← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§111.21-113.3

诸风的共起、季节交替及各自特性

亚历山大阐释了亚里士多德关于诸风的共起与在相反季节的吹拂、压制他风或带来晴天的风的性质、凯基亚斯风何以聚云,以及随着太阳运行而发生的风向转变等论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19#4

καὶ γίνεται οὕτως, ἢ εἰ καὶ ἴσον χρόνον τις ὑποθοῖτο ἡλιοῦσθαι τά τε ἀνατολικὰ καὶ τὰ δυσμικά, ἀλλὰ θερμότερα1 τὰ ἀνατολικὰ τῷ κατὰ τὴν ἀρχὴν εὐθέως θερμανθέντα δι’ ὅλης ἡμέρας φυλάσσειν ταύτην τὴν θερμότητα. Γνώριμα δὲ καὶ τὰ ἑξῆς προστιθέμενα περὶ τοῦ τίνες μὲν τῶν ἀνέμων ἅμα πνεῖν δύνανται, τίνες δὲ οὔ. τῷ δὲ ἀπὸ τῶν αὐτῶν μερῶν πνεῖν τόν τε καικίαν, ὃς ἐπὶ τοῦ Ζ κεῖται, καὶ τὸν εὖρον, ὃς ἐπὶ τοῦ Δ, ἐπὶ τὸ αὐτό φησι τοὺς πλέοντας δύνασθαι ἀμφοτέρους ἔχειν τοὺς ἀνέμους οὐρίους, καίτοι οὐκ ὄντας ἀλλήλοις τοὺς αὐτούς. σαφῆ δὲ καὶ ἃ λέγει περὶ τοῦ ταῖς ἐναντίαις ὥραις τοὺς ἀλλήλοις ἐναντίους ἀνέμους πνεῖν, καὶ εὔλογα. ἐναντίαι μὲν γὰρ ὧραι ἡ ἐαρινὴ ἰσημερία, προσιόντος ἀπὸ χειμερινῶν τροπῶν τοῦ ἡλίου τῷ θερινῷ τροπικῷ, τῇ μετοπωρινῇ ἰσημερίᾳ,2 ἣ γίνεται ἀπιόντος πάλιν τοῦ ἡλίου ἀπὸ τοῦ θερινοῦ τροπικοῦ καὶ προσιόντος τῷ χειμερινῷ τροπικῷ· πνεῖ δὲ τῇ μὲν ἐαρινῇ προσιόντος τοῦ ἡλίου καικίας ἄνεμος καὶ ὅλως τὰ ἐπὶ τάδε τοῦ θερινοῦ τροπικοῦ, οἷς πρόσεισι, ταῦτα δ’ ἐστὶ τὰ περὶ τὴν ἄρκτον, τῇ δὲ μετοπωρινῇ πάλιν ἀπιόντος λίβες, οἵ εἰσιν ἐναντίοι τῷ καικίᾳ· ἐκείνοις γὰρ πάλιν πρόσεισι. πάλιν δὲ περὶ μὲν τὰς θερινὰς τροπὰς ζέφυροι, περὶ δὲ τὰς χειμερινὰς εὖροι καὶ ἀπηλιῶται δηλονότι· οὗτος γὰρ ἰδίως ἐναντίος τῷ ζεφύρῳ, ἀμφοτέρους δέ τινες ὡς ἕνα ὄντας εὔρους καλοῦσιν. Ἑξῆς δὲ λέγει περὶ τῶν ἀνέμων, τίνες εἰσὶν οἳ ἄλλοις πνέουσιν ἐπιβάλλουσί τε καὶ ἐπιπίπτουσιν αὐτοῖς καὶ κωλύουσιν αὐτούς, καὶ τὴν αἰτίαν δι’ ἣν οὗτοι παρ’ ἡμῖν τοῦτο ποιοῦσι λέγει. ἡ αὐτὴ δὲ αἰτία καὶ τοῦ τοὺς αὐτοὺς τούτους αἰθρίους εἶναι παρ’ ἡμῖν. αἰθρίους δέ φησιν αὐτοὺς εἶναι, ὅταν μὴ ὦσι πάνυ ψυχροί· ὄντας γὰρ πάνυ ψυχροὺς μήτε μεγάλους οὕτως ἐπιπνεῖν καὶ ἀθρόους μήτε αἰθρίους εἶναι· τῇ γὰρ ψυχρότητι φθάνουσι τότε τὰ νέφη πηγνύντες πρὸ τοῦ ἀπώσασθαι. εἰπὼν δὲ αἰθρίους εἶναι τόν τε ἀπαρκτίαν καὶ τὸν θρασκίαν καὶ τὸν σκίρωνα, ἂν μὴ ὦσι πάνυ ψυχροί, ὡς φθάνειν πηγνύναι τὴν ἀναθυμίασίν τε καὶ τὰ νέφη πρὸ τοῦ ἀπωσθῆναι, περὶ τοῦ καικίου λέγει, ὃς οὐ πόρρω οὐδ’ αὐτός ἐστι τοῦ ἀπαρκτίου. λέγει δὲ περὶ τούτου ὅτι μὴ ἀεί ἐστιν αἴθριος· οὗ αἰτίαν ἀποδίδωσι τὸ τὸ πνεῦμα τὸ ἀπὸ τοῦ καικίου ἀνακάμπτειν πάλιν ὅθεν ἄρχεται. οὐ γὰρ εὐθεῖαν εἰς τὰ πλάγια φέρεται, ἀλλὰ κυρτήν, ἔχουσαν τὸ κυρτὸν νενευκὸς πρὸς τῇ γῇ· ἀνανεῦον δὴ τὸ πνεῦμα καὶ προσπῖπτον τοῖς νέφεσιν οὐκ ἀπωθεῖ αὐτά, ἀλλὰ προσάγει τῷ τόπῳ, ὅθεν ὁ ἄνεμος οὗτος πνεῖ. τοῦτο δ’ ἂν συμβαίνοι περὶ τὸν ἄνεμον τόνδε τῷ προσγειοτέρῳ αὐτῷ πνέοντι ἀντιπίπτειν τινὰς ἐξοχὰς τῆς γῆς3 κατὰ τοῦτο κειμένας καὶ ἀναστρέφειν εἰς τὸ ἄνω τὴν τοῦ πνεύματος φοράν. τὰς δὲ μεταβάσεις αὐτῶν καὶ περιστάσεις φησὶ γίνεσθαι παυομένων τῶν πρώτων εἰς τοὺς ἐχομένους καὶ ἐφεξῆς αὐτοῖς κατὰ τοῦτο, καθ’ ὃ μέρος ὁ ἥλιος μεθίσταται προϊών, διὰ τὸ κινεῖσθαι μὲν μετὰ τὴν ἀρχὴν τὸ ἐχόμενον καὶ ἐφεξῆς τῇ ἀρχῇ, ἐχόμενα δὲ τοῦ πρώτου πνεύματος ὡς ἀρχῆς τὰ καθ’ ἃ ὁ ἥλιος κινεῖται μέρη γειτνιῶντα αὐτῷ· οὗτος γὰρ ἀρχὴ καὶ αἴτιος τῆς τῶν ἀνέμων κινήσεως. λέγει μέντοι Θεόφραστος ἐνίοτε καὶ εἰς τοὺς ἐναντίους μεθίστασθαι τοὺς ἀνέμους· ὅταν γὰρ εἰς τὸ ἐναντίον ἀπώσωνται τὰ νέφη, πάλιν ἐκεῖθεν ἄρχεσθαι τὸ πνεῦμα. προστίθησι δὲ τοῖς προειρημένοις περὶ ἀνέμων καὶ τὸ τοὺς ἐναντίους ἀλλήλοις ἀνέμους ἢ τὸ αὐτὸ ποιεῖν ἀλλήλοις ἢ τὸ ἐναντίον, καὶ λέγει τίνες ταὐτὸ ποιοῦσιν· ἅμα δὲ τοῦτό τε λέγει καὶ τὰς τῶν ἀνέμων δυνάμεις καὶ τί ἕκαστος αὐτῶν ποιεῖ δείκνυσί τε καὶ ἐκτίθεται. ἐξ ὧν ἔστι λαβεῖν καὶ τίνες αὐτῶν ἐναντίοι ὄντες καὶ ποιητικοὶ ἐναντίων εἰσίν.

事情也是如此发生的;或者即使有人假设偏东与偏西之风被日光照耀的时间相等,但偏东之风依然更温暖,因为它们在开端立即被加热后,在整整一天中保持着这种热量。接下来所附加的关于哪些风能够同时吹拂而哪些不能的内容也是为人熟知的。他说,由于位于Z处的凯基亚斯与位于Δ处的欧罗斯从相同方位吹拂,驶向同一目的地的航海者能够将这两股风都作为顺风利用,尽管它们彼此并不相同。至于他所说的关于对立的风在对立的季节吹拂的内容也是明了且合乎理性的。因为对立的季节是指春分(此时太阳正从冬至点向夏至回归线靠近)与秋分(这是在太阳再次离开夏至回归线并向冬至回归线靠近时发生的)相对立;在春分,随着太阳的靠近,凯基亚斯风吹拂,大体上是夏至回归线这边的那些区域(即太阳所靠近的区域,也就是北方周围的区域)的风吹拂;而在秋分,随着太阳再次远离,则吹拂与凯基亚斯对立的利布斯诸风,因为太阳再次靠近那些区域。另一方面,在夏至点周围吹拂西风,在冬至点周围显然吹拂欧罗斯与东风;因为东风特异性地与西风对立,而有些人将二者视同一体称为欧罗斯。随后,他论及这些风中,有哪些风会在其他风吹拂时压倒它们、冲击它们并阻止它们,并说明了何以这些风在我们这里产生这种作用的原因。而这些同样的风在我们这里成为使天气晴朗之风的原因也是相同的。他说,当它们并非极度寒冷时,它们才是使天气晴朗之风;因为当它们极度寒冷时,它们既不如此强烈而大量地吹来,也不使天气晴朗;因为那时它们因寒冷而赶在驱散云层之前就将其冻结了。在说明了阿帕克提亚斯、特拉斯基亚斯和斯基隆若非极度寒冷(以至于赶在气汽与云层被驱散之前就将其冻结)便是晴天之风之后,他论及凯基亚斯,该风本身距离阿帕克提亚斯也不远。他关于这股风说道,它并非总是晴天之风;对此他给出的原因是,来自凯基亚斯的气流重新折回它所发源的地方。因为它并不是沿直线向侧面运行,而是呈弧线运行,其弧面朝向大地倾斜;因此,这股气流向上扬起并冲击云层时,并不驱散它们,反而将它们带向此风吹来的地方。而在这股风上之所以发生这种情况,可能是由于它在更靠近大地处吹拂,位于该方向的大地的某些凸起部分与其相冲撞,将气流的运行方向向上折返。他说,风的转变与回转是在先前的风停止时,随着太阳前进时所转移的方向,转移到与其相邻和紧随其后的风之中而发生的,这是因为在始原之后,与始原相邻和紧随其后的事物被运动,而与作为始原的第一股气流相邻的事物,乃是太阳运行所经且与之邻近的部分;因为太阳乃是风之运动的始原和原因。然而忒奥弗拉斯托斯说,风有时也会转移至其相反之风;因为每当它们将云层驱散到相反方向时,气流便又从那里开始产生。他在前面关于诸风所说的话之外,还补充道互相对立的风要么产生彼此相同的效果,要么产生相反的效果,并且指出了哪些风产生相同的效果;同时他在说明这一点的同时,也展示并阐明了诸风的力量以及它们各自产生什么作用。从中也可以领会它们之中哪些既是对立的,也产生对立的结果。

语法注3 条
  1. 2.19εἰ καὶ ἴσον χρόνον τις ὑποθοῖτο... ἀλλὰ θερμότερα

    这是由让步从句(εἰ καί...)引导后,主句由 ἀλλά 引出的结构(主句中的 ἀλλά)。在承认前述假设(“即使有人假设它们被日光照耀的时间相等”)的同时,以转折强调主句的断言:“但偏东之风依然更温暖”。

  2. 2.19ἐναντίαι μὲν γὰρ ὧραι ἡ ἐαρινὴ ἰσημερία, προσιόντος ἀπὸ χειμερινῶν τροπῶν τοῦ ἡλίου τῷ θερινῷ τροπικῷ, τῇ μετοπωρινῇ ἰσημερίᾳ

    该句的骨干为 ἡ ἐαρινὴ ἰσημερία(主语)... ἐναντίαι ὧραι(表语)... τῇ μετοπωρινῇ ἰσημερίᾳ(取决于 ἐναντίαι 的与格补足语)。在主语与与格补足语之间插入了属格绝对句(προσιόντος...),构成了倒装/跨置(hyperbaton)。

  3. 2.19τῷ προσγειοτέρῳ αὐτῷ πνέοντι ἀντιπίπτειν τινὰς ἐξοχὰς τῆς γῆς

    由于动词 ἀντιπίπτειν(相冲撞/迎面相遇)支配与格,故 προσγειοτέρῳ αὐτῷ πνέοντι(对这股更贴近大地吹拂的风)采用与格,而 τινὰς ἐξοχὰς τῆς γῆς(大地的某些凸起部分)是不定词在逻辑上的主语(宾格)。整个从句由表示原因的与格冠词 τῷ 引导不定词构成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:111.21-113.3