- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:115.18-117.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在补充德谟克利特的观点并驳斥阿那克西美尼的学说之后,亚里士多德确立了由双重气汽所产生的至为微细且最富动力的风流入地下深处乃是地震的真正原因,并以此解释了何以特大地震多发生在无风之时。
ἀλλὰ καὶ ξηραινομένη καὶ ἕλκουσα εἰς τοὺς κενοὺς τόπους καὶ ξηροὺς ἐκ τῶν πληρεστέρων τὸ ὕδωρ ἐν τῇ μεταρρεύσει τε καὶ μεταβάσει τῇ τοιαύτῃ κινεῖται ὑπ’ αὐτοῦ. Μετὰ δὲ τὴν Δημοκρίτου καὶ τῆς Ἀναξιμένους δόξης μνημονεύει. τοῦτον δέ φησι λέγειν βρεχομένην τὴν γῆν, ἀλλὰ καὶ ξηραινομένην ῥήγνυσθαι, ἔπειτα ἀπορρηγνυμένων τινῶν τῷ τοιούτῳ πάθει κολωνῶν καὶ ἐμπιπτόντων αὐτῇ, γίνεσθαι τοὺς σεισμούς. διὸ καὶ γίνεσθαι αὐτοὺς ἔν τε τοῖς αὐχμοῖς καὶ πάλιν ἐν ταῖς ὑπερομβρίαις· ἐν μὲν γὰρ τοῖς αὐχμοῖς ξηραινομένην ῥήγνυσθαι, ἐν δὲ ταῖς ὑπερομβρίαις ἐξυγραινομένην διαπίπτειν. ἀντιλέγων δὲ πρὸς ταύτην τὴν δόξαν φησὶν πρῶτον μὲν ὅτι ἔδει ὑπὸ τῶν ὑδάτων συμβαίνοντος τούτου ὑπονοστοῦσαν καὶ καθαιρουμένην κατὰ πολλὰ φαίνεσθαι τὴν γῆν,1 ἀεὶ τῶν ὑψηλοτέρων ἀπορρηγνυμένων καὶ ἐμπιπτόντων τοῖς κοιλοτέροις αὐτῆς. ἔτι δὲ διὰ ποίαν αἰτίαν πολλάκις σεισμοὶ περὶ τόπους γίνονται τοιούτους, οἳ οὐδὲν τῶν ἄλλων διαφέρουσιν οὔτε ξηρότητι οὔτε ὑγρότητι, οὔτε ἔχουσί τινα τούτων ὑπερβολὴν ἐν αὑτοῖς. καίτοι εἰ οὕτως ἐγίνοντο οἱ σεισμοί, ἔδει τούτων ἔχειν τι τὴν σειομένην γῆν. ἔτι, φησί, τοῖς ὑπολαμβάνουσιν οὕτω γίνεσθαι τοὺς σεισμοὺς ἕπεται τὸ ἀεὶ λέγειν ἧττον ἔσεσθαι σεισμούς, καὶ τέλος παύσεσθαί ποτε γινόμενον τοῦτο τὸ πάθος ἐν τῇ γῇ· εἰ γὰρ ἀεὶ διασάττεται ἡ γῆ, τῶν ὑψηλοτέρων εἰς τὰ κοιλότερα ἐμπιπτόντων τῷ ἀπορρήγνυσθαι, ἔσεσθαί ποτε ὅτε ἐπιλείψει τὰ ὑψηλότερα. εἰ δὲ ἀδύνατον παύσασθαί ποτε τοὺς σεισμούς, ἀδύνατον καὶ τὸ ταύτην αὐτῶν εἶναι τὴν αἰτίαν. Εἰπὼν δὲ ταῦτα καὶ πρὸς τὴν Ἀναξιμένους δόξαν καὶ καταλιπὼν ἀναντίρρητον τὴν Δημοκρίτου ἴσως διὰ τὸ ἐπιπόλαιον, μέτεισιν ἐπὶ τὸ τιθέναι τὸ δοκοῦν αὐτῷ, καὶ πάλιν καὶ ἐνταῦθα ἀρχῇ χρῆται τῇ διττῇ ἀναθυμιάσει. ἕπεσθαι γάρ φησιν ἐξ ἀνάγκης τῷ γίνεσθαι τὴν προειρημένην διττὴν ἀναθυμίασιν τὸ καὶ σεισμοὺς γίνεσθαι, καὶ λέγει διὰ τί. ἡ γὰρ γῆ καθ’ αὑτὴν μέν ἐστι καὶ τῇ αὑτῆς φύσει ξηρά, διὰ μέντοι τοὺς ὄμβρους, οὓς δέχεται, ἔχει ἐν ἑαυτῇ νοτίδα πολλήν. διὸ θερμαινομένη ὑπό τε τοῦ ἡλίου καὶ τοῦ ἐν αὐτῇ θερμοῦ πολλὴν ἀναθυμίασιν ποιεῖ καὶ τὴν τῶν πνευμάτων ὕλην, ἧς ἀναθυμιάσεως πολλὴ μὲν ἔξω γίνεται καὶ ἐπὶ τῆς ἐπιφανείας αὐτῆς, πολλὴ δὲ καὶ ἐντός, καὶ εἰς πνεῦμα μεταβάλλουσα ποτὲ μὲν ἔξω ῥεῖ ἐπὶ τὴν τῆς γῆς ἐπιφάνειαν πᾶσαν, ποτὲ δὲ ἐντὸς καὶ εἰς τὰ βάθη τῆς γῆς, ποτὲ δὲ καὶ μερίζεται. εἰ οὖν τοῦτο ἀδύνατον ἄλλως ἔχειν, κειμένου τοῦ γίνεσθαί τι πνεῦμα ἐν τῇ γῇ, καὶ τοῦτό ποτε καὶ εἰς τὸ βάθος τῆς γῆς συρρεῖν, ἐπὶ τούτοις δεῖν φησι σκέψασθαι, ποῖόν ἐστι τῶν σωμάτων κινητικώτατον. ἀνάγκη δὴ κινητικώτατον εἶναι τὸ ἐπὶ πλεῖστον πεφυκὸς ἰέναι καὶ σφοδρότατον. σφοδρὸν δὲ τὸ ταχύ· τὰ γὰρ τάχιστα φερόμενα σφοδρότατα· σφόδρα γὰρ πλήσσει ταῦτα, οἷς ἂν ἐμπελάζῃ, διὰ τὸ τάχος. ἀλλὰ μὴν καὶ ἐπὶ πλεῖστον πέφυκε φέρεσθαι τὸ διὰ παντὸς δυνάμενον διιέναι μάλιστα· τοιοῦτον δ’ ἐστὶ τὸ λεπτότατον σῶμα. ἀλλὰ μὴν οὐκ ἄλλη τις πρὸ τοῦ πνεύματος σωματικὴ φύσις τοιαύτη,2 ὡς ἔχειν τό τε λεπτὸν καὶ ἐπὶ πλεῖστον ἰέναι πεφυκὸς καὶ τὸ σφοδρόν· καὶ γὰρ τὸ πῦρ τότε φέρεται ταχέως, ὅταν μετὰ πνεύματος ᾖ· τότε γὰρ καὶ γίνεται φλόξ. εἰ δὲ τοῦτο, οὔτ’ ἂν ὕδωρ αἴτιον εἴη τῆς κινήσεως τῇ γῇ, ὡς Δημόκριτος ᾤετο, οὔτε γῆ, ὡς Ἀναξιμένης ὑπελάμβανεν, ἀλλὰ πνεῦμα· ὅταν γὰρ τὸ ἔξω πεφυκὸς ἀναθυμιᾶσθαι ἔσω ῥεύσῃ. διὰ τοῦτο γάρ φησι καὶ νηνεμίας τοὺς πλείστους γίνεσθαι καὶ μεγίστους τῶν σεισμῶν· ἡ γὰρ ἀναθυμίασις συνεχὴς φερομένη, ἔνθα ἂν ἡ ἀρχὴ νεύσῃ, ἕπεται ἐκείνῃ καὶ πᾶσα ἐκεῖ ῥεῖ· διὸ ἢ ἔξω πᾶσα φέρεται ὡς ἐπὶ τὸ πλεῖστον ἢ ἔσω. οὐδὲν δὲ ἄλογον, φησί, γίνεσθαί τινας σεισμοὺς καὶ ἀνέμων ὄντων. ἐπεὶ γὰρ καὶ πλείους ἅμα ἄνεμοι πνέουσι, δύναται τούτων ὁ μέν τις ἔξω πνεῖν, ὁ δέ τις ἐντὸς ῥεύσας ὄντος πνεύματος σεισμὸν ποιῆσαι. πλὴν ἐλάττους φησὶ γίνεσθαι τούτους τὸ μέγεθος, τῷ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν αὐτῶν τὴν ποιητικὴν διῃρῆσθαι.3
不仅如此,大地在干燥时,也会将水从较充盈的地方吸入空虚而干燥的地方,并在这种流注与转移中被水所震动。在德谟克利特的观点之后,他也提及了阿那克西美尼的观点。他说,此人主张大地在受浸润时、乃至在干燥时都会开裂,随后当某些丘陵因这种受动而断裂并崩落于其上时,地震便产生了。因此,地震既发生在干旱中,也发生在暴雨中;因为在干旱中,大地因干燥而开裂;在暴雨中,大地则因过分湿润而崩塌。但在反驳这一观点时,〔亚里士多德〕首先指出,如果这是由水所造成的,那么由于较高的部分总是断裂并崩落到大地较凹陷的部分中,大地就理应在许多地方显出下沉与低陷的表象。此外,常常在无论在干燥还是湿润方面都与他处毫无差异、自身亦无任何此类过剩的地方发生地震,这又是出于何种原因?然而,如果地震是以这种方式产生的,受震动的大地便理应具有这些过剩中的某种。此外他说,对于那些认为地震是如此产生的人而言,必然会得出这样的结论:地震将总是越来越少,并且这种受动在大地中的发生最终必将在某时止息;因为如果由于较高的部分因断裂而崩落入较凹陷的部分,大地便总是被填实压紧,那么终会有较高的部分耗尽的时刻。但如果地震绝不可能止息,那么这一原因亦不可能是它们的原因。在对阿那克西美尼的观点也说了这些,并或许因其浅薄而将德谟克利特的观点留置未加驳斥之后,〔亚里士多德〕进而确立他自己认为正确的观点,并且在此处他再次将双重气汽用作始基。因为他说,上述双重气汽的产生必然伴随着地震的产生,并说明了原因。因为大地就其自身及其本性而言是干燥的,但由于它所接纳的雨水,它在自身之内蕴含着大量湿气。因此,受到太阳以及自身内部热量的温热,大地产生了大量的气汽和风的质料;而在此气汽中,大量产生在外部和大地的表面上,大量亦产生在内部,且转化为风,有时流向外部大地整个表面之上,有时流向内部大地的深处,有时则发生分流。因此,如果此事不可能以其他方式存在,且在大地中产生某种风、以及这股风有时汇流于大地深处这一点已被确立,他说接下来必须考察:哪种物体最具有使之运动的能力。最具有使之运动的能力者,必然是依其本性最能行进至最远且最猛烈者。而迅速者即是猛烈者;因为运动最迅速者是最猛烈的,它们因其迅速而猛烈地撞击其所临近之物。而且,最能贯穿一切者,依其本性亦最能行进至最远;而此类物体乃是至为微细的物体。但在风之前(风之外),并没有其他物体性的本性能够如此兼具微细、本性上行进至最远以及猛烈;因为即便是火,也是在伴随着风时才迅速运动;因为那时火才化为火焰。如果确实如此,那么既不是水如德谟克利特所认为的那样构成了大地运动的原因,也不是大地如阿那克西美尼所设想的那样构成了原因,而是风——即当依本性应向外蒸发之物流入内部之时。他说,正因如此,绝大多数且规模最大的地震都发生在无风之时;因为气汽连续不断地运动,无论始基倾向何方,它都顺应其方向而全部流向那里;因此它在大多数情况下要么全向外运动,要么全向内运动。但他又说,在有风吹拂时亦发生某些地震,这绝非不合情理;因为由于多股风同时吹拂,其中的某股可以吹向外部,而另一股在风存在时流入内部,便能引起地震。只是他说,由于其始基及其作动因被分离开来,这些地震在规模上变得更小。
- 2.21ἔδει ὑπὸ τῶν ὑδάτων συμβαίνοντος τούτου ὑπονοστοῦσαν καὶ καθαιρουμένην κατὰ πολλὰ φαίνεσθαι τὴν γῆν
未完成过去时非人称动词 ἔδει 支配“宾格+分词”的不定词结构(φαίνεσθαι τὴν γῆν ὑπονοστοῦσαν καὶ καθαιρουμένην),在不带 ἄν 的情况下构成与事实相反的反事实条件句结果主句,意为“大地按理本应显出下沉的现象(但实际上并非如此)”。
- 2.21οὐκ ἄλλη τις πρὸ τοῦ πνεύματος σωματικὴ φύσις τοιαύτη
介词短语 πρὸ τοῦ πνεύματος 在此处并非表示空间或时间上的“在……之前”,而是用于表示比较、排他或优先,意为“在风之外/除风以外”。主语 ἄλλη τις ... σωματικὴ φύσις 由表语 τοιαύτη 承接,并由此引出后随的 ὡς 结果从句。
- 2.21τῷ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν αὐτῶν τὴν ποιητικὴν διῃρῆσθαι
定冠词与格 τῷ 与完成时被动态不定词 διῃρῆσθαι 构成名词化不定词结构,支配宾格主语 τὴν ἀρχὴν καὶ τὴν αἰτίαν,作为表示原因的与格,解释了为何此类地震在规模上较小。
