← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§122.1-123.16

余震持续机理与地下轰鸣及涌水成因

基于亚里士多德《气象学》卷二第八章(365a14起),亚历山大阐明了由于狭窄地形中气的残留而引发余震的机理、地下轰响因空气的细微而先于地震显现的原因,以及地震中地下水的喷涌亦是以气为作用因而水和大地仅为质料因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.21#6

ὅπου γὰρ ἂν τὸ πνεῦμα διὰ τὸ σχῆμα τοῦ τόπου ἀντιτυπήσῃ, ὡς μὴ ῥᾳδίως διελθεῖν, μάλιστά τε σείει καὶ ἀναγκαῖον ἐγκαταλείπεσθαί τι τοῦ πνεύματος ἐν ταῖς δυσχωρίαις τὸ ποιοῦν τὴν ὑπόμνησιν, ὥσπερ ὕδωρ ἐν σκεύει οὕτω κατεσκευασμένῳ, ὡς μὴ δύνασθαι πᾶν κενωθῆναι ῥᾳδίως. διὰ δὲ τὸ ὑπομένον πνεῦμα ἐν τῷ τόπῳ, ὡς ἐν τοῖς τῶν ζῴων σώμασιν οἱ σφυγμοί,1 οἳ γίνονται μὲν ἀπὸ νόσου τινός, οὐκ ἐξαίφνης δὲ οὐδὲ ἀθρόοι παύονται οὐδὲ ταχέως, ἀλλὰ κατ’ ὀλίγον μειούμενοι μαραινομένου τοῦ πάθους, οὕτω καὶ ἡ ἀρχὴ ἀφ’ ἧς ἡ ἀναθυμίασις ἐγένετο ἡ τοσαύτη, οὐκ ἐσβέσθη, οὐδὲ ἡ φορὰ ἡ τοῦ πνεύματος ἡ τὸν σεισμὸν ποιήσασα ἅπασαν κατηνάλωσε τὴν τοῦ πνεύματος ὕλην, ἀλλ’ ὑπομένει τις, ἥτις ἕως ἂν ἀναλωθῇ, ἀναγκαῖον γίνεσθαί τινα σεισμὸν κατὰ τὸν τόπον, ἐν ᾧ ὑπελείφθη, αἰεὶ μέντοι ἠρεμαιότερον· καὶ μέχρι τοσούτου μένει, μέχρι ἂν ἔλαττον τὸ ἀναθυμιώμενον γένηται ἢ ὥστε ἐπιδήλως κινεῖν [μὴ] δύνασθαι.2 Λέγει δὲ καὶ τοὺς ψόφους τοὺς ὑπὸ γῆν γινομένους πρὸ τῶν σεισμῶν τὸ αὐτὸ πνεῦμα ποιεῖν. πρὸ τῶν σεισμῶν δὲ εἶπεν, ὅτι τε εἴρηκε πρὸ ὀλίγου γίνεσθαί τινας ψόφους ὑπὸ τοῦ φερομένου πνεύματος ὑπὸ γῆν χωρὶς σεισμοῦ ἀνέμου γινομένου, ὡς περὶ τὰς Αἰόλου νήσους, καὶ νῦν λέγει πάλιν· προστίθησι γὰρ ὅτι καὶ ἄνευ δὲ σεισμῶν ἤδη που γεγόνασιν ὑπὸ γῆν. ὥσπερ γὰρ ῥαπιζόμενος ὁ ἀὴρ ὑπό τινος στερεοῦ σφοδρῶς παντοδαποὺς ἀφίησι ψόφους, ὡς ἔστιν ἰδεῖν ἐπί τε τῶν μαστίγων καὶ τῶν ῥάβδων, οὕτως κἂν αὐτὸς τύπτῃ τι στερεόν· οὐδὲν γὰρ διαφέρει ἢ τύπτεσθαι αὐτὸν ἢ τύπτειν· ἐν γὰρ τῷ τύπτειν τύπτεται· πᾶν γὰρ τύπτον καὶ ἀντιτύπτεται. προέρχεσθαι δὲ αὐτὸν λέγει τὸν ἀπὸ τοῦ πνεύματος ψόφον τῆς κινήσεως τῆς γῆς3 καὶ τοῦ σεισμοῦ, καίτοι γινόμενον ἅμα τῷ σεισμῷ, διὰ τὸ λεπτομερέστερον εἶναι, τουτέστι διὰ τὸ τὸ πνεῦμα λεπτομερέστερον εἶναι καὶ διὰ παντὸς δεχόμενον τὸν ψόφον δέχεσθαι αὐτὸν κατὰ τὸν ἐν τοῖς τῆς γῆς πόροις ἀέρα, ὃς πρὸ τοῦ σείεσθαι τὴν γῆν ἔξω προϊὼν τὸν ψόφον διαδίδωσι καὶ τῷ ἐκτός τε καὶ μέχρι τῶν ὤτων ἀέρι. ὅταν δὲ ἔλαττον, φησίν, ᾖ τὸ πνεῦμα ἢ ὥστε σεισμὸν ποιῆσαι (πῶς δὲ ἔλαττον, προσέθηκε· διὰ γὰρ λεπτότητα· ὅταν γὰρ ᾖ λεπτότερον, ὡς ἐν ταῖς πληγαῖς διηθεῖσθαι διὰ τῆς γῆς, καὶ μὴ μένειν καὶ στενοχωρίαν ποιεῖν ἀθροιζόμενον), διὰ μὲν τὸ ῥᾳδίως διηθεῖσθαι διὰ τῆς γῆς οὐ κινεῖ, διὰ δὲ τὸ προσπίπτειν τοῖς τῆς γῆς ὄγκοις κοίλοις τε οὖσι καὶ παντοδαπὰ σχήματα ἔχουσι παντοδαπὸν ποιεῖ ψόφον, ὡς δοκεῖν ἐνίοτε, ὡς οἱ τερατολογοῦντες λέγουσι, μυκᾶσθαι τὴν γῆν. ἤδη δέ φησι τότε καὶ ὕδατα ἀνερρῆχθαι γινομένων σεισμῶν, ὥσπερ καὶ πρὸ ὀλίγου εἶπε περὶ τῶν ἐν Αἰδηψῷ θερμῶν, ἀλλ’ οὐ διὰ τοῦτο τὸ ὕδωρ τῆς κινήσεως αἴτιον τῇ γῇ, ἀλλ’ ἂν ἢ ἐξ ἐπιπολῆς τὸ πνεῦμα βιάζηται τὸ ὕδωρ, ὡς ἐπὶ τῆς θαλάσσης γίνεται, ἢ καὶ κάτωθεν τὸ πνεῦμα βιαζόμενον ἀναρρήξῃ τι τῶν ὑπὸ γῆς ὄντων ὑδάτων, ὥσπερ εἶπεν ἐν Αἰδηψῷ, γίνεται [γὰρ] τὸ πνεῦμα καὶ τῷ ὕδατι τῆς κινήσεως αἴτιον, ὥσπερ καὶ τῶν κυμάτων οἱ ἄνεμοι. ὡς γὰρ τὰ πνεύματα ἐξ ἐπιπολῆς βιαζόμενα τὸ ὕδωρ κινεῖ τε αὐτὸ καὶ ποιεῖ τὰ κύματα, οὕτω πολλάκις καὶ ἐν τοῖς σεισμοῖς τὸ κάτωθεν πνεῦμα βιαζόμενον καὶ τὸ ὑπὸ τῇ γῇ κινεῖ ὕδωρ. ὡς γὰρ τὰ κύματα ὑπὸ τοῦ πνεύματος ἀλλ’ οὐκ ἀνάπαλιν κινεῖται, οὕτω καὶ τῶν ἀναρρηγνυμένων ἐν τοῖς σεισμοῖς ὑδάτων τὸ πνεῦμα αἴτιον, ἀλλ’ οὐκ ἐκεῖνα τοῦ πνεύματος. ἐναργὲς δὲ ἐποίησε τὸ λεγόμενον τῇ τῆς γῆς παραθέσει· ἀνατρέπεται γὰρ ἐν τοῖς σεισμοῖς πολλάκις καὶ αὐτή, ὥσπερ καὶ τὸ ὕδωρ τὸ ἀναρρηγνύμενον· ἡ γὰρ ἔκχυσις ἀνάτρεψίς τίς ἐστιν. ἀλλὰ ταῦτα μὲν τῆς γινομένης κινήσεως αἴτια ὡς ὗλαι, τὸ δὲ πνεῦμά ἐστι τὸ ποιοῦν.

因为无论在何处,气由于该处的形状而猛烈撞击,以致无法轻易穿过,它便最为剧烈地震动大地,并且在狭窄险阻之处必然会残留一部分气,从而引起余震[回想],正如器皿以无法轻易完全倒空的方式制成时其中的水一样。由于残留在该处的气——正如动物身体中的脉搏一样,虽然源于某种疾病,却既非突然止息,亦非一次性止息,亦非迅速止息,而是在疾苦衰退时逐渐减弱——产生如此巨大气汽的本原亦同样没有熄灭,引发地震的气之冲力亦没有耗尽气的全部质料,而是残留了一部分;在这一部分被耗尽之前,在它残留的地方必然会发生某种地震,然而总是越来越微弱;并且这种状态一直持续,直到蒸发出的物质变得太少,以至于不再能明显地引起震动。他还说,在地震前地下产生的轰响亦是由同一股气引起的。他之所以说“在地震前”,是因为他不久前曾说过,在地下运行的气在没有地震的情况下形成风时,会产生某些轰响,如埃奥利群岛周边那样;而现在他又再次提起;因为他补充说,即使没有地震,地下某处亦曾发生过此类轰响。因为正如空气被某种坚硬之物猛烈抽打时会发出各种轰响(这在鞭子与棍棒上可以见到),空气自身击打某种坚硬之物时亦是如此;因为空气受击还是击打并无分别;因为在击打时它亦受到击打;凡击打者亦受到反冲击打。他还说,来自气的轰响虽然与地震同时发生,却由于更为细微而先行于大地的运动和地震;也就是说,由于气更为细微,并且贯穿整体地接受轰响,沿着大地孔隙中的空气接纳了轰响,而这股空气在大地被震动之前向外行进,将轰响传送到外部以及直至耳旁的空气中。他说,当气过少而不足以引起地震时(他补充了是如何过少的:由于细微;因为当它较为细微,以致在冲击中能滤过大地,而不至于积聚停留并造成逼仄时),它由于轻易滤过大地而不震动大地,但由于撞击大地那些中空且具有各种形状的块体,它引起各种轰响,以至于有时大地看起来如同那些讲神异故事的人所说的那样在咆哮。他说,在发生地震时有时水亦喷涌而出,正如他不久前谈到艾德普索斯的温泉时所说的那样;但水并不因此成为大地运动的原因,而是无论气是从表面强压水(如在海上所发生的那样),还是气从下方施力而冲破地下现有的某些水(正如他在艾德普索斯所说的),气亦成为水运动的原因,正如风是波浪运动的原因一样。因为正如风从表面施力而移动水并形成波浪一样,在地震中来自下方的气亦常常施力而移动地下的水。因为正如波浪是被风移动而非反过来一样,在地震中喷涌而出的水亦是由气引起的,而非这些水引起了气。他通过与大地的对比使所论之事变得显明;因为在地震中大地自身亦常常被倾覆,正如喷涌而出的水一样;因为倾泻乃是一种倾覆。但这些事物只是作为质料而成为所产生运动的原因,而气才是作用者。

语法注3 条
  1. 2.21διὰ δὲ τὸ ὑπομένον πνεῦμα ἐν τῷ τόπῳ, ὡς ἐν τοῖς τῶν ζῴων σώμασιν οἱ σφυγμοί

    开头的介词短语 διὰ δὲ τὸ ὑπομένον πνεῦμα 紧接着插入了比较句 ὡς ... οἱ σφυγμοί(正如动物体内的脉搏一样),随后由 οὕτω καὶ ἡ ἀρχή...(同样本原亦……)承接主句,导致介词短语 διὰ ... πνεῦμα 与句中动词的直接语法联系产生松弛(破格句结构)。在句意上,它构成了“由于残留在该处的气,[如同脉搏一样,地震必然持续]”这一整体因果框架。

  2. 2.21ἔλαττον τὸ ἀναθυμιώμενον γένηται ἢ ὥστε ἐπιδήλως κινεῖν [μὴ] δύνασθαι

    结构 ἔλαττον ... ἢ ὥστε + 不定词表示“太小/不足以……”。括号中的 [μὴ] 为抄本中的异文;因为比较级加 ἤ ὥστε 本身已含有否定性结果(太少以至于不能),故 μὴ 当作被删去或视为赘生否定。此处解读为“直到少于能够明显引起震动的程度”。

  3. 2.21προέρχεσθαι δὲ αὐτὸν λέγει τὸν ἀπὸ τοῦ πνεύματος ψόφον τῆς κινήσεως τῆς γῆς

    动词 προέρχεσθαι 支配属格 τῆς κινήσεως,表示时间上的先行(“先于大地的运动”)。宾格代词 αὐτόν 则先取并同格修饰其后的名词短语 τὸν ... ψόφον(先取法)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:122.1-123.16