἐκκριθὲν τοῦτο πνεῦμα ἐκπῖπτον ἐκ τῶν νεφῶν ὀφθῇ κεχρωματισμένον τῷ τοῦ πυρὸς χρώματι.2 γίνεσθαι δέ φησι τήν τε ἐκπύρωσιν αὐτοῦ καὶ τὴν ἔκπτωσιν τὴν ἐκ τῶν νεφῶν ὑστέραν τῆς πληγῆς. ἡ γὰρ βίαιος κίνησις αὐτῷ καὶ ἡ πληγὴ τῆς ἐκπυρώσεως αἰτία, καὶ πρὸ τοῦ ἔξω τῶν νεφῶν γεγονὸς ὁραθῆναι ἡ πρὸς τὰ νέφη αὐτοῦ πληγή, ἥτις ἦν ἡ βροντή· φαίνεσθαι μέντοι τὴν ἀστραπὴν πρὸ τοῦ ἀκουσθῆναι τὴν βροντὴν διὰ τὸ τὴν ὄψιν πρώτην τῶν ἰδίων αἰσθητῶν τῆς ἀκοῆς ἀντιλαμβάνεσθαι. αἰτία δὲ τούτου ὅτι ἡ μὲν ἀκοὴ χρόνου δεῖται πρὸς τὸ τὸν γενόμενον ψόφον ἐλθεῖν πρὸς αὐτήν (πᾶσα γὰρ κίνησις ἐν χρόνῳ), τῆς δ’ ὄψεως ἡ ἀντίληψις ἀχρόνως γίνεται·3 οὐ γὰρ τῷ φέρεσθαί τε καὶ κινεῖσθαι πρὸς αὐτὴν τὰ ὁρώμενα ἡ ἀντίληψις αὕτη, ἀλλ’ ἐν τῇ ποιᾷ σχέσει τοῦ τε ὁρωμένου καὶ τοῦ δι’ οὗ ὁρᾶται πρὸς τὴν ὁρῶσαν ὄψιν, ἥτις σχέσις ὅταν τοῖς ὁρωμένοις πρὸς τὴν ὁρῶσαν ὄψιν ᾖ, ἐν ἴσῳ αὐτὰ ὁρᾷ, κἂν τὰ μὲν αὐτῶν ἐγγὺς ᾖ, τὰ δὲ πορρωτέρω, ὡς ἐν τῷ Περὶ αἰσθήσεως ἐρρήθη. τοῦ δὲ θᾶττον τὴν ὄψιν τῶν ὁρατῶν ἢ τὴν ἀκοὴν τῶν ἀκουστῶν ἀντιλαμβάνεσθαι δεικτικὸν παρέθετο τὸ γινόμενον ἐπὶ τῶν ἐρεσσόντων τὰς τριήρεις· ἤδη γὰρ ἀναφερόντων ἐκ τοῦ ὕδατος τὰς κώπας ὁ γινόμενος ψόφος ἐν τῇ πρώτῃ ἁφῇ τε καὶ πληγῇ τῶν κωπῶν ἀκούεται τότε, τῆς ὄψεως πάλαι ἑωρακυίας τὴν κώπην καθιεμένην τε εἰς τὸ ὕδωρ καὶ πλήσσουσαν αὐτό.
并且,[亚里士多德]把由于环绕和处于上方的寒冷所造成的云的凝结与冷却,由从云中强行分泌出的热量所造成的撞击——正是由于这种撞击才产生了雷的声音——比作在火焰中常常发出的声响。关于这种声响,有人说是赫淮斯托斯的笑声,有人说是赫斯提亚的[笑声],还有人说这不是笑声,而是正是这些神明——或赫淮斯托斯或赫斯提亚——的威吓。接着他说明了这种声响在火焰中是如何产生的:因为当木材在干燥并裂开时,从中分泌出来的呼气聚集成团地被送入火焰中时,所产生的撞击便造成了前述的声响。在云层中也是如此,所产生的气(因为干燥的呼气就是这种性质)的分泌,撞击并猛冲向云的致密部分,通过撞击产生了雷的声音,尽管在它们之中施击者与受击者的秩序是相反的。因为在火的情形中,浓密且聚集的呼气才是被分泌出来、向火焰运动并造成撞击者;但在云的情形中,相当于火的温热之物则是被分泌出来并运动者,而浓密的呼气则是被运动之物撞击的对象。而这些声音的差异,是由云对于撞击的不均匀性所产生的(因为它们要么或多或少更加致密,要么在某处如此而在另一处如彼),抑或由云中的空洞所产生。他所谓的空洞,是指云内部那些不像外部那样致密、反而打断了云凝缩的连续性的部分。 因此他说,雷鸣就是这样的声响,并且因前述原因而产生。而他说,这种被挤压出来、并通过对云的撞击而造成雷鸣的气,绝大多数由于被点燃的质料稀薄而以一种稀疏而微弱的燃烧被点燃,这便是所谓的闪电;因为这被分泌出来的气从云中冲出时,[正是因]被看见染上了火的颜色[而得此名]。他说,它的点燃以及从云中的冲出,都在撞击之后产生。因为对于它而言,剧烈的运动与撞击乃是点燃的原因,而在它出现在云外被看见之前,它对云的撞击——也就是雷鸣——便已经发生。然而,闪电却在雷声被听到之前显现,是因为视觉比听觉更先感知到自身的专有感觉对象。其原因在于:听觉需要时间让产生的声音传到它自身(因为一切运动都在时间中),而视觉的感知却是无时间性地产生的。因为这种感知并非通过可见之物被输送和运动到视觉自身而产生,而是在于可见之物以及借以看见的中介相对于注视着的视觉所具有的某种特定关联之中;无论何时,只要可见之物相对于注视着的视觉处于这种关联之中,视觉便同等地看见它们,即便其中一些在近处而另一些在更远处,正如在《论感觉及其对象》中所说的那样。作为视觉感知可见之物比听觉感知可听之物更快的证明,他援引了划三列桨座战船者身上发生的现象:因为当他们已经把桨从水中拔起时,桨在最初接触和撞击水面时产生的声音在那时才被听到,而视觉在此前很久就已经看见桨伸入水中并拍打水面了。
- 2.22ἔμπαλιν ἐχόντων τὴν τάξιν ἐν αὐτοῖς τῶν πλησσόντων τε καὶ πλησσομένων
独立属格结构:“在施击者(主动分词属格)与受击者(被动分词属格)于它们[即木材之火与云的案例]之中的秩序相反的情况下”。后文通过 ἐπὶ μὲν γὰρ τοῦ πυρὸς ... ἐπὶ δὲ τοῦ νέφους ... 进一步阐明了这种反转关系(在火中是浓密呼气撞击火焰,而在云中则是温热之气撞击浓密之云)。
- 2.22καθ’ ὃ γὰρ ἂν τὸ ἐκκριθὲν τοῦτο πνεῦμα ἐκπῖπτον ἐκ τῶν νεφῶν ὀφθῇ κεχρωματισμένον τῷ τοῦ πυρὸς χρώματι
承接前句 καὶ τοῦτο εἶναι τὴν καλουμένην ἀστραπήν(“这便是所谓的闪电”)的解释性从句。主句的述语被省略,应理解为:“因为[之所以如此称呼,乃是]由于这被分泌出的气从云中冲出时,被看见染上了火的颜色”。
- 2.22τῆς δ’ ὄψεως ἡ ἀντίληψις ἀχρόνως γίνεται
对比从句,与前半句 ἡ μὲν ἀκοὴ χρόνου δεῖται(“听觉需要时间”)相对应。后文 οὐ γὰρ τῷ φέρεσθαι ... ἀλλ’ ἐν τῇ ποιᾷ σχέσει ... 给出了亚里士多德主义的视觉理论论据:视觉感知并非通过可见之物跨越空间运动到眼睛,而是通过注视的视觉、介质与可见物之间某种确定的静止关联无时间性(即瞬时)地发生。
