- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:120.13-121.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了地震前作为先兆的直线状云与海滩波痕的类比,阐明了月食前的温度变化引起无风、风和地震的机理及论述一致性,并解释了剧烈地震长期持续及余震的原因。
σαφῆ δὲ τὰ λεγόμενα περί τε τῆς νεφέλης τῆς ὡς γραμμῆς στενῆς τε καὶ εὐθείας πρὸ τῶν σεισμῶν εἰωθυίας γίνεσθαι, καὶ περὶ τῶν ἐν τῇ θαλάττῃ γινομένων ῥηγμίνων, ἃς παρέθετο εἰς σύστασιν τοῦ ὡς αἱ στεναί τε καὶ λεπταὶ ῥηγμῖνες ἐν τοῖς αἰγιαλοῖς τῆς θαλάσσης γαλήνης οὔσης γίνονται, οὕτω καὶ τὸ λεπτόν τε καὶ εὐθὺ νέφος τὸ φαινόμενον πρὸ τῶν σεισμῶν αἰθρίας οὔσης τοιοῦτον διὰ νηνεμίαν γίνεσθαι·1 ῥηγμὶς γάρ τις ἀέρος ἡ τοιαύτη νεφέλη. Λέγει δὲ καὶ περὶ τὰς ἐκλείψεις τῆς σελήνης γίνεσθαι σεισμοὺς πολλάκις διὰ τὴν αὐτὴν αἰτίαν. ὅταν γὰρ ἤδη πλησίον ᾖ ἡ σκιὰ τῆς γῆς, ἡ ἀντιφράττουσα καὶ ἐπισκοτοῦσα τῷ φωτὶ τῷ ἀπὸ τοῦ ἡλίου προσπίπτοντι πρὸς τὴν σελήνην, ὡς μηδέπω μὲν τέλεον ἐπιλελοιπέναι τὸ φῶς καὶ τὸ θερμὸν τὸ ἀπὸ τοῦ ἡλίου, ὃ παρέχει ἡ σελήνη τῷ ἀέρι παρὰ τοῦ ἡλίου λαμβάνουσα, ἤδη δὲ δι’ ἐγγύτητα τοῦ ἀκριβοῦς σκιάσματος ἀπομαραίνηται, νηνεμία γίνεται· διὰ γὰρ τὸ ὑπερψύχεσθαι τὸν ὑπὲρ γῆς τόπον ἀντιμεθίσταται τὸ πνεῦμα εἰς τὴν γῆν καὶ σεισμὸν ποιεῖ πρὸ τῶν ἐκλείψεων. ἐπιζητήσαι τις ἄν, εἰ τῇ τοῦ ἡλίου κινήσει ἡ ἀπ’ αὐτοῦ θερμότης τοῦ ἀέρος, πῶς ἡ σελήνη λαμβάνει ἀπὸ τοῦ ἡλίου θερμότητα, οὔτε αὐτὴ πάσχουσα οὔτε τοῦ μεταξὺ αὐτῆς τε καὶ τοῦ ἡλίου αἰθέρος ὄντος παθητοῦ. εἰπὼν δὲ ἐνίοτε νηνεμίας γίνεσθαι πρὸ τῶν ἐκλείψεων καὶ τὴν αἰτίαν ἀποδοὺς τούτου λέγει γίνεσθαι πολλάκις καὶ ἀνέμους πρὸ τῶν ἐκλείψεων, ἀρχομένης μὲν τῆς νυκτός, εἰ ἡ ἔκλειψις μέλλει γίνεσθαι μεσονυκτίου, εἰ δὲ ἡ ἔκλειψις γίνοιτο ἕωθεν, μεσονυκτίου τοὺς ἀνέμους. οὗ πάλιν αἰτίαν ἀποδίδωσι τὴν αὐτήν· διὰ γὰρ τὸ ἀμαυροῦσθαι καὶ ἔλαττον γίνεσθαι τὸ ἀπὸ τῆς σελήνης θερμὸν ἐν τῷ ἀέρι, πλησίον οὔσης ἤδη τῆς φορᾶς καθ’ ἣν ἔκλειψις γίνεται, ἀνιεμένη ἡ πρόσθεν διὰ τὴν πλείω θερμότητα κατεχομένη ἀναθυμίασις ἀνέμους ποιεῖ. ἀπορήσαι δ’ ἄν τις, πῶς τὸ νῦν λεγόμενον οὐ μάχεται τῷ προειρημένῳ· τότε μὲν γὰρ εἶπε νηνεμίας αἰτίαν γίνεσθαι τὴν μέλλουσαν ἔκλειψιν διὰ τὴν γινομένην ψυχρότητα, νῦν δὲ ἀνέμων. ἢ ὅταν μὲν πλείων ἡ ἀπὸ τῆς σελήνης ᾖ θέρμη, ὡς ἐπέχειν τὰς ἀναθυμιάσεις, ἡ ἐλάττωσις τοῦ θερμοῦ ἀνίησιν αὐτάς, ὅταν δὲ ᾖ σύμμετρος, ἡ ἐλάττωσις παύει· καὶ οὕτως ποτὲ μὲν νηνεμίαι, ποτὲ δὲ ἄνεμοι προγίνονται τῶν ἐκλείψεων. δύναται καὶ μὴ πρὸ ἴσου χρόνου τῆς ἐκλείψεως τήν τε νηνεμίαν λέγειν γίνεσθαι καὶ τοὺς ἀνέμους, ἀλλ’ ἐν ἄλλῳ μὲν τοὺς ἀνέμους, ἐν ἄλλῳ δὲ τὴν νηνεμίαν· πορρώτερον μὲν γὰρ ἀφεστώσης ἔτι τῆς ἐκλείψεως ἡ τοῦ θερμοῦ συμμετρία ἀνέμους κινεῖ, ἐγγὺς δὲ ἤδη τῆς ἐκλείψεως οὔσης τοὺς αὐτοὺς τούτους ἀνέμους ἀντιμεθίστασθαι ποιεῖ διὰ ψυχρότητα. βουληθεὶς γὰρ δεῖξαι ὅτι ἡ πρὸ τῆς ἐκλείψεως νηνεμία δι’ ἀντιπερίστασιν τοῦ πνεύματος γίνεται, ἔδειξεν ὅτι πρῶτον πνευμάτων κινηθέντων τε καὶ ὄντων νηνεμία γίνεται, ἐκείνων μεταστάντων ἀλλαχοῦ. καὶ τοῦ τοῦτο λέγειν αὐτὸν σημεῖον τὸ μὴ εἰπεῖν2 ‘γίνονται δὲ καὶ ἄνεμοι πρὸ τῶν ἐκλείψεων πολλάκις’, ἀλλὰ γίνονται γὰρ καὶ ἄνεμοι· εἰπὼν γὰρ ὅτι μεθίστανται ἐπήνεγκε τὸ γίνονται γὰρ δεικνὺς τίνες εἰσὶν οἱ μεθιστάμενοι. ἔτι τὴν μὲν νηνεμίαν εἶπε γίνεσθαι, ὅταν ἤδη πλησίον ᾖ ἡ ἀντίφραξις καὶ μήπω μὲν ᾖ πάμπαν ἀπολελοιπὸς τὸ φῶς καὶ τὸ ἀπὸ τοῦ ἡλίου θερμὸν ἐκ τοῦ ἀέρος, ἤδη δὲ ἀπομαραίνηται. ἐπὶ δὲ τῆς τῶν ἀνέμων γενέσεως οὐ τοῦτον ἔτι τὸν καιρὸν λέγει, ἀλλ’ ἀκρονύχους μὲν τὰς γενέσεις τῶν ἀνέμων πρὸ τῶν μεσονυκτίου γινομένων ἐκλείψεων, μεσονυκτίου δὲ πρὸ τῶν ὑπὸ τὴν ἕω. καὶ ἐπὶ μὲν τῆς νηνεμίας τῷ ἀπομαραίνεσθαι τὸ θερμὸν ἐχρήσατο, ἐπὶ δὲ τῆς γενέσεως τῶν ἀνέμων τῷ ἀμαυροῦσθαι· ἐπίτασις δὲ ἡ διαμάρανσις τῆς ἀμαυρώσεως. Σαφῆ δὲ καὶ ἃ λέγει περὶ τοὺς ἰσχυροὺς σεισμούς, τὸ μὴ εὐθὺς μηδὲ εἰσάπαξ παύεσθαι, ἀλλὰ καὶ ἐπὶ πλείους μένειν ἡμέρας καὶ ἐπισημαίνειν καὶ ἐπὶ ἓν καὶ δεύτερον ἔτος ἐν τοῖς τόποις ἐκείνοις, ἐν οἷς τὴν ἀρχὴν ἐγένετο. αἴτιον δὲ τούτων, τοῦ μὲν μεγέθους τοῦ σεισμοῦ τὸ πλῆθος τοῦ πνεύματος, τοῦ δὲ ἐπιμένειν τὰ τῶν τόπων σχήματα, δι’ ὧν ἂν τὸ σεῖον πνεῦμα ῥυῇ.
关于在地震前通常如同狭窄而笔直的线条般的云,以及关于在海中所产生的波痕的论述,都是明晰的;他引证这些波痕是为了确证:正如在风平浪静时海滩上产生狭窄而细薄的波痕一样,在地震前天气晴朗时显现的细薄而笔直的云亦是由于无风而变成这般的;因为这种云犹如空气的某种波痕。他还说,在月食前后亦常常出于同一原因而发生地震。因为当大地的阴影——即阻挡并遮蔽从太阳投射到月球上的光亮者——已经临近,以致从太阳而来的光与热(即月球从太阳接纳并提供给空气者)尚未完全断绝,但由于确切阴影的临近而已经衰退时,便产生了无风;因为大地之上的空间过度受冻,气便对转位移至大地中,并在食发生之前引起地震。或许有人会质疑:假若空气中来自太阳的热是因太阳的运动而产生的,那么在月球自身既不受影响、月球与太阳之间的以太亦非可受影响者的情况下,月球如何从太阳接纳热量?在指出食发生前有时产生无风并指明其原因之后,他说在食发生前亦常常产生风:若食将要在半夜发生,则风在入夜之初产生;若食发生在黎明,则风在半夜产生。对此他又指明了同一原因:因为食所由发生的运行已经临近,空气中来自月球的热变得暗淡且减少,先前因热量较多而受到压制的气汽得到释放,从而产生了风。但或许有人会感到疑难:现在所说的话如何不与前文相抵触;因为前文他说将要发生的食由于产生的寒冷而成为无风的原因,而现在却说它成为风的原因。或者说,当来自月球的热较多而足以压制气汽时,热的减少便释放了气汽;而当热处于适度时,[热的]减少便止息了[气汽];如此这般,食的前夕有时出现无风,有时出现风。亦可能他并非说无风与风是在食发生前的相等时间内产生,而是在一个时期产生风,在另一个时期产生无风;因为当食尚在较远处时,热的适度引发了风,而当食已经临近时,又因寒冷而使这些同样的风发生位移。因为他意图表明食之前的无风是通过气的反冲[周围逆退]而产生的,所以他表明,首先在风被吹动且存在时,随着它们位移到他处,无风便产生了。他所表达的正是这一意思的征候在于,他没有说“在食之前亦常常产生风”,而是说“因为风亦产生”;因为在说了风“发生位移”之后,他补充了“因为[风]产生”,以表明那些发生位移的风究竟为何。此外,他说无风发生在阻挡已经临近、来自太阳的光与热尚未完全离开空气而已经衰退之时。但对于风的产生,他所指的便不再是这一时刻,而是半夜发生的食之前的黄昏时分的风的产生,以及黎明前的食之前的半夜时分的风的产生。并且对于无风的情形,他使用了热的“衰退”,而对于风的产生,则使用了“变暗”;而完全衰退乃是变暗的加剧。他关于剧烈地震所说的话亦是明晰的:地震并非立即或一次性平息,而是持续多日,并在最初发生地震的那些地方甚至在第一年和第二年仍发出征兆[余震]。这些现象的原因在于:就地震的规模而言,是气的充盈;就地震的持续而言,是引发震动的气所流经的各处之形状。
- 2.21εἰς σύστασιν τοῦ ὡς αἱ στεναί τε καὶ λεπταὶ ῥηγμῖνες ἐν τοῖς αἰγιαλοῖς τῆς θαλάσσης γαλήνης οὔσης γίνονται, οὕτω καὶ τὸ λεπτόν τε καὶ εὐθὺ νέφος τὸ φαινόμενον πρὸ τῶν σεισμῶν αἰθρίας οὔσης τοιοῦτον διὰ νηνεμίαν γίνεσθαι
紧接 εἰς σύστασιν 的属格冠词 τοῦ 将整个 ὡς ... οὕτω καί ... γίνεσθαι 比较关联结构名词化。统领后半部从句的不定式为句末的 γίνεσθαι。
- 2.21τοῦ τοῦτο λέγειν αὐτὸν σημεῖον τὸ μὴ εἰπεῖν
该句核心为主谓名词句结构:“[主语]τὸ μὴ εἰπεῖν ... [表语]σημεῖον [属格补足语]τοῦ τοῦτο λέγειν αὐτόν”,即“他之所以是表达这个意思(τοῦ τοῦτο λέγειν αὐτόν)的征候(σημεῖον),在于他没有说(τὸ μὴ εἰπεῖν)……”。
