- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:123.16-125.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了相反的风向冲突如何同时引起海啸与地震(如赫利克与布拉的例子),随后通过对比地下汇聚的气汽与被太阳驱散的高空气汽,解释了为何地震往往局限于一地而风却席卷广阔区域。
ὅταν δέ, φησίν, ἅμα τῷ σεισμῷ γένηται ἔκχυσις ὕδατος οὐ κάτωθεν ἐκχεομένου, ἀλλὰ τοῦ ἐπιπολῆς καὶ τῆς θαλάττης ἐπιχεομένου (περὶ γὰρ τοῦ τοιούτου ὕδατός τε καὶ πάθους λέγει) τούτου δή φησι γίνεσθαι αἰτίαν τὴν τῶν πνευμάτων ἐναντίαν φοράν, ἥτις γίνεται, ὅταν τὸ τὸν σεισμὸν ποιοῦν πνεῦμα μηδέπω ῥέον ὑπὸ γῆν, ἀλλὰ ἔξωθεν φερόμενον τὴν θάλασσαν ὑπό τινος ἐναντίου πνεύματος κινουμένην ἐξ ἐναντίας αὐτὸ φερόμενον ἀπῶσαι μὲν εἰς τοὐπίσω μὴ δυνηθῇ διὰ τὸν προωθοῦντα ἄνεμον αὐτήν, ἱστὰν δὲ καὶ ἐμποδίζον αὐτῆς τὴν πρόοδον αἴτιον γένηται τοῦ ἅμα πολλὴν ἀθροισθῆναι.1 τότε γὰρ ἡττηθὲν ὑπὸ τοῦ πλήθους τῆς θαλάσσης τὸ ἱστὰν αὐτὴν πνεῦμα ἀθρόας ἐπιχυθείσης αὐτῆς διὰ τὸ κατόπιν ὠθοῦν πνεῦμα, ἅμα μὲν ἐγίνετο τοῦ τε κατακλυσμοῦ καὶ τῆς ἐφόδου τῆς τοῦ κύματος αἴτιον, ἅμα δὲ καὶ τοῦ σεισμοῦ. καὶ λέγει οὕτω γενέσθαι καὶ τὸν περὶ Ἀχαΐαν σεισμόν τε ἅμα καὶ τὴν τοῦ κύματος ἔφοδον τοῦ ἐπικλύσαντος τὰς παραθαλασσίους πόλεις Βοῦράν τε καὶ Ἑλίκην. ἔξω μὲν γὰρ νότος ἔπνει ἀπωθῶν τὴν θάλασσαν, ἐκεῖ δὲ ἔνθα ὁ σεισμὸς ἐγένετο, βορρᾶς ἀντέπνευσε· νηνεμίας δὲ γενομένης, τουτέστι ῥυέντος εἴσω καὶ ὑπὸ γῆν τοῦ ἀνέμου τοῦ ὑπὸ τοῦ κύματος ἡττηθέντος ἅμα ἐγένετο ἥ τε τοῦ κύματος ἔφοδος καὶ ὁ σεισμός, τοῦ αὐτοῦ ἀνέμου ἀμφοτέρων αἰτίου γενομένου, τοῦ μὲν κύματος διὰ τὸ στῆσαι τὴν θάλασσαν καὶ ποιῆσαι πολλὴν ἀθροισθῆναι, τοῦ δὲ σεισμοῦ διὰ τὸ ἡττηθέντα τοῦτον ὑπὸ τοῦ πλήθους τῆς θαλάσσης ῥυέντα κατὰ γῆς ταύτην κινῆσαι. εἴη δ’ ἂν ὁ νότος περὶ Ἀχαΐαν τοῦτο παθών τε καὶ ποιήσας· ἐν γὰρ τῷ νοτίῳ μέρει αἱ καταρριφθεῖσαί τε καὶ ἐπικλυσθεῖσαι πόλεις. αἰτίαν δέ φησι καὶ συναιτίαν τὴν θάλασσαν τοῦ σεισμοῦ γενέσθαι τῷ μὴ διδόναι διαπνοὴν τῷ ὑπὸ γῆς φερομένῳ πνεύματι. ἡ μὲν γὰρ θάλασσα τῷ ὑποστῆναι τὸ πνεῦμα καὶ εἰς τὸ κάτω ῥεῦσαι τὸν κατακλυσμὸν ἐποίησε, τὸ δὲ πνεῦμα ἀθροισθὲν ὑπὸ γῆς τῇ ἀθρόᾳ καὶ βιαίῳ κινήσει τὸν σεισμόν. δύναται μὴ λέγειν2 τὸν ἕτερον τῶν πνεόντων ἀνέμων, δι’ οὓς ἡ τοῦ ὕδατος ἄθροισις, ἡττηθέντα καὶ εἰς τὴν γῆν ἀναχωρήσαντα ποιεῖν τὸν σεισμόν, ἀλλ’ ἡττηθέντος τοῦ ἑτέρου τὸ πνεῦμα τὸ ἐναπειλημμένον ἐν τῇ γῇ ὑπὸ τῆς τοῦ κύματος ἐφόδου διαλυθὲν ῥεῖν ἔξω. Κειμένου δὲ τοῦ τῶν σεισμῶν αἰτίους εἶναι τοὺς ἀνέμους3 ὑπὸ γῆν ἀθροιζομένους τε καὶ ῥέοντας, ἐπεὶ οἱ σεισμοὶ κατὰ μέρος γίνονται καὶ χωρία τινὰ περιωρισμένα πολλάκις καὶ ἐν μικρῷ τόπῳ, ἄνεμοι δὲ οὐχ οὕτως (διαρκεῖς γὰρ οἱ ἄνεμοι καὶ ἐπὶ πολὺ πνέοντες) τίς ἡ αἰτία τούτου λέγει. φησὶ δὴ αἰτίαν εἶναι τούτων ὅτι οἱ μὲν σεισμοὶ ὑπὸ γῆν ῥέοντος τοῦ ἀνέμου γίνονται· ὅταν γὰρ πρὸς ταῖς οὔσαις ἔν τινι τόπῳ ἀναθυμιάσεσιν ὑπὸ γῆν καὶ αἱ ἐκ τῶν πλησίον τόπων συνέλθωσιν εἰς ταὐτὸ συρρυεῖσαι, τότε διὰ τὸ πλῆθος τοῦ ἐξ αὐτῆς γινομένου πνεύματος βίᾳ κινουμένου ὑπὸ τῇ γῇ γίνονται οἱ σεισμοὶ ὁμοίως τοῖς αὐχμοῖς καὶ ταῖς ὑπερομβρίαις· καὶ γὰρ ἐκείνων ἑκάτερον ἐγίνετο ὁ μὲν αὐχμὸς τῷ πρὸς τῇ ὑπαρχούσῃ ἐν ἐκείνῳ τῷ τόπῳ ξηρᾷ ἀναθυμιάσει καὶ τὴν ἐν τοῖς γειτνιῶσιν αὐτῷ τόποις ξηρὰν ἀναθυμίασιν εἰς ἐκεῖνον τὸν τόπον ῥυῆναι πᾶσαν, ὑπερομβρία δὲ ὅταν τὸ αὐτὸ τοῦτο ἐπὶ τῆς ὑγρᾶς τε καὶ ἀτμιδώδους ἀναθυμιάσεως γένηται. οἱ μὲν οὖν σεισμοί, ὁμοίως δὲ καὶ οἱ αὐχμοὶ καὶ αἱ ὑπερομβρίαι διὰ ταύτην τὴν αἰτίαν γίνονται καὶ κατὰ μόρια γῆς· οὐδὲν γὰρ κωλύει τῆσδέ τινος σειομένης τῆς γῆς μηδεμίαν σείεσθαι τῶν πλησίον, τῷ πᾶσαν τὴν τῶν σεισμῶν ποιητικὴν ἀναθυμίασιν ἐκ τῶν πλησίον εἰς τοῦτον συνερρυηκέναι τὸν τόπον· οὐκέτι δὲ οἱ ἄνεμοι κατὰ ἕν τι μόριον γίνονται, ὅτι τὰ μὲν τῶν σεισμῶν καὶ τῶν αὐχμῶν καὶ τῶν ὑπερομβριῶν ἐν τῇ γῇ τὴν ἀρχὴν ἔχει, τουτέστι τὴν ἀναθυμίασιν· διὸ δύνανται αὗται καὶ εἰς ἕν τι πᾶσαι συρρεῖν· ὁ γὰρ ἥλιος οὐχ ὁμοίως ἐπὶ τούτων, λέγω δὴ τῶν κατὰ γῆς ἰσχύει, ὥστε μεταβάλλειν αὐτάς, ἐπεὶ κἀκεῖναι εἰ καθ’ οὓς ἐγίνοντο τόπους ὑπὸ τοῦ ἡλίου διεκρίνοντο, οὐκ ἂν εἰς ἓν ἠθροίζοντο, οὐδ’ ἂν κατὰ μέρη τῆς γῆς μικρὰ ἐγίνοντο πολλάκις σεισμοί· τὰς μέντοι μετεώρους ἀναθυμιάσεις αὐτός ἐστιν ὁ διακρίνων τε καὶ ἀνάγων, αἳ ὅταν παρὰ τοῦ ἡλίου καὶ τῆς τούτου φορᾶς τὴν ἀρχὴν λάβωσιν, ἄνεμος ἤδη οὖσαι ῥέουσιν ἐφ’ ἕν τι μέρος, ἐπὶ μὲν τάδε ὁ βορέας, ἐπὶ δὲ τάδε ὁ νότος, καὶ ἄλλος ἐπ’ ἄλλο τι· ῥέοντες δὲ οὕτως οὐ λανθάνουσιν ὥσπερ αἱ ὑπὸ γῆν συρρέουσαι εἰς ταὐτὸν ἀναθυμιάσεις, ἀλλὰ πᾶς ὁ τόπος δι’ οὗ ῥέουσιν ἔχει τὸν ἄνεμον.
他说,当水的倾泻与地震同时发生,且并非水从下方喷涌而出,而是表层的水即海水倾注而来时(因为他所论述的正是这种水和现象),其原因乃是由于气流的相反运行。这种情况发生于:引发地震的气尚未在地下流动,而是从外部吹来,逆向冲向被某种相反之风所驱动的海水,由于顺推海水的风的作用,它无法将海水向后退推,但通过阻滞并阻挡海水的推进,它成了大量海水瞬间积聚的原因。因为在那个时刻,阻挡海水的风被浩瀚的海水所压倒,而海水由于后方推挤的气流而倾泻汇集,这股风便同时成了洪水与巨浪冲击的原因,同时也成了地震的原因。他说,阿哈伊亚周边的地震以及淹没了沿海城市布拉和赫利克的巨浪袭击,也是这样同时发生的。因为在外部,南风吹拂并推击海水,而在地震发生之地,北风则迎面反向吹来;当风平浪静发生时——即被巨浪压倒的风向内并向地下流去时——巨浪的袭击与地震同时发生,同一种风成了两者的原因:对于巨浪而言,是因为它阻挡了海水并使之大量积聚;对于地震而言,则是因为它被大水压倒而流向地下,从而震动了大地。在阿哈伊亚周边遭受此种遭遇并引起此事的应当是南风;因为被毁坏和被淹没的城市正位于南部。他还说,大海通过不给地下运行的气提供宣泄孔道,成了地震的原因和共同原因。因为大海由于气下沉并流向下方而引发了洪水,而气在地下积聚,凭借其突然且猛烈的运动引发了地震。或者亦可理解为,他并不是说引起海水积聚的吹拂着的二风之一被压倒并退入大地而引起地震,而是在其中一风被压倒时,原先被禁锢在大地内部的气由于巨浪的冲击而得以解脱并向外流出。既然确立了地震的原因是在地下积聚并流动的风,那么既然地震是局部发生的,并且往往局限于某些有限的区域以及微小的地点,而风却非如此(因为风是持久的且吹拂广阔),他便说明了此中原因何在。他说,这些现象的原因在于,地震是在风流于地下时发生的;因为在某处地下现有的气汽之外,邻近各处的气汽亦汇流聚集于同一处时,由于由此产生的在地下剧烈运动的气极其充盈,地震便以类似于干旱与暴雨的方式发生;因为那两者的发生亦是如此:干旱是由于邻近地区的所有干燥气汽连同该地原有的干燥气汽一同流入该地,而暴雨则是此种情况发生在潮湿且多水汽的气汽上时发生的。因此,地震以及同样干旱与暴雨,皆因这一原因而发生在大地的局部;因为当这特定的大地受震动时,邻近处全未受震动,这是完全可能的,因为产生地震的全部气汽皆已从邻近各处汇流至此地;然而风却不再局限于某个单一的部分,因为地震、干旱与暴雨之物在大地之中具有其本原,即气汽;因此这些气汽能够全部汇流于单一之处。因为太阳对于这些事物——即对于地下的事物——并不具有同等的力量以使它们转化;因为若是那些气汽在产生之处亦被太阳所驱散,它们便不会聚集为一,地震亦不会经常在大地的细小部分上发生;然而对于高空中的气汽,正是太阳自身将其驱散并向上吸引;当它们从太阳及其运行中获得本原时,它们已然成为风,向着某个单一的方向流动,北风吹向此方,南风吹向彼方,各风吹向各自的方向;它们以这种方式流动便不会像地下汇流于同一处的气汽那样隐而不显,而是它们所流经的整个地方皆具有此风。
- 2.21τὴν θάλασσαν ὑπό τινος ἐναντίου πνεύματος κινουμένην ἐξ ἐναντίας αὐτὸ φερόμενον ἀπῶσαι μὲν εἰς τοὐπίσω μὴ δυνηθῇ διὰ τὸν προωθοῦντα ἄνεμον αὐτήν, ἱστὰν δὲ καὶ ἐμποδίζον αὐτῆς τὴν πρόοδον αἴτιον γένηται τοῦ ἅμα πολλὴν ἀθροισθῆναι
中性主语短语 τὸ τὸν σεισμὸν ποιοῦν πνεῦμα 统领分词 φερόμενον, ἱστάν, ἐμποδίζον 以及 ὅταν 从句中的虚拟式谓语动词 δυνηθῇ 与 γένηται。前置的宾格短语 τὴν θάλασσαν ... κινουμένην 是不定式 ἀπῶσαι 的直接宾语。在由 μὲν ... δέ 连接的后半句中,分词 ἱστὰν δὲ καὶ ἐμποδίζον 支配宾语 αὐτῆς τὴν πρόοδον,构成清晰的并列对照:虽未能将海水向后退推,但通过阻挡其推进,成为海水积聚的原因。
- 2.21δύναται μὴ λέγειν
此处作非人称用法理解:“亦可理解为他并非说……”。虽然语法上亦可将亚里士多德作为主语(“他可能不是在说……”),但由于下文引入了注释家提出的另一种替代性解释(ἀλλʼ ... ῥεῖν ἔξω),故在此表达注释者对文本可能意旨的补充解读。
- 2.21Κειμένου δὲ τοῦ τῶν σεισμῶν αἰτίους εἶναι τοὺς ἀνέμους
属格独立结构,中性属格冠词 τοῦ 引出的带宾格不定式从句 τῶν σεισμῶν αἰτίους εἶναι τοὺς ἀνέμους(“风是地震的原因”)充当被动分词 κειμένου 的逻辑主语,意为“在‘风是地震的原因’这一前提被确立之后”。
