- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:113.4-113.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《气象论》卷二第六章(364b30起)的注解。亚历山大解释了北方风系产生闪电、冰雹与突风的机制,并阐述了季风的偏转方向以及亚里士多德对诸风讨论的总结。
" Ἀστραπαῖοι δὲ μάλιστα." Εἰπὼν αἰθρίους εἶναι1 τόν τε ἀπαρκτίαν καὶ τοὺς ἐφεξῆς αὐτῷ, τόν τε θρασκίαν καὶ τὸν ἀργέστην, ὅς ἐστι σκίρων, ἀστραπαίους δέ φησιν εἶναι αὐτούς τε τούτους καὶ μέσην, ὃς ὑπὲρ τὸν ἀπαρκτίαν κεῖται. καὶ διὰ τί οὗτοί εἰσιν ἀστραπαῖοι, λέγει· ψυχροὶ μὲν γάρ εἰσι διὰ τὸ ἐγγύθεν πνεῖν, τουτέστιν ἀπὸ τῶν ἀρκτικῶν μερῶν, ἅ ἐστι ψυχρά. γίνεται δὲ ἡ ἀστραπὴ διὰ τὸ ψυχρόν· πιλουμένων γὰρ διὰ τὴν ψυχρότητα τῶν νεφῶν τὸ ἐναπειλημμένον ἐν αὐτοῖς θερμὸν ἀπὸ τῆς τοιαύτης ἀναθυμιάσεως ἀθροιζόμενον εἰς ἓν ἀθρόον μετὰ βίας ἐκκρίνεται διὰ τὴν κίνησιν τὴν σφοδρὰν ἐκπυρωθέν, ὡς ἐρεῖ, ὅταν λέγῃ προηγουμένως περὶ τούτων. διὸ τῶν αὐτῶν τούτων ἀνέμων τινὰς καὶ χαλαζώδεις εἶναί φησι τῷ διὰ ψυχρότητα ταχέως τὸ ἐκκρινόμενον ὕδωρ πηγνύναι. ἐκνεφίας δὲ λέγει ἀνέμους γίνεσθαι μάλιστα μὲν μετοπώρου, εἶτα δὲ καὶ ἔαρος· μάλιστα δέ φησι τῶν ἀνέμων ἐκνεφίας γίνεσθαι ἀπαρκτίαν καὶ θρασκίαν καὶ ἀργέστην. καὶ αἰτίαν τοῦ τούτους γίνεσθαι τοιούτους ἀποδίδωσιν, ὅτι ἐκνεφίαι μὲν γίνονται, ὅταν ἄλλων πνεόντων ἀνέμων ἄλλοι ἐπιπεσόντες αὐτοῖς παύσωσιν αὐτούς· ὅταν γὰρ ἀπώσωνται τὰ νέφη οἱ πρῶτοι πνέοντες, οἱ ἐκ τῶν ἐναντίων ἐπιπίπτοντες αὐτοῖς δοκοῦσιν ἐκ τῶν νεφῶν αὐτῶν πνεῖν· ἐπιπίπτουσι δὲ ἄλλοις πνέουσι μάλιστα οὗτοι οἱ ἄνεμοι, ὡς ἤδη προείρηκεν. οὗ αἰτία τὸ ἐγγύθεν τε αὐτοὺς πνεῖν καὶ διὰ τοῦτο σφοδρούς. τοὺς δὲ ἐτησίας φησὶ περιίστασθαι ἐκ τῶν ἀπαρκτίων τοῖς μὲν ἐπὶ δυσμὰς οἰκοῦσιν εἰς θρασκίας καὶ ἀργέστας καὶ ζεφύρους, τοῖς δὲ πρὸς ἕω πάλιν οἰκοῦσι περιίστανται μέχρι τοῦ ἀπηλιώτου δηλονότι εἰς μέσην τε καὶ καικίαν· οὗτοι γὰρ μεταξὺ ἀπαρκτίου τε καὶ ἀπηλιώτου. τὸ δὲ περιίστανται σημαίνοι ἂν τὸ μεθίστανται ἀρχόμενοι μὲν ἀπὸ τῆς ἄρκτου, τελευτῶντες δὲ τοῖς μὲν πρὸς τῇ δύσει οἰκοῦσιν εἰς τοὺς παρακειμένους τῷ ἀπαρκτίᾳ δυσμικοὺς ἀνέμους, τοῖς δὲ πρὸς ταῖς ἀνατολαῖς εἰς τοὺς τῶν ἀνατολικῶν ἀνέμων πάλιν τῷ ἀπαρκτίᾳ παρακειμένους. τὸ δὲ ὁ γὰρ ἀπαρκτίας ζέφυρός ἐστιν εἴη ἂν εἰρηκὼς ἴσον τῷ2 τούτοις γὰρ τοῖς πρὸς δυσμὰς οἰκοῦσιν ὁ ἀπαρκτίας ζέφυρός ἐστιν. περὶ μὲν οὖν ἀνέμων. ὑπομιμνήσκει πάλιν κατὰ τὸ σύνηθες αὐτῷ ἐπὶ κεφαλαίων περὶ τῶν περὶ ἀνέμων εἰρημένων.
“最伴随闪电的…” 在说明了阿帕克提亚斯及其紧邻之风——即特拉斯基亚斯与阿尔革斯忒斯(即斯基隆)——是晴天之风之后,他说这几股风本身以及位于阿帕克提亚斯上方的墨塞斯也是伴随闪电的风。并且他说明了何以这些风伴随闪电的原因;因为它们从附近、即从属于寒冷区域的北方吹拂,故而是寒冷的。而闪电正是由于寒冷而产生的;因为当云层由于寒冷而凝聚时,其中所截留的来自此类气汽的热聚集于一处并成为一个整体,因剧烈的运动而燃烧并被强力排泄出来,正如他在专门论述这些现象时所要说的那样。因此他说,这些相同的风中也有一些是降雹的,因为它们由于寒冷而迅速将排泄出来的水冻结。他说,暴风主要在秋季产生,其次也在春季产生;并且他说诸风中最容易成为暴风的是阿帕克提亚斯、特拉斯基亚斯和阿尔革斯忒斯。对此类风变成这般风的原因,他指出是因为当其他风在吹拂时,另一些风落向它们并使之止息,此时暴风便产生了;因为每当最初吹拂的风推开云层时,从相反方向扑向它们的大风就显得像是从云层本身之中吹拂出来的一样;而正如他此前已经说过的,最经常扑向其他吹拂之风的正是这些风。其原因在于它们从近处吹拂,并因此十分猛烈。他又说,季风从阿帕克提亚斯诸风发生偏转:对于居住在西面的人而言,偏转为特拉斯基亚斯、阿尔革斯忒斯和西风;而对于居住在东面的人而言,则偏转直至东风,显然是偏转为墨塞斯和凯基亚斯;因为这些风位于阿帕克提亚斯与东风之间。而“偏转”可能意指“转移”,即从北方开始,但对于居住在西面的人而言止于毗邻阿帕克提亚斯的偏西之风,对于东面的人而言则止于东面诸风中再次毗邻阿帕克提亚斯之风。而“因为阿帕克提亚斯是西风”这句话,可能是他以此等同于“因为对于这些居住在西面的人而言,阿帕克提亚斯是西风”。“关于诸风…”:他按照自己的惯例,对关于诸风所论述的内容重新进行了要点式的回顾。
- 2.20Εἰπὼν αἰθρίους εἶναι τόν τε ἀπαρκτίαν καὶ τοὺς ἐφεξῆς αὐτῷ, τόν τε θρασκίαν καὶ τὸν ἀργέστην, ὅς ἐστι σκίρων, ἀστραπαίους δέ φησιν εἶναι
这是归结从句中的δέ(apodotic de)结构,主句(ἀστραπαίους δέ φησιν εἶναι)在分词分句 Εἰπὼν αἰθρίους εἶναι... 之后由 δέ 引导,用以承接前述说明并以对比方式引出主句命题。
- 2.20τὸ δὲ ὁ γὰρ ἀπαρκτίας ζέφυρός ἐστιν εἴη ἂν εἰρηκὼς ἴσον τῷ
中性冠词 τὸ 将引自亚里士多德原文的语句 ὁ γὰρ ἀπαρκτίας ζέφυρός ἐστιν 名词化,作 εἰρηκὼς 的宾语。谓语部分由表示潜在可能性的希求法迂回形式 εἴη ἂν εἰρηκὼς ἴσον τῷ...(“他这样说大概等同于……”)构成。
