- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:125.12-126.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德关于地震的两种分类(横向的震颤与纵向的脉搏)及其发生频率与特征,随后阐述了外海岛屿比近陆岛屿更少发生地震的自然学原因(海水的冷却、重压及运动等)。
ὁ μὲν γὰρ σεισμὸς καὶ ὁ αὐχμὸς καὶ ἡ ὑπερομβρία οὐκ ἔστιν ἡ τῆς ἀναθυμιάσεως ῥύσις, ὁ δὲ ἄνεμος καὶ τὸ πνεῦμα αὐτή ἐστιν ἡ τῆς τοιαύτης ἀναθυμιάσεως οὔσης ὑπὲρ γῆν ῥύσις, ἣν οὔτε λανθάνειν οἷόν τε ὑπὲρ γῆς ῥέουσαν οὔτε ῥεῖν ἐν βραχεῖ μορίῳ τῆς γῆς. Ἐφεξῆς δὲ καὶ τὰς τῶν σεισμῶν διαφορὰς λέγει, καὶ φησὶν αὐτῶν τοὺς μὲν τρόμῳ ἐοικέναι, τοὺς δὲ σφυγμῷ, τρόμῳ μὲν τοὺς γινομένους ἐπὶ πλάτος τῆς γῆς, ὅταν διὰ τὸ πλῆθος τοῦ γινομένου ὑπὸ γῆν πνεύματος, κατὰ τὸ πλάτος ἡ γῆ κινῆται ὑπ’ αὐτοῦ· οὕτως γὰρ καὶ ὁ τρόμος γίνεται, εἰς τὰ πλάγια μεταφερομένου τοῦ τρέμοντος σώματος· τοῦτο γάρ ἐστι τὸ εἰς πλάτος. γίνεσθαι δέ φησιν ὀλιγάκις κατὰ τόπους τινὰς σεισμοὺς ἐοικότας σφυγμῷ. ἔστι δὲ ἡ κατὰ σφυγμὸν κίνησις οὐκ εἰς τὰ πλάγια γινομένη, ὡς ὁ τρόμος, ἀλλὰ κάτωθεν ἄνω. διὸ καὶ ἐλαττονάκις λέγει γίνεσθαι τοὺς οὕτω γινομένους σεισμούς, ὅτι μὴ ῥᾴδιον εἰς βάθος ἐπ’ εὐθείας οὕτως πολλὴν ἀρχήν τε καὶ ἀναθυμίασιν ἀθροισθῆναι. πολὺ γὰρ πλείων ἡ κατὰ μῆκος καὶ πλάτος τῆς γῆς διάκρισίς τε καὶ ἀναθυμίασις γινομένη τῆς ἀπὸ τοῦ βάθους. ταύτῃ μὲν γὰρ καὶ ὁ ἥλιος συνεργεῖ θερμαίνων μέχρι τοσούτου τὴν γῆν, τῇ δ’ ἐκ τοῦ βάθους γινομένῃ τε καὶ ἀναφερομένῃ οὐκέτι. ἐν δὲ τοῖς τοιούτοις σεισμοῖς τοῖς ἐκ βάθους γινομένοις, οἳ ἐοίκασι τοῖς σφυγμοῖς, φησὶν ἀναβάλλεσθαί τε καὶ ἐπιπολάζειν πλῆθος λίθων, ὥσπερ ἐπὶ τῶν λίκνων· καὶ γὰρ ἐπὶ τούτων, ὅταν ἀναβράττηται τὰ ἐπ’ αὐτοῖς, ἐπιπολάζει τὰ βαρύτατα. λέγει δὲ καὶ χαλεπωτάτους εἶναι τοὺς τοιούτους σεισμούς, καὶ παρατίθεται χωρία τὰ ὑπὸ τῶν τοιούτων σεισμῶν ἀνατραπέντα, ἃ πρὸς τῷ ἀνατραπῆναι καὶ τραχύτερα ἐγένετο. ἧττον δὲ λέγει γίνεσθαι σεισμοὺς ἐν ταῖς νήσοις ταῖς ἐν μέσοις τοῖς πελάγεσιν, ἃς εἶπε ποντίας, τῶν πλησίον ἐχουσῶν ἤπειρον· τοῦτο γάρ ἐστι τὸ τῶν προσγείων.1 αἰτία δὲ τούτου ὅτι ἐν μὲν ταῖς ποντίαις τὸ πλῆθος τῆς θαλάσσης τὸ περικεχυμένον καταψύχει τάς τε ὑπ’ αὐτὴν καὶ τὰς ἐν τῇ νήσῳ ἐγγενομένας ἀναθυμιάσεις, ἔτι τε τῷ βάρει ἐπικειμένη κωλύει αὐτῶν τὰς εἰς ἓν συρρεύσεις ἐν τῇ γῇ γίνεσθαι, ἐξ ἧς γεννῶνται. ἔτι δέ, φησί, ῥεῖ καὶ κρατεῖται ὑπὸ τῶν πνευμάτων, ὡς τῇδε καὶ τῇδε φέρεσθαι, διὸ οὐ σείεται·2 δεῖ γὰρ τὸ σειόμενον ἠρεμῆσαι πρῶτον, εἶθ’ οὕτω σεισθῆναι. ἢ τοῦτο οὐ περὶ τῆς ἀναθυμιάσεως, ἀλλὰ περὶ τῆς θαλάσσης λέγει· ἀεὶ γὰρ αὕτη ῥεῖ καὶ κινεῖται ὑπὸ τῶν ἀνέμων, διὸ οὐ σείεται ὑπὸ τῆς ἀναθυμιάσεως· κινεῖται γὰρ τὰ ἠρεμοῦντα· μὴ σειομένης δὲ τῆς θαλάσσης οὐδὲ αἱ ἐν αὐτῇ νῆσοι σείονται. διὰ τοῦτο γὰρ ἐπιφέρει τὸ τὰς δὲ ποντίας οὐκ ἔστι κινῆσαι ἄνευ τῆς θαλάσσης ὅλης, ὑφ’ ἧς περιεχόμεναι τυγχάνουσιν. ἀλλὰ καὶ διὰ τὸ πολὺν ἐπέχειν τόπον, φησί, τὴν θάλασσαν οὐκ εἰς ταύτην αἱ ἀλλαχόθεν ἀναθυμιάσεις ἀθροίζονται (διὰ μακροῦ γὰρ ἡ σύρροια αὐταῖς γίνοιτο ἄν), ἀλλ’ ἐκ ταύτης, τῆς ὑπὸ θαλάσσης, γίνοιντ’ ἂν καὶ συρρέοιεν εἴς τινα ἄλλην γῆν, αἷς συρρεούσαις παρακολουθοῖεν ἂν καὶ αἱ ἐκ τῆς γῆς. ἢ ἐκ ταύτης λέγει ἐξ αὐτῆς τῆς θαλάσσης γίνεσθαι εἰς τὸ ἄνω τὰς ἀναθυμιάσεις, καὶ ταύταις συνακολουθεῖν τε καὶ συνεκκρίνεσθαι καὶ τὰς ἐν τῇ γῇ γενομένας τῇ ὑπὸ θαλάσσῃ. τὰς δὲ ἐγγὺς νήσους τῆς ἠπείρου μόριον εἶναι τῆς ἠπείρου λέγει· ἡ γὰρ μεταξὺ θάλασσα δι’ ὀλιγότητα οὐδεμίαν ἔχει δύναμιν, ὡς κωλῦσαι τῶν ἀπὸ τῆς ἠπείρου γινομένων ἀναθυμιάσεων εἰς τὰς νήσους τὰς πλησίον συρρεῖν τινας.
因为地震、干旱与暴雨并非气汽的流动,而风即气流正是这种处于地面之上的气汽的流动本身,它在地面上流动时既不可能隐而不显,也不可能只在大地的狭小部分流动。 接着他也阐述了地震的差异,并说其中一些类似于震颤,另一些则类似于脉搏:类似于震颤的是那些发生在大地宽度方向上的地震,即当由于地下产生的气流极其充盈,大地被它沿宽度方向推动之时;因为震颤也是这样发生的,即颤动的物体被移向两侧;因为所谓“沿宽度方向”就是这个意思。但他指出,类似于脉搏的地震在某些地方很少发生。而依据脉搏的运动并非如震颤那样向两侧发生,而是由下至上发生。因此他说,以此种方式发生的地震发生得更少,因为如此巨大的本原与气汽要沿直线向深处积聚并非易事。因为沿大地的长度与宽度产生的分解与气汽,远比来自深处的要多得多。因为对于前者,太阳通过将大地加热到这种程度也起到了协助作用,但对于从深处产生并上升的气汽,太阳便不再能协助。在这些来自深处、类似于脉搏的地震中,他说大量的石块被向上抛出并浮于表面,正如在簸箕上一样;因为在簸箕上也是如此,当其上的东西被簸动时,最沉重的便浮于表面。他还说这类地震最为剧烈,并列举了被这类地震颠覆的地区,这些地区在被颠覆之外还变得更加崎岖不平。 他还说,在远海之中的岛屿——即他所谓的洋中之岛——比那些靠近大陆的岛屿更少发生地震;因为这就是“近陆之岛”的意思。而其原因在于,在洋中之岛,周围环绕的汪洋大海冷却了其下以及岛上产生的气汽,加之其以自身的重量压覆在上方,阻碍了气汽在大地(即气汽产生之所)内部汇聚为一。此外他说,[气汽]流动并被风所压服,从而被吹向此处和彼处,因此不发生震动;因为受震动之物必须首先静止,然后才得以如此受震动。或者,他说的不是关于气汽,而是关于大海;因为大海始终在流动并被风所驱动,因此不被气汽所震动;因为被驱动的乃是静止之物;而在大海不受震动的情况下,其中的岛屿亦不受震动。正是由于这个缘故,他接着补充道,“若没有包围着它们的整个大海,是不可能撼动洋中之岛的”。不仅如此,他说,由于大海占据了巨大的空间,来自别处的气汽并不会汇聚到其中(因为它们的汇聚将要跨越遥远的距离),而是会从这片海底大地产生并汇流至其他某处大地,而来自大地的气汽亦会伴随这些汇流的气汽。或者他的意思是,气汽直接从这片大海自身向上产生,而在海底大地上产生的气汽则伴随这些气汽并与之同被排出。但他指出,靠近大陆的岛屿乃是大陆的一部分;因为中间的海水因其微小,绝无力量阻碍来自大陆产生的某些气汽汇流至邻近的岛屿。
- 2.21τῶν πλησίον ἐχουσῶν ἤπειρον· τοῦτο γάρ ἐστι τὸ τῶν προσγείων.
τῶν πλησίον ἐχουσῶν ἤπειρον 是附属于 ἧττον 的比较属格,省略了中心词 νήσων(意即“比那些靠近大陆的岛屿”)。随后的 τοῦτο γάρ ἐστι τὸ τῶν προσγείων 则是对亚里士多德原文术语 τὰς προσγείους(近陆之岛)的解说,意为“此即‘近陆之[岛]’这一说法的含义”。
- 2.21ἔτι δέ, φησί, ῥεῖ καὶ κρατεῖται ὑπὸ τῶν πνευμάτων, ὡς τῇδε καὶ τῇδε φέρεσθαι, διὸ οὐ σείεται·
对于动词 ῥεῖ 与 κρατεῖται 缺省的主语,亚历山大自身给出了两种句法解释:第一种承接上文将主语理解为“气汽”(气汽被风吹散而无法静止,故不被震动);第二种则由其下文紧接着提出的 ἢ τοῦτο οὐ περὶ τῆς ἀναθυμιάσεως, ἀλλὰ περὶ τῆς θαλάσσης λέγει 明确将主语指归于“大海”(大海本身始终流动且不安止,故不被震动,因而岛屿亦不震动)。
