- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:114.1-115.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德展开对地震的论述之际,亚历山大解释了该论题紧随诸风论述之后的原因,并梳理了亚里士多德对阿那克萨戈拉关于平坦大地与上升以太引发地震说的批判,以及对德谟克利特关于多余水分引发地震之观点的概述。
" Περὶ δὲ σεισμοῦ καὶ κινήσεως γῆς μετὰ ταῦτα λεκτέον." Προτίθεται μὲν περὶ σεισμῶν εἰπεῖν, λέγει δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν μετὰ τὸν περὶ ἀνέμων λόγον περὶ σεισμῶν λέγει· ἡ γὰρ τοῦ κατὰ τοὺς σεισμοὺς γινομένου πάθους αἰτία ἔχεται τούτου τοῦ γένους,1 λέγων τούτου τοῦ γένους ἤτοι ταύτης τῆς πραγματείας ἢ τούτου τοῦ γένους τοῦ περὶ τῶν ἀνέμων· ἡ γὰρ αὐτὴ ἀναθυμίασις, ὡς προϊὼν δείξει, τῶν τε ἀνέμων καὶ τῶν σεισμῶν ἐστιν αἰτία. πρῶτον δὲ πάλιν καὶ ἐνταῦθα κατὰ τὸ σύνηθες αὐτῷ, τὰς προκαταβεβλημένας τε καὶ προειρημένας ὑπό τινων περὶ τῶν σεισμῶν δόξας τίθησί τε καὶ ἐξετάζει. τρεῖς δέ φησιν εἶναι μέχρις αὐτοῦ δόξας εἰρημένας περὶ σεισμῶν, καὶ παρὰ τριῶν. καὶ πρῶτος μὲν Ἀναξιμένης ὁ Μιλήσιος, δεύτερος δὲ Ἀναξαγόρας ὁ Κλαζομένιος, καὶ τρίτος Δημόκριτος ὁ Ἀβδηρίτης ἀπεφήναντό τι περὶ σεισμῶν. ἔστι δ’ ἡ μὲν Ἀναξαγόρου δόξα τοιαύτη· φησὶ τὸν αἰθέρα πεφυκότα φέρεσθαι ἄνω, ἐμπίπτοντα δὲ εἰς τὰ κάτω τῆς γῆς κοῖλα κινεῖν αὐτήν, ἄνω μὲν λέγων τῆς γῆς τὴν ἐπιφάνειαν, ἐφ’ ἧς οἰκοῦμεν ἡμεῖς, κάτω δὲ τὸ ὑπὸ τὴν γῆν καὶ ἐκείνην αὐτὴν τὴν ἐπιφάνειαν· ὧν τὴν μὲν ἐφ’ ἧς ἡμεῖς οἰκοῦμεν συναληλίφθαι τε καὶ ἡνῶσθαι ὑπὸ τῶν ὄμβρων, τὴν δὲ κάτω σομφήν τε εἶναι καὶ ἔχουσαν διαστήματα· πᾶσαν γὰρ τὴν γῆν εἶναι σομφὴν φύσει· τὸν οὖν αἰθέρα τὸν ὑπὸ τῇ γῇ, πεφυκότα ἄνω φέρεσθαι εἰς τὰ ὑπὲρ ἡμᾶς, ἐν τῇ ἀνόδῳ ἐμπίπτοντα εἰς τὰ κοῖλα καὶ σομφὰ τῆς γῆς κινεῖν αὐτήν, καὶ οὕτω γίνεσθαι τοὺς σεισμούς. ὡς οὔσης δὲ τῆς γῆς πλατείας καὶ διὰ τοῦτο ἐποχουμένης τῷ ὑποκειμένῳ ἀέρι καὶ μενούσης ἔνθα ἐστί, λέγει ταῦτα. ἱστορήσας δὲ τὴν δόξαν αὐτοῦ οὐδὲν ἴσως φησὶ δεῖν πρὸς ταύτην τὴν δόξαν λέγειν, λίαν ἁπλῶς τε καὶ ἐπιπολαίως καὶ ἀνεξετάστως εἰρημένην. τό τε γὰρ τὸ ἄνω καὶ τὸ κάτω διαιρεῖν οὕτως, ὥστε τὸ μὲν ὑπὸ τῇ γῇ κάτω ἡγεῖσθαι εἶναι, τὸ δ’ ὑπὲρ γῆν ἄνω, καὶ μὴ ὑπολαμβάνειν ὅτι ἡ γῆ ἐστι κάτω ὁμοίως τοῖς πανταχόθεν τῆς γῆς, ὡς ἐπὶ ταύτην κατὰ φύσιν φέρεσθαι τὰ πανταχόθεν βάρη, εὔηθες, καὶ ταῦτα, φησίν, ὁρῶντα τὸν ὁρίζοντα2 τὴν οἰκουμένην, ὅσην ἡμεῖς ἴσμεν, μεθισταμένων ἀεὶ ἄλλον καὶ ἄλλον γινόμενον, ὃ σημεῖόν ἐστι τοῦ σφαιροειδῆ τὴν γῆν, ἀλλὰ μὴ πλατεῖαν εἶναι· εἰ γὰρ ἦν πλατεῖα, ὁ αὐτὸς ἂν ὁρίζων ἔμενε πανταχοῦ μεθισταμένοις. εἰ δέ ἐστι σφαιροειδής, ψεῦδος ἂν εἴη τὸ πλατεῖαν αὐτὴν οὖσαν καὶ ἐποχουμένην τῷ ἀέρι ὑπὸ τοῦ ἀναφερομένου αἰθέρος ἐμπίπτοντος εἰς τὰ κοῖλα σείεσθαι. ἔτι τοῦ σφαιροειδῆ αὐτὴν εἶναι σημεῖόν ἐστι τὸ ὁμοίως πρὸς αὐτὴν ἔχειν τὰ πανταχόθεν αὐτῆς, ὡς τὰ πανταχόθεν μὲν βαρέα ἐπ’ αὐτὴν φέρεσθαι, πάντα δὲ κατὰ πᾶν μέρος αὐτῆς κοῦφα φέρεσθαι ἀπ’ αὐτῆς εἰς τὸ † κατ’ αὐτὸν τὸ ἄνω τῆς γῆς. αἰτιᾶται δὲ αὐτοῦ καὶ τὸ λέγειν μὲν αὐτὴν διὰ τὸ μέγεθός τε καὶ πλάτος ἐπὶ τοῦ ἀέρος μένειν, φάσκειν δὲ πάλιν ὅτι κινεῖται τυπτομένη ὑπὸ τοῦ ἀέρος κάτωθεν εἰς τὸ ἄνω πᾶσα. τὸ γὰρ οὕτως κινεῖν αὐτὴν οὔτε τηροῦντός ἐστι τὸ ἠρεμεῖν αὐτὴν ἐπὶ τοῦ ἀέρος,3 εἴ γε ἀὴρ αὐτὴν τύπτων κάτωθεν εἰς τὸ ἄνω κινεῖ, οὔτε τὸ διὰ τὸ μέγεθος μένειν· εὐκινήτου γὰρ τὸ οὕτω τυπτομένην σείεσθαι ὅλην. πρὸς τούτοις δὲ οὐδὲ ἀποδιδόναι τί φησιν αὐτὸν τῶν συμπτωμάτων τῶν περὶ τοὺς σεισμοὺς τοῦτον τὸν τρόπον αὐτοὺς γίνεσθαι λέγοντα· οὔτε γὰρ χῶραι αἱ τυχοῦσαι τοῦ κατὰ τὸν σεισμὸν μετέχουσι πάθους οὔτε ἐν ὥραις ταῖς τυχούσαις γίνεται, περὶ ὧν καὶ αὐτῶν δεῖ τὸν περὶ σεισμῶν λέγοντα ἀποδιδόναι τὰς αἰτίας. Εἰπὼν δὲ περὶ τῆς Ἀναξαγόρου δόξης μέτεισιν ἐπὶ τὴν Δημοκρίτου, καὶ φησὶ τοῦτον λέγειν ὅτι πλήρης οὖσα ἡ γῆ ὕδατος, ὅταν καὶ ἔξωθεν πολὺ ἀπὸ τῶν ὀμβρίων ἄλλο δέξηται, τότε ὑπὸ τοῦ ὕδατος τοῦ πολλοῦ κινεῖται. πλεῖόν τε γὰρ γινόμενον τὸ ὕδωρ διὰ τὸ μὴ δύνασθαι δέχεσθαι αὐτὸ τὰς ἐν τῇ γῇ κοιλίας ἀποβιαζόμενον καὶ στενοχωρούμενον κινεῖ αὐτήν.
“在此之后,必须讨论地震与大地的震动。” 他打算论述关于地震的内容,但也陈述了何以在关于诸风的论述之后论及地震的原因;因为在地震中所产生的这一受动的原因与这一属相连,所谓“这一属”,他指的是要么这一论著,要么关于风的这一属;因为正如他随后所要指出的那样,同一种气汽既是风的原因,也是地震的原因。在这里,他再次依照自己的惯例,首先提出并考察了某些人先前所确立并阐述的关于地震的诸观点。他说,截至他那个时代,关于地震有三种观点被陈述过,且出自三个人。首先是米利都的阿那克西美尼,其次是克拉佐美奈的阿那克萨戈拉,第三是阿布德拉的德谟克利特,他们对地震发表了某种见解。阿那克萨戈拉的观点如下:他说,本性向上运动的以太,在落入地下空穴时便震动大地;他称我们所居住的大地表面为“上”,称大地之下及该表面自身之下为“下”;在这些区域中,我们所居住的表面因雨水冲刷而凝结固化为一体,而下部则是多孔的并具有空隙;因为[他说]整个大地在本质上都是多孔的。因此,位于地下且本性向上朝我们上方区域运动的以太,在上升过程中落入大地空洞而多孔的部分,便震动大地,地震遂由此产生。他是基于大地是扁平的、并因此浮载于下方的空气之上且停留在其所在之处的假定而说这番话的。在叙述了他的观点之后,亚里士多德说,对于这种阐述得过于简单、肤浅且未经审慎考察的观点,或许根本无需多言。因为如此划分“上”与“下”,以至于认为大地之下的即是下、大地之上的即是上,而不理解大地对于来自大地四面八方的事物而言同样处于“下”,以至于四面八方的重物都依本性朝向它运动,这是极其幼稚的;况且他说,阿那克萨戈拉还看见界定我们所知的人居之地的地平线随着人们的迁移而不断变换,而这正是大地呈球形而非扁平的标志;因为如果大地是扁平的,地平线在人们无论迁移到何处时都应保持不变。但如果它是球形的,那么认为大地因扁平而浮载于空气之上、并因上升的以太落入其空洞中而震动,便必定是错误的。此外,它是球形的标志还在于:四面八方的事物对它而言具有相同的关系,以至于四面八方的重物都朝向它运动,而其各部分的一切轻物都背离它运动,朝向依他而言的大地之上。亚里士多德还指责他一方面说大地因其体量和扁平而停留在空气之上,另一方面却又声称整个大地被空气从下方向上打击而运动。因为如此使大地运动,既不符合保全大地静止在空气之上的人的主张(若确实是空气从下方向上打击而使其运动的话),也不符合保全大地因体量而停留的人的主张;因为如此遭受打击而整体被震动,乃是易动之物的特征。除这些之外,亚里士多德还说,声称地震以此种方式产生的他,完全没有解释关于地震的任何伴随现象;因为并非任意的地方都会遭受地震之苦,地震也非在任意的时节发生,论述地震的人必须对此类现象同样说明其原因。在论述了阿那克萨戈拉的观点之后,他转向德谟克利特的观点,并说后者主张:当充满水的大地又从外部接纳了来自雨水的另一大量水分时,那时大地便被大量的水所震动。因为当水变得更多时,由于大地中的空穴无法容纳它,水强行突破并因狭窄而受到挤压,从而震动了大地。
- 2.21ἔχεται τούτου τοῦ γένους
中动式动词 ἔχομαι 与属格(τούτου τοῦ γένους)搭配,表示“与……相邻、紧密相连”的习惯用法。正如亚历山大紧接着所澄清的,此处的 γένος 既可理解为本论著的探究范围,也可理解为前文所述的“风之属”。
- 2.21καὶ ταῦτα, φησίν, ὁρῶντα τὸν ὁρίζοντα
让步句式 καὶ ταῦτα(“况且、尽管如此……”)统辖宾格分词 ὁρῶντα,其逻辑主语为前文由 εὔηθες[ἐστί]所引出的不定式结构中的宾格逻辑主语阿那克萨戈拉。
- 2.21τὸ γὰρ οὕτως κινεῖν αὐτὴν οὔτε τηροῦντός ἐστι τὸ ἠρεμεῖν αὐτὴν ἐπὶ τοῦ ἀέρος
主语为带定冠词的不定式 τὸ ... κινεῖν,与表示特征或属性的属格 τηροῦντος(“属于坚持/保全……之人”)构成表语结构。分词 τηροῦντος 支配两个作为宾语的带定冠词不定式:τὸ ἠρεμεῖν ... 以及其后的 τὸ ... μένειν。
