← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§118.29-120.13

地震与身体震颤的类比及地震前兆

亚历山大注解了地下之气与人体生理现象(如排尿后的震颤)的类比、埃俄罗斯群岛的地下轰鸣、地震的前兆(日光昏暗、无风、严寒),以及风和吐气在本性上温热却吹来显冷的物理机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.21#4

ταῦτα γάρ φησι δεῖν ὑπολαμβάνειν τὸ ἐναπολαμβανόμενον τῇ γῇ πνεῦμα ποιεῖν, ἃ ποιεῖ καὶ ἐν τοῖς ἡμετέροις σώμασιν ἐναπολαμβανόμενον τὸ πνεῦμα· καὶ γὰρ καὶ τρόμων καὶ σφυγμῶν αἴτιον αὐτῷ γίνεται. ἔστι δὲ καὶ τῶν ἐν τῇ γῇ σεισμῶν ὁ μὲν τρομώδης, ὁ δὲ σφυγμῷ ἐοικώς. ὡς γὰρ ἐπὶ τοῦ ἡμετέρου σώματος πολλάκις οὐρησάντων1 γίνεται τρόμος τις τοῦ σώματος, ἀντιμεθισταμένου τοῦ πνεύματος ἔξωθεν εἴσω ἀθρόου διὰ τὸ ὑπὸ τοῦ οὔρου στενοχωρεῖσθαι ἐξωθούμενον, οὕτως καὶ ἐπὶ τῆς γῆς τοιαύτας ἡγητέον ἀντιμεταστάσεις γινομένας πνευμάτων τρομώδη ποιεῖν σεισμόν. ἑξῆς δὲ δείκνυσιν ὅτι μεγάλην δύναμιν ἔχει τὸ πνεῦμα· καὶ ἔστι σαφῆ τὰ λεγόμενα. φέψαλον δὲ λέγει τὸν πεπυρωμένον κονιορτόν. λέγει δὲ καὶ τοῦ γινομένου πυρὸς ἐν τῇ γῇ, τουτέστιν ὑπὸ τῇ γῇ, αἴτιον εἶναι τὸ πνεῦμα· διὰ γὰρ τὴν στενοχωρίαν βιαίως κινούμενόν τε καὶ κοπτόμενον καὶ εἰς μικρὰ καταδιαιρούμενόν τε καὶ διασπώμενον ἐκπίμπραται· ῥᾷον γὰρ τὸ ὀλίγον τοῦ ἀθρόου μεταβάλλει τε καὶ ἐκπυροῦται. ἢ εἰς μικρὰ κερματισθὲν εἶπεν ἀντὶ τοῦ λεπτότερον διὰ τὴν κίνησιν γενόμενον· καὶ λεπτομερέστερον γὰρ τὸ πῦρ τοῦ πνεύματος. εἶναι δὲ λέγει τεκμήριον τοῦ ῥεῖν ὑπὸ γῆν τὰ πνεύματα καὶ τὸ γινόμενον περὶ ταύτας τὰς νήσους, λέγει δὲ τὰς Αἰόλου· τούτων γὰρ ἐμνημόνευσε πρὸ ὀλίγου. ἐν γὰρ ταύταις φησίν, ὅταν ἄνεμος νότος μέλλῃ πνευσεῖσθαι, προσημαίνειν ἦχόν τινα ὑπὸ γῆς γινόμενον, ὡς πνέοντος ἀνέμου ἐν τοῖς τόποις τούτοις, ἐξ ὧν τὰ τοῦ πυρὸς ἀναφυσήματα γίνεται· ὃ γίνεται τῷ τὴν μὲν θάλασσαν ἤδη πόρρωθεν προωθεῖσθαι ὑπὸ τοῦ νότου μηδέπω ὄντος τοῖς τὰς νήσους κατοικοῦσι γνωρίμου, ὑπὸ δὲ ταύτης προωθουμένης καὶ ἐπιλαμβανούσης τοὺς πλησίον τόπους τὸ πνεῦμα τὸ ἐκ τῆς γῆς ἀναφυσώμενον ἀπωθεῖσθαι πάλιν εἴσω, καθ’ ἃ μέρη ἔπεισιν ἡ θάλασσα, ἀπωθούμενον δὲ εἴσω καὶ κινούμενον τὸν ψόφον ποιεῖν. ἄνευ δὲ σεισμοῦ ὁ ψόφος οὗτος γίνεται διά τε τὴν τῶν τόπων εὐρυχωρίαν (ἔχει γὰρ εὐρυχώρους ἐξόδους ἄλλας, δι’ ὧν ἐνεχθὲν ὑπὸ γῆν εἰς τὸ ἀχανὲς ἔξω ῥεῖ) καὶ διὰ τὴν ὀλιγότητα τοῦ ὑπὸ τῆς θαλάσσης ἀπωθουμένου ἀέρος. Τοῦ δὲ τὴν τοῦ πνεύματος ὑπὸ γῆν κίνησιν αἰτίαν τῶν σεισμῶν εἶναι σημεῖα εἶναί φησι καὶ ταῦτα, τό τε γίνεσθαι τὸν ἥλιον ἀχλυώδη καὶ ἀμαυρότερον πρὸ τῶν σεισμῶν χωρὶς νέφους καὶ τὸ πρὸ τῶν ὀρθρίων σεισμῶν ἐνίοτε γίνεσθαι νηνεμίαν τε καὶ κρύος ἰσχυρόν· τόν τε 〈γὰρ〉 ἥλιον ἀναγκαῖον ἀμαυρὸν γίνεσθαι ὑπονοστεῖν κατὰ γῆς ἀρχομένου τοῦ πνεύματος τοῦ διαλύοντός τε καὶ διακρίνοντος τὸν ἀέρα, νηνεμίαν τε καὶ ψῦχος περὶ τοὺς ὄρθρους πρὸ τῶν σεισμῶν διὰ τὴν αὐτὴν αἰτίαν. ἥ τε γὰρ νηνεμία διὰ τὴν τοῦ πνεύματος εἴσω παλίρροιαν, ἥτις γίνεται πρὸ τῶν μεγάλων σεισμῶν παντὸς εἴσω τοῦ πνεύματος ῥέοντος καὶ οὐ μεριζομένου, καὶ τὸ ψῦχος δὲ διὰ τὸ τὴν θερμὴν ἀναθυμίασιν εἴσω τρέπεσθαι· θερμὴ γὰρ καθ’ αὑτὴν ἡ πνευματώδης ἀναθυμίασις. εἰπὼν δὲ τὴν ἀναθυμίασιν, ἀφ’ ἧς οἱ ἄνεμοι, φύσει εἶναι θερμὴν τοῦ μὴ δοκεῖν αὐτοὺς θερμοὺς ἀλλὰ ψυχροὺς εἶναι τὴν αἰτίαν προστίθησι· διὰ γὰρ τὸ κινεῖν τὸν ἀέρα, οὐδὲ αὐτὸν τῇ αὑτοῦ φύσει ψυχρὸν ὄντα, διὰ δὲ τὸ πεπληρῶσθαι πολλῆς καὶ ψυχρᾶς ἀτμίδος γινόμενον τοιοῦτον. ὃ ἐναργὲς ἐποίησε τῇ παραθέσει τοῦ ἐκ τοῦ στόματος ἐκφυσωμένου πνεύματος, ὃ καθ’ αὑτὸ θερμὸν ὂν (καὶ γὰρ ἐγγύθεν προσπῖπτον τοιοῦτον), ὅταν διὰ στενοῦ πέμπηται καὶ πορρωτέρω, ψυχρὸν προσπίπτει δι’ ὃν ἀπωθεῖται ἀέρα, τοιοῦτον ὄντα.2 εἰπὼν δὲ ἐγγὺς τὸ ἐκφυσώμενον θερμὸν εἶναι ὁμοίως φησὶ τῷ ἐκπεμπομένῳ, ὅταν λαλῶμεν· θερμὸν γὰρ τοῦτο. αἰάζειν δὲ τὸ λαλεῖν εἶπεν,3 ἢ ἰδίως αἰάζειν τὸ τοιαῦτα λαλεῖν, οἷα κεχηνότι μᾶλλον ἐκφέρομεν τῷ στόματι· τοιοῦτον γὰρ καὶ αὐτὸ τὸ αἰάζειν ὄνομα. τότε δὲ ὅτε διὰ στενοῦ καὶ πόρρωθεν ἐκφυσᾶται, δι’ ὀλιγότητα οὐχ ὁμοίως ἐπίδηλον θερμὸν ὄν. ὅτι δὲ διὰ τὸν προωθούμενον ἀέρα τὸ ἐκφυσώμενον πνεῦμα ψυχρὸν προσπίπτει, δῆλον ἐκ τοῦ ἐν τοῖς βαλανείοις πολὺ θερμότερον τὸν φυσώμενον προσπίπτειν ἀέρα. θερμὸς μὲν γὰρ ἀεί, ὅτι καὶ ὁ προωθούμενος θερμός, θερμότερος δὲ τότε διὰ τὸ ἀθρόως τε προσπίπτειν καὶ μετὰ βίας, ὥσπερ ἐλαυνόμενος, ὃ ἀναλόγως καὶ ἐπὶ τοῦ ψυχροῦ γίνεται.

因为他说,应当设想封闭在大地中的气所做之事,正同封闭在我们身体中的气所做之事一样;因为气对于身体亦成为震颤与跳动的原因。在大地中的地震中,一种是震颤式的,另一种则类似于跳动。正如在我们身体的情形中,人在排尿后身体常常发生某种震颤,这是由于气因被尿液逼仄并向外排挤而整团地由外向内对转位移所致,同样在大地的情形中,亦须认为气发生的此类对转位移产生震颤式的地震。随后他表明气具有巨大的力量;所说的话是明晰的。他又称炽热的尘埃为“火星尘”。他还说,在大地中、即大地之下生成的火,其原因亦在于气;因为气由于空间狭窄而剧烈运动并受撞击,且被细分拆散,便会起火;因为少量的东西比整团的东西更容易转变并着火。或者说,他说“碎裂成细小部分”是用以代替“因运动而变得更加稀薄”;因为火比气由更为精细的部分构成。他还说,气在大地之下流动的一个证据,亦是在这些岛屿、即埃俄罗斯群岛周围所发生的事情;因为他不久前曾提及这些岛屿。他说,在这些岛屿上,当南风将要吹起时,在大地之下发生的某种声响便预先发出征兆,仿佛在那些发生火的喷溢之处正有风吹拂;这一现象之所以发生,是因为大海已由南风从远方向前推进,而该南风对于岛上的居民尚未显明,但由于大海向前推进并截断邻近之处,从大地喷出的气便沿着大海涌来的部位再次被推回内部,被推回内部并运动着的气便产生了声响。然而这声响并无地震相随,这既是由于各处的开阔(因为气拥有其他开阔的出口,通过这些出口在被运至地下之后流出到广阔空间),亦是由于被大海推回的空气数量微少。他说,以下现象亦是气在大地之下的运动乃地震之原因的征候:在地震之前太阳在无云的情况下变得昏暗且较为暗淡,以及在黎明的地震之前有时会出现无风和严寒。因为当散开并区分空气的气开始退缩至地下时,太阳必然变得暗淡,而黎明前后在地震之前出现无风和寒冷亦是出于同一原因。因为无风是由于气向内部的逆流,这在大地震之前由于所有的气全部流向内部而未被分散而发生;而寒冷则是由于温热的气汽转向内部;因为具风性的气汽本身是温热的。在指出风所由产生的气汽在本性上是温热的之后,他补充了风显得不热反而寒冷的原因:即由于吹动了空气,而空气本身凭其自身本性亦非寒冷,而是由于充满了大量寒冷的水汽才变成这般。他通过对比从口中吹出的气使这一点变得显明:那气就其自身而言是温热的(在近处吹来时确实如此),但当通过狭窄口型并吹向较远处时,由于它所推挤的空气是那样的[寒冷的],吹来便成了冷的。在指出近处吹出的气是温热的之后,他说这正如我们在说话时发出的气一样;因为这是温热的。而他把说话称为“叹气”,或者特指把我们在口张得较大时所发出的那些话称为“叹气”;因为“叹气”这个名称本身就是这类的。但彼时当气通过狭小口型并从远处吹出时,由于量少,它是温热的便不那么明显。至于被吹出的气由于向前推进的空气而吹来显冷,从在浴室中吹出的空气吹来要热得多这一事实中便可明了。因为空气始终是热的,乃是因为被向前推进的空气亦是热的;而彼时空气之所以更热,是因为它犹如被驱赶一般整团且猛烈地吹来,而在寒冷的情形中亦按比例发生同样的事情。

语法注3 条
  1. 2.21οὐρησάντων

    此处为表示泛指一般人的无主语独立属格结构(“当[人]排尿之后”)。

  2. 2.21δι’ ὃν ἀπωθεῖται ἀέρα, τοιοῦτον ὄντα

    先行词 ἀέρα 被纳入关系代词从句中的倒置并入结构(相当于 διὰ τὸν ἀέρα ὃν ἀπωθεῖται, τοιοῦτον ὄντα),意为“由于它所推挤的空气是那样的[寒冷的]”。

  3. 2.21αἰάζειν δὲ τὸ λαλεῖν εἶπεν

    亚历山大在此以带冠词的不定式 τὸ λαλεῖν 为直接宾语、αἰάζειν 为宾语补足语,解释亚里士多德原文中的动词 αἰάζειν(叹气、呻吟),指出其在此被用来指口张开说话。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:118.29-120.13