- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:126.23-128.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《气象论》369a10的注解。亚历山大阐明了雷鸣、闪电、旋风和雷击如何同之前的气象现象一样源自双重呼气,并解释了高空寒冷导致云急剧致密化,从而将本性上升的温热干燥呼气强行向下挤出、撞击云层并产生雷鸣的过程。
" Περὶ δὲ ἀστραπῆς καὶ βροντῆς, ἔτι δὲ περὶ τυφῶνος καὶ πρηστῆρος." Εἰπὼν περὶ σεισμῶν, τίς τε αὐτῶν ἡ φύσις τε καὶ οὐσία, καὶ δι’ ἣν αἰτίαν γίνονται, καὶ περὶ πάντων τῶν δοκούντων αὐτοῖς παρακολουθεῖν, μέτεισιν ἐπὶ τὸ κατὰ τὸν ὑφηγημένον τρόπον εἰπεῖν περί τε ἀστραπῆς καὶ βροντῆς τυφῶνός τε καὶ πρηστῆρος καὶ κεραυνῶν. δεῖν δέ φησι καὶ τούτων ἁπάντων τὴν αὐτὴν ἀρχὴν ὑπολαβεῖν, οὐκ ἀλλήλοις μόνον τὴν αὐτήν, ἀλλὰ καὶ τοῖς προειρημένοις. τὸ γὰρ διττὸν τῆς ἀναθυμιάσεως τῆς ἐν τῇ γῇ γινομένης τοῖς τε προειρημένοις αἴτιον ἅπασι καὶ δὴ καὶ τούτοις. μεμιγμένης γὰρ τῆς ἀναθυμιάσεως τῆς γῆθεν ἀναφερομένης ἔκ τε τῆς θερμῆς τε καὶ ξηρᾶς, ἣ ἦν ἀρχὴ πυρὸς καὶ ἀνέμων, καὶ τῆς ὑγρᾶς τε καὶ ψυχρᾶς, ἣ πάλιν ἔστιν ἀρχὴ ὑδάτων τε καὶ χιόνος καὶ χαλάζης, ἔτι τε πάχνης τε καὶ δρόσου, καὶ ταῦτα ἀμφότερα ἐχούσης ἐν αὑτῇ δυνάμει (οὐ γὰρ ἀποκεκριμένα ἤδη καὶ κεχωρισμένα), ἔπειτα συνισταμένης ταύτης εἰς νέφος, καθὰ πρότερον εἴρηται (διακρινομένου γὰρ τοῦ ἐν τῇ ἀναθυμιάσει θερμοῦ καὶ εἰς τὸ ἄνω φερομένου ἡ ὑπολειπομένη συνίσταταί τε καὶ εἰς νέφη μεταβάλλει), ἔτι τε μᾶλλον πυκνοτέρας τῆς τῶν νεφῶν συστάσεως γινομένης, ὅταν ἐν τῷ τόπῳ γένηται μετεωρισθεῖσα ἐπὶ πλέον, ὅς ἐστι ψυχρότατος διὰ τὸ παύεσθαι ἐν αὐτῷ τὰς ἀπὸ τοῦ ἡλίου γινομένας ἀνακλάσεις· εἶπε γὰρ καὶ ἐν τοῖς πρώτοις τοῦτον εἶναι τὸν τόπον καὶ τὸν αὐτόθι ἀέρα ψυχρότερον· διὸ ὅσα ἂν τῶν νεφῶν διὰ τὴν ὑπάρχουσαν ἐν αὐτοῖς ἔτι πλείω θερμότητα εἰς ἐκεῖνον ἀνενεχθῇ τὸν τόπον, ὃν εἶπεν ἔσχατον πέρας, ἀθροώτερον ἐν ἐκείνῳ τοῦ θερμοῦ χωριζομένου διὰ τὴν ἐκ τῆς ψυχρότητος πῆξιν τῶν νεφῶν, πυκνοτέρα καὶ ψυχροτέρα γινομένη ἡ τῶν νεφῶν σύστασις τὸ ἐναπολελειμμένον ἐν αὐτοῖς θερμὸν ἄνωθεν εἰς τὸ κάτω ἀπωθεῖταί τε καὶ ἐκθλίβει, καὶ καθ’ ὃ ἔλαττόν ἐστι πυκνή, παρέχει τὴν ἔξοδον αὐτῷ.1 καὶ διὰ τοῦτο οἵ τε κεραυνοὶ καὶ ἐκνεφίαι καὶ τὰ τοιαῦτα φέρεται κάτω, ὄντα κουφότατα τῇ αὑτῶν φύσει. καίτοι τῆς ἀποκρίσεως ταύτης πυκνότερα γίνεται τὰ νέφη,2 ἕως ἂν εἰς τὸ ἔσχατον ἔλθῃ τῆς πυκνώσεως καὶ τὸ πέρας· ὅσῳ γὰρ ἂν μᾶλλον ἐκλείπῃ τὸ θερμὸν ἐξ αὐτῶν διακρινόμενόν τε καὶ εἰς τὸν ἄνω φερόμενον τόπον, τοσούτῳ πυκνοτέρα καὶ ψυχροτέρα ἡ σύστασις τῶν νεφῶν γίνεται. τοῦτο γὰρ αἴτιόν φησιν εἶναι, τὴν εἰς τὸ ἔσχατον πύκνωσιν τῶν νεφῶν, τοῦ καὶ τοὺς κεραυνοὺς καὶ τοὺς ἐκνεφίας φέρεσθαι κάτω καὶ πάντα, ἄνωθεν μᾶλλον πυκνουμένων διὰ τὴν ἐν ἐκείνῳ τῷ τόπῳ ψυχρότητα ἐκκρινόμενα μετὰ βίας, καίτοι φύσιν ἔχοντα ἄνω φέρεσθαι διὰ τὸ εἶναι θερμά (αὕτη γὰρ τοῖς τοιούτοις ἡ κατὰ φύσιν φορά)· ἀλλ’ [ἐπεὶ] ἀναγκαῖον εἰς τὸ ἐναντίον ἀεὶ τοῦ συστελλομένου τε καὶ πυκνουμένου καὶ ἐκθλίβοντος τὴν ἔκθλιψίν τε καὶ φορὰν τοῦ ἐκθλιβομένου γίνεσθαι. οὕτως γοῦν ἤδη τινὰ βάρος ἔχοντα διὰ τὸ κάτωθεν ἐκθλίβεσθαι ἄνω φέρεται οἷον ἐκπηδῶντα, ὡς ὁρῶμεν τά τε ἐκπυρηνιζόμενα φερόμενα πολλάκις καὶ ὕδατα πολλά. Εἰπὼν δὲ ταῦτα ἐφεξῆς λέγει καὶ πῶς γίνεται, καὶ τί τὸ αἴτιον τοῖς προειρημένοις τῆς εἰς τὸ κάτω βιαίου φορᾶς. ἡ μὲν γὰρ ἐκκρινομένη ἐκ τῆς ἀναθυμιάσεως θερμότης, τουτέστι θερμὴ ἀναθυμίασις, εἰς τὸ ἄνω φέρεταί τε καὶ διασπείρεται κατὰ φύσιν ἀνεμποδίστως φερομένη· ὅση δὲ τῆς ξηρᾶς ἀναθυμιάσεως ἐναπολαμβάνεται ἐν τῇ ψυχομένῃ τε καὶ συνισταμένῃ ἀναθυμιάσει ἄνωθεν μάλιστα, ἣν ἀέρα εἶπεν (ἢ καὶ τὸν ἀέρα τὸν περικείμενον τοῖς νέφεσι ψύχεσθαι λέγει), αὕτη ἔτι μᾶλλον πυκνουμένων καὶ συνιόντων τῶν νεφῶν ἐκκρίνεται3 ἐξ αὐτῶν μετὰ βίας, ἐκκρινομένη δὲ ἐξ ἑκάστου μέρους τοῦ νέφους καὶ μετὰ βίας φερομένη καὶ προσπίπτουσα τοῖς περιεχομένοις ὑπὸ τοῦ ψυχροῦ ἀέρος καὶ ὑπ’ αὐτοῦ πηγνυμένοις νέφεσι πληγὴν ποιεῖ, ὑφ’ ἧς πληγῆς ὁ γινόμενος ψόφος βροντὴ καλεῖται.
“关于闪电与雷鸣,进而关于旋风与烈风。” 在讨论了地震,其本性与实体是什么,因何原因而产生,以及关于被认为伴随它们的所有现象之后,[亚里士多德]接着按照既定的方式论述闪电与雷鸣、旋风、烈风以及雷击。他说,对于所有这些现象,也必须假定存在着同一本原,不仅彼此相同,而且与前述事物也相同。因为在土地中产生的双重呼气,既是前述一切事物的原因,确实也是这些现象的原因。因为从地面上升的呼气,混合了温热且干燥的部分(它是火与风的本原)以及潮湿且寒冷的部分(它又是水、雪、雹,进而也是霜和露的本原),并在自身中潜在地包含这两者(因为它们尚未被分离和区分开),随后这凝结成云,正如先前所说(因为呼气中的温热之物被分离并向上运动,留下的部分便凝结并转变成云),再者,当这凝结上升得更高,到达因来自太阳的反射在此止息而最为寒冷的地方时,云的凝结变得更加致密——因为他在前几卷中也曾说过,这个区域以及那里的空气更为寒冷——因此,凡是由于自身中仍存有较多热量而上升到那个被他称为最外极点的区域的云,由于寒冷使云冻结而在那处更为集中地分离出热量,云的凝结变得更加致密和寒冷,便从上方将留在它们之中的热向下推斥并挤压出去,并在自身较不致密之处为热提供出口。正因如此,雷击、飑风及诸如此类的现象,尽管就其本性而言最为轻微,却向下方运动。然而,由于这种分离,云变得更加致密,直到达到凝缩的极限与极点;因为热从它们之中分离并向高处区域运动而离去得越多,云的凝结就变得越发致密和寒冷。因为他说,这正是原因——即云凝缩到极限——导致雷击、飑风以及所有这些现象被向下方输送,它们被由于该处的寒冷而从上方更加致密化的云强行分泌析出,尽管它们因为是热的而具有向上运动的本性(因为对于这类事物而言,这才是合乎本性的运动);但在收缩、致密化并挤压之物的相反方向上,被挤压之物的挤出与运动总是必然发生的。无论如何,以这种方式,某些具有重量的事物因从下方受到挤压而如同跃出般向上运动,正如我们常常看见被手指挤出的果核以及许多水[向上飞溅]那样。说了这些之后,他紧接着阐明这如何产生,以及上述现象受到向下的强力运动的原因是什么。因为从呼气中分泌出来的热,即温热的呼气,不受阻碍地合乎本性地向上运动并消散;但干燥呼气中凡是滞留在正在冷却并凝结的呼气中的部分(尤其来自上方,他称这〔正在冷却并凝结的呼气〕为空气,或者他的意思是说环绕着云的空气变冷了),随着云更加致密并聚集在一起,被强行从它们之中分泌析出。这干燥呼气从云的各部分分泌析出,强力运动并撞击被冷空气包围且被其冻结的云,造成了撞击,而由这种撞击产生的声音便被称为雷鸣。
- 2.22μεμιγμένης γὰρ τῆς ἀναθυμιάσεως ... παρέχει τὴν ἔξοδον αὐτῷ.
这个长句的骨干结构由前置的多个属格独立结构(μεμιγμένης ... τῆς ἀναθυμιάσεως, συνισταμένης ταύτης, πυκνοτέρας ... τῆς συστάσεως γινομένης)及从属从句构成,主句的主语为 ἡ τῶν νεφῶν σύστασις(云的凝结),谓语动词为 ἀπωθεῖταί τε καὶ ἐκθλίβει(推斥并挤出)以及 παρέχει(提供)。
- 2.22καίτοι τῆς ἀποκρίσεως ταύτης πυκνότερα γίνεται τὰ νέφη
τῆς ἀποκρίσεως ταύτης 在此作原因属格(或相当于省略了 ἐκ 的来源/原因属格),意为“由于这种分离/在这种分离的作用下”。虽然语法上也可被视作比较属格,但语境表达的是热的分离促使云进一步致密化的因果机制,而非拿云与分离本身作比较。
- 2.22ὅση δὲ τῆς ξηρᾶς ἀναθυμιάσεως ἐναπολαμβάνεται ... αὕτη ... ἐκκρίνεται
这是一个相关结构,关系代词 ὅση(“凡滞留在……的干燥呼气量”)与主句的指示代名词 αὕτη 相互照应。尽管中间插入了 ἣν ἀέρα εἶπεν,主句的主语 αὕτη 引出主动词 ἐκκρίνεται,并通过随后的分词 ἐκκρινομένη ... καὶ προσπίπτουσα 最终落实到动词 πληγὴν ποιεῖ(“造成撞击”)。
