← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§117.7-118.29

地震多发的时间季节与地形原因

亚历山大发挥亚里士多德的论证,从地下风的流向偏转与压缩机制出发,解释了为何地震多发且更剧烈地发生于夜间、正午、海峡附近及多孔地形,以及春季、秋季、干旱与暴雨之时。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.21#3

τοῦτο δ’ ἂν δεικτικὸν εἴη τοῦ καὶ τοὺς ἅμα πνέοντας ἀνέμους μὴ πάνυ γίνεσθαι σφοδρούς· καὶ γὰρ ἐκείνων ἡ ἀρχὴ διῄρηται. λέγει δὲ καὶ νυκτὸς τοὺς πλείστους τε καὶ μείζους τῶν σεισμῶν γίνεσθαι, τῶν δὲ τῆς ἡμέρας γινομένων τοὺς πλείστους πάλιν περὶ μεσημβρίαν. οὗ αἰτία τὸ νηνεμωτάτας εἶναι τὰς μεσημβρίας διὰ τὸ τὸν ἥλιον μάλιστα κατὰ τὴν ὥραν ταύτην ἰσχύοντα κατακλείειν τὴν ἀναθυμίασιν εἰς τὴν γῆν, ἐμποδίζοντα αὐτῆς τὴν πρόοδον τὴν ἔξω. καὶ αἱ νύκτες δὲ τῶν ἡμερῶν πάλιν νηνεμώτεραι· διὰ γὰρ τὴν ἀπουσίαν τοῦ ἡλίου ψυχομένης καὶ πυκνουμένης τῆς ἐπιφανείας τῆς γῆς, εἰς τὸ ἐντὸς τὴν ἀρχὴν τῆς ῥύσεως τὰ πνεύματα λαμβάνει, ὥσπερ ἀμπώτιδος γινομένης τοῦ πνεύματος εἰς τὸ ἔνδον ἀπὸ τῆς ἔξω πλημμυρίδος τε καὶ ἐπιχύσεως. μάλιστα δὲ τῶν νυκτῶν περὶ ὄρθρον τοῦτο συμβαίνειν φησί, ὅτι καὶ τὰ πνεύματα τότε γίνεσθαί τε καὶ πνεῖν ἄρχεται· τότε δὴ ἂν εἰς τὸ ἐντὸς ἡ ἀρχὴ τοῦ πνεύματος μεταβάλλουσα ῥέῃ, ὥσπερ οἱ εὔριποι μεταπεσοῦσα καὶ ἀθρόα φερομένη,1 ἰσχυρότεροι οἱ σεισμοὶ γίνονται διὰ τὴν τοῦ πλείονος χορηγίαν πνεύματος. Λέγει δὲ ἰσχυροτάτους γίνεσθαι σεισμοὺς ἐν τοῖς τόποις τούτοις, ὅσοι ἢ θαλάττῃ ῥοώδει παράκεινται ἢ καὶ ἔχουσι χώραν ἀραιάν τε καὶ πολλὰς ἔχουσαν κοιλότητας· διὰ τοῦτο γὰρ πλείστους γίνεσθαι σεισμοὺς περί τε Ἑλλήσποντον καὶ Ἀχαΐαν καὶ Σικελίαν καὶ τῆς Εὐβοίας, περὶ τούτους τοὺς τόπους δηλονότι, καθ’ οὓς ἡ θάλασσα στενή τέ ἐστιν καὶ ῥοώδης· αὕτη δ’ ἐστὶν ἡ περὶ τὸν πορθμόν· καὶ τὰ ἄλλα δὲ πάντα, ὧν ἐμνημόνευσε, τοιαύτῃ γειτνιᾷ θαλάσσῃ. αἰτίαν δὲ τοῦ σείεσθαι τοὺς τοιούτους τόπους ἀπέδωκε· δοκεῖ γάρ, φησί, διαυλωνίζειν ὑπὸ τὴν γῆν ἡ θάλασσα, τουτέστι διὰ τῶν στενῶν τῆς γῆς μεταρρεῖν. τὸ δὲ γινόμενον ἐν ταῖς τοιαύταις τῆς θαλάττης μεταρροίαις ὑπὸ τοῦ πνεύματος ὀλίγον προελθὼν ἐρεῖ. καὶ τὰ θερμὰ δὲ τὰ περὶ Αἰδηψὸν ἀπὸ τοιαύτης αἰτίας γεγονέναι λέγει. θερμὴ μὲν γὰρ οὖσα ἡ γῆ πλείους τὰς τοιαύτας ἀναθυμιάσεις ἔσχεν· ἀπολαμβανόμεναι δὲ αὗται κάτω τε καὶ ὑπὸ τὴν γῆν τὸ μὲν πρῶτον ἔσειον τὴν γῆν, ἔπειτα ὑπὸ βίας ἐκρῆξαν τὸ πνεῦμα τὸν μὲν σεισμὸν ἔπαυσε, θερμῶν δὲ ὑδάτων ἐκεῖθεν ἀνεδόθησαν πηγαί, ὑδάτων ἐκεῖ γενομένων καὶ διὰ τὴν ἐν βάθει τῆς γῆς θερμότητα θερμῶν γινομένων τε καὶ ἐκδιδόντων. λέγει δὲ καὶ τὴν αἰτίαν τοῦ σείεσθαι συνεχῶς τοὺς τόπους τοὺς παρὰ τῇ στενῇ τε καὶ ῥοώδει θαλάσσῃ, οὓς προείρηκε. τὸ γὰρ πνεῦμα ἐν τοῖς τοιούτοις τόποις γινόμενον καὶ διεκπῖπτον ἐκ τῆς γῆς σφοδρὸν τῶν σεισμῶν αἴτιόν ἐστι· σφοδρὸν δὲ γίνεται διὰ τὴν σφοδρότητα τῆς θαλάσσης. πᾶσα γὰρ ῥοώδης θάλασσα σφοδρὰς τὰς μεταρρύσεις ποιεῖται· διὰ δὴ τῶν στενῶν ἀθρόα φερομένη καὶ ἐπιλαμβάνουσα τοὺς τόπους, δι’ ὧν ὁ ἄνεμος ἔξω ῥεῖ καὶ θυμιᾶται, εἰς βάθος αὐτὸν ἀπωθεῖ· ὁ δὲ ἀπωσθεὶς καὶ ἀθρόος γενόμενος τῇ βιαίᾳ κινήσει σείει τὴν ὑπερκειμένην γῆν. καὶ αἱ χῶραι δὲ, ὅσαι σομφοὺς ἔχουσι τοὺς κάτω τόπους, πολὺ ἐν αὐταῖς τοιοῦτον δεχόμεναι πνεῦμα τῷ εἰς τὰς εὐρυχωρίας ἐκείνας τὴν ῥύσιν γίνεσθαι τοῦ πνεύματος μᾶλλον ἀπ’ αὐτοῦ σείονται κινούμεναι. προστίθησι δὲ τοῖς προειρημένοις ὅτι ἔαρός τε καὶ μετοπώρου μάλιστα γίνονται σεισμοί, ἔτι δὲ ἐν ἐπομβρίαις τε καὶ αὐχμοῖς, καὶ ἐν τούτοις πᾶσι διὰ τὴν αὐτὴν αἰτίαν. καὶ γὰρ αἱ προειρημέναι ὧραι πνευματωδέσταται· τοῦ γὰρ θέρους καὶ τοῦ χειμῶνος ἐλάττω τὰ πνεύματα, τοῦ μὲν χειμῶνος διὰ τοὺς πάγους καὶ τὰ ψύχη σβεννυμένων τῶν ξηρῶν ἀναθυμιάσεων, τοῦ δὲ θέρους διὰ τὸ καῦμα ξηραινομένων τε καὶ μαραινομένων· πάλιν ἐν μὲν τοῖς αὐχμοῖς πνευματώδης ὁ ἀήρ (αὐχμὸς γάρ ἐστι τῷ πλείω τὴν ἀναθυμίασιν γίνεσθαι τὴν ξηρὰν τῆς ὑγρᾶς) ἐν δὲ ταῖς ὑπερομβρίαις πλείων τε ἐντὸς γίνεται ἀναθυμίασις, τῷ βεβρεγμένην τὴν γῆν μᾶλλον θερμαινομένην ἀτμίζειν, ἀτμίζουσαν δὲ πλείω τότε καὶ τὴν ἐντὸς ἀναθυμίασιν ἴσχειν, καὶ ἔτι τῷ πληρουμένων τῶν κοιλοτήτων τῆς γῆς ὕδατος διὰ τὸ πλῆθος τοῦ ὑομένου στενοχωρουμένην τὴν τοιαύτην ἀναθυμίασιν καὶ εἰς ἓν συνελαυνομένην ὑπὸ τοῦ ὕδατος ἐκβιάζεσθαί τε καὶ κινουμένην οὕτω διὰ τὸ πολλὴν εἰς ὀλίγον τόπον συσταλῆναί τε καὶ πιληθῆναι ἰσχυρῶς κινεῖν τὴν γῆν προσπίπτουσαν.2

而这亦能证明,同时吹拂的各股风同样绝不会变得非常猛烈;因为它们的始基亦被分开了。他又说,绝大多数且规模更大的地震都发生在夜间,而在日间发生的地震中,绝大多数又发生在正午时分。其原因在于,正午因太阳在该时刻最具威力、将气汽封闭于大地内部并阻碍其向外行进而最为无风。而夜间又比日间更为无风;因为由于太阳的不在,大地表面冷却并凝缩,风将其流动的始基引向内部,犹如风从外部的涨潮与漫溢转而在内部形成退潮一般。他说,在夜间,这种情况尤以黎明前后为甚,因为彼时风亦开始生成并吹拂;此时,若风的始基转向内部流动,如海峡般转向并整团运动,地震便会由于风的供给更为充沛而变得更为强烈。他说,在那些要么临近湍急之海、要么拥有松散且多空洞的大地的区域,地震最为强烈;正因如此,绝大多数地震发生在赫勒斯滂、阿开亚、西西里一带,以及优卑亚之中显然海面狭窄且湍急的那些地方一带;这指的正是海峡周围的海;而他所提及的其他一切地方,亦与此类大海毗邻。并且他指明了此类地方震动的原因;因为他说,大海似乎在大地之下开凿水道,也就是通过大地的狭窄通道流转。至于在大海的此类流转中因风而发生的情况,他稍后推进时便会论述。他又说,埃德普索斯周边的温泉亦是由此类原因生成的。因为大地是温热的,故而蕴含了更多此类气汽;而这些气汽被封闭在下方及大地之下,起初震动了大地,随后由于风猛烈喷发,便止息了地震,并从那里涌出了温泉之泉源,水在彼处生成,且因大地深处的热量而变热并涌出。他还说明了前文所提及的、位于狭窄且湍急的大海旁边的那些区域何以持续震动的原因。因为在这些地方生成并从大地冲破而出的猛烈的风,正是地震的原因;而风由于大海的猛烈而变得猛烈。因为凡是湍急之海都会产生猛烈的流注;它成团穿过狭窄水道,截断了风向外流动与蒸发的地方,将其推回深处;而被推回且聚合成团的风,以其猛烈的运动震动了其上方的大地。而那些下部区域海绵般疏松的地区,由于风流入那些广阔空隙,在自身之中接纳了大量此类风,因受到其运动而更强烈地被震动。他在前述内容之外还补充道,春季与秋季地震发生得最多,此外在暴雨和干旱时亦然,而在这一切情形中皆是出于同一原因。因为上述季节最具风力;夏天和冬天的风较少,冬天由于霜冻和寒冷,干燥的气汽被熄灭,夏天则因酷热而被晒干且衰退;反之,在干旱中空气最具风力(因为干旱就在于干燥的气汽多于湿润的气汽),而在暴雨中内部产生更多的气汽,这一方面是因为被浸透的大地因更受温热而散发蒸汽,散发蒸汽时内部也就蕴含了更多的气汽,另一方面还因为随着大地的空洞由于降雨的大量而充满了水,此类气汽受到局限并在水的作用下被驱赶汇聚于一处而强力突出,由此因大量缩合且压实于狭小处而运动,撞击大地并强力地震动大地。

语法注2 条
  1. 2.21ὥσπερ οἱ εὔριποι μεταπεσοῦσα καὶ ἀθρόα φερομένη

    尽管在插入的明喻短语 ὥσπερ οἱ εὔριποι(“正如海峡”)中出现了阳性复数名词 εὔριποι,分词 μεταπεσοῦσα 与 φερομένη 在性与数上依然与该从句的主语——阴性单数名词 ἡ ἀρχὴ τοῦ πνεύματος(“风的始基”)保持一致。

  2. 2.21τῷ βεβρεγμένην τὴν γῆν μᾶλλον θερμαινομένην ἀτμίζειν ... ἰσχυρῶς κινεῖν τὴν γῆν προσπίπτουσαν

    本段末尾的长句复合结构。依附于主句 ἐν δὲ ταῖς ὑπερομβρίαις πλείων τε ἐντὸς γίνεται ἀναθυμίασις,有两个由“τῷ + 不定式”构成的并列原因状语(τῷ ... ἀτμίζειν ... ἴσχειν 与 καὶ ἔτι τῷ ... ἐκβιάζεσθαί τε καὶ ... κινεῖν)。在第二个 τῷ 结构内部,嵌套了一个属格独立结构(πληρουμένων τῶν κοιλοτήτων τῆς γῆς ὕδατος),而带有分词 στενοχωρουμένην 与 συνελαυνομένην 修饰的 τὴν τοιαύτην ἀναθυμίασιν 则充当了不定式 ἐκβιάζεσθαι 与 κινεῖν 的宾格逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:117.7-118.29