- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:110.6-111.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐述了亚里士多德的诸风体系,提及后世的十二风说,并解释了北风吹拂多于南风的两个原因、诸风向南北两类的归并,以及何以东风比西风更加温暖。
τινὲς μέντοι τῶν ὑστέρων καὶ ἀπὸ τοῦ Μ λέγουσιν πνεῖν τὸν λιβόνοτον καλούμενον, καὶ διὰ τοῦτο δεκαδύο τοὺς ἀνέμους ποιοῦσιν. ἐκθέμενος δέ, καθὰ προείρηται, ἀνέμους δέκα καὶ ἕνα ταῦτά φησιν εἶναι τὰ διωρισμένα καὶ διακεκριμένα πνεύματα, καὶ ταύτην τὴν τάξιν ἔχειν. Ἑξῆς δὲ τὰς αἰτίας ἀποδίδωσι τοῦ πλείους ἀνέμους πνεῖν ἀπὸ τῶν πρὸς ἄρκτον τόπων ἢ τῶν ἀντικειμένων αὐτοῖς, ἅ ἐστι τὰ μεσημβρινά. φησὶ δὴ τούτου αἰτίαν εἶναι πρώτην μὲν τὸ τὴν οἰκουμένην ὑφ’ ἡμῶν πλησίον κεῖσθαι τῶν τόπων τούτων· πάντα γὰρ τὰ γινόμενα πνεύματα ἀπ’ αὐτῶν φανερὰ γίνεται καὶ οὐ λανθάνει. δευτέραν δὲ ὅτι εἰς τοῦτον τὸν τόπον, ἅτε πόρρω ὄντα τοῦ ἡλίου, πολλῷ πλείω ὕδατά τε καὶ νέφη συνωθεῖται καὶ χιόνες πήγνυνται· ὁ γὰρ μεσημβρινὸς τόπος ἐλάττω ταῦτα ἔχει διὰ τὸ ὑποκεῖσθαι τῇ τοῦ ἡλίου φορᾷ. γίνεται μὲν γὰρ καὶ ἐν ἐκείνῳ ὕδατά τε καὶ ἀναθυμιάσεις ὑγραὶ κατὰ τὰς ἀποχωρήσεις τοῦ ἡλίου (οὐ γὰρ ἀεὶ κατὰ τὰ αὐτὰ μέρη τῶν κατὰ μεσημβρίαν ἐστίν) ἀλλ’ οὐ τοσαῦτα. καὶ γὰρ ἀοίκητά ἐστιν οὐχ ὅτι ἀεὶ καύματα ἔχει καὶ δυσκρασίαν, ἀλλ’ ὅτι ποτὲ τοιαῦτα ἔχει (κατὰ γὰρ τὴν τοῦ ἡλίου ἔφοδον), ἃ δι’ ὑπερβολὴν φθαρτικὰ τῶν ἐμψύχων ἐστὶ διά τε ξηρότητα καὶ θερμότητα. τῶν δὴ ὑδάτων καὶ τῶν χιόνων τῶν περὶ τὴν ἄρκτον, ἃ πολλά ἐστι, τηκομένων καὶ ὑπὸ τῆς προσόδου τοῦ ἡλίου (ἐγγυτάτω γὰρ αὐτῶν γίνεται κατὰ τὸν θερινὸν τροπικόν) θερμαινομένης τῆς γῆς, ἀναγκαῖον πλείους τε καὶ ἐπὶ πλεῖστον τόπον γίνεσθαι τὰς ἀναθυμιάσεις, ἀφ’ ὧν οἱ ἄνεμοι. Καὶ ἃ προστίθησι δὲ ἐφεξῆς διακρίνων τὰ πνεύματα τὰ βόρεια καὶ τὰ νότια καὶ τὰ κοινὰ γνώριμα· σαφῶς γὰρ περὶ αὐτῶν λέγει. ζέφυρον δὲ λέγει καὶ τὸν ἀργέστην εἶναι, ὃς καὶ σκίρων καλεῖται, ὡς καὶ αὐτὸν ἀπὸ δυσμῆς τε πνέοντα καὶ παρακείμενον τῷ ζεφύρῳ. διακρίνας δὲ πρῶτον τοὺς ἀνέμους μετὰ ταῦτα λέγει ὅτι πάντων τῶν πνευμάτων τὰ μὲν βόρεια καλεῖται τὰ δὲ νότια, προστιθεμένων τῶν ἄλλων τούτοις κατὰ τὴν γειτνίασιν καὶ τὴν ὁμοιότητα. τῶν γὰρ ἑκατέροις γειτνιώντων τὰ μὲν ψυχρότερα προστίθεται τοῖς βορείοις, διὸ ὅ τε σκίρων καὶ ὁ ζέφυρος βόρειοι, τὰ δὲ θερμότερα τῷ νότῳ, διὸ ὅ τε εὖρος καὶ ὁ ἀπηλιώτης νότιοι δοκοῦσιν εἶναι. ἐπὶ τούτοις πειρᾶται τὴν αἰτίαν ἀποδιδόναι τοῦ θερμότερα εἶναι τὰ πνεύματα τὰ ἀνατολικὰ τῶν δυσμικῶν. φησὶ δὴ τὰ μὲν ἀνατολικὰ πλείω χρόνον ὑπὸ τὸν ἥλιον εἶναι καὶ διὰ τοῦτο εἶναι θερμότερα, τὰ δὲ ἀπὸ δυσμῆς ἀπολείπειν τε θᾶττον τὸν ἥλιον καὶ προσιέναι αὐτοῖς καὶ πλησιάζειν βραδύτερον. εἴη δ’ ἂν λέγων1 τὰ ἀνατολικὰ πλείω χρόνον ὑπὸ τὸν ἥλιον εἶναι, ὅτι ἀνατέλλων ὁ ἥλιος ἤδη τε κατὰ ταῦτά ἐστι καὶ μέχρι δυσμῆς μένει ἐπιλάμπων αὐτά, τὰ δὲ δυσμικὰ οὔτε εὐθὺς τῇ ἀνατολῇ ἤδη ἐπιλάμπεται, ἀλλὰ βραδύτερον αἱ ἀκτῖνες ἐπ’ αὐτὰ αἱ τοῦ ἡλίου ἀφικνοῦνται, ὅταν τε γένηται κατὰ ταῦτα, εὐθὺς καταλείπει αὐτὰ δυόμενος καὶ οὐκ ἐπιμένει, ὥσπερ ἐπὶ τῶν ἀνατολικῶν· ταῦτα γὰρ εἰ καὶ παραλλάσσει προϊών, ἀλλὰ μένει γε ἔτι ἐπιλάμπων αὐτά. εἴη δ’ ἂν κἀκεῖνο αἴτιον, ὅτι τὰ μὲν ἀνατολικὰ εὐθὺς κατὰ τὴν ἀρχὴν ὁ ἥλιος τῷ κατὰ ταῦτα γίνεσθαι μειζόνως θερμαίνει, οὐχ οὕτως δὲ τὰ δυσμικά, εἰ καὶ ἐπιλάμποι αὐτά, τῷ πόρρω ὢν μὴ ὁμοίως θερμαίνειν, προθερμανθέντα δὲ τὰ ἀνατολικὰ τῇ παρουσίᾳ τοῦ ἡλίου, συντηρεῖ ταύτην τὴν θερμότητα βοηθούμενα εἰς τοῦτο ὑπὸ τοῦ παραλλάξαντα τὸν ἥλιον ἔτι ἐφορᾶν αὐτὰ ἕως δύσεως·2 ὥστε ἣν ἐξ ἀρχῆς ἔσχε θερμότητα, φυλάσσειν πως αὐτὰ μέχρι δυσμῆς· τὰ δὲ δυσμικὰ οὔτε ἐν ἀρχῇ οὕτως θερμαίνεται, ὅταν τε κατ’ αὐτὰ γενόμενος ὁ ἥλιος μάλιστα αὐτὰ θερμαίνῃ, οὐ φυλάσσει τὴν θερμότητα ταύτην τῷ εὐθέως καταλείπεσθαι ὑπ’ αὐτοῦ, ὡς μηδὲ ὅλως ἔτι ὁρᾶσθαι ὑπ’ αὐτοῦ.
然而,后世的人们中有人说,从M也有被称为利波诺托斯的风吹来,并因此将诸风定为十二股。但正如前文所说,他在列举了十一股风之后,说这些才是被规定和区分出来的风,并具有这样的秩序。接下来,他给出了何以从偏北区域吹来的风多于从与之对向的偏南区域吹来的风的原因。他说,此事的第一个原因是我们所居住的人居圈靠近这些区域;因为从那里产生的一切风都变得明显而不会不被察觉。第二个原因在于,由于该区域远离太阳,多得多的水和云汇聚于此,积雪冻结;而偏南区域由于位于太阳运行轨道之下,拥有这些较少。因为在那个区域,随着太阳的远离(因为太阳并不总是在偏南地区的相同部分上方),虽然也产生水和湿润的气汽,但并不那么多。事实上,那里不可居住并非因为它总是具有酷热和恶劣气候,而是因为它有时具有这样的气候(即在太阳临近之时),由于过度,这些气候因干燥和炎热而对有生命之物具有毁灭性。因此,当北方的水和积雪(它们数量极多)融化,且由于太阳的临近(因为在夏至点时太阳距离它们最近)大地被加热时,产生更多的且在最大范围内的气汽乃是必然的,而风正是从这些气汽中产生的。至于他接下来区分偏北风、偏南风以及共同之风所附加的内容也是明了的;因为他关于它们说得很清楚。他说,阿尔革斯忒斯(它也被称为斯基隆)也是西风,因为这股风自身也从日落方向吹来,并且与西风相邻。在首先区分了诸风之后,他随后说道,在所有的风中,有些被称为偏北风,有些被称为偏南风,其他的风则根据其相邻性和相似性被归入这些风中。因为在与这两类风相邻的风中,较为寒冷的被归入偏北风(因此斯基隆和西风都是偏北风),而较为温暖的被归入南风(因此欧罗斯和东风似乎都是偏南风)。除此之外,他试图给出偏东的风比偏西的风更温暖的原因。他说,偏东的风处于太阳之下的时间更长,并因此更温暖;而太阳更快地离开来自日落方向的风,向它们临近并靠近则更缓慢。他说偏东的风处于太阳之下的时间更长,可能是指:太阳升起时就已经处于这些风之上,并持续照射它们直至日落;而偏西的风既不是在日出时就立即受到照射,而是太阳的光芒到达它们更为缓慢,并且每当太阳处于它们之上时,便随着日落立即抛下它们而不再停留,不像在偏东之风那里那样;因为偏东之风即使太阳前行时发生偏移,却依然保持照射着它们。另一个原因或许也在于:太阳在最开始时就因处于偏东之风之上而更强烈地加热它们,但对偏西之风则非如此(即便它照耀它们),因为远离而不能同样地加热;偏东之风因太阳的在场而预先被加热,并在此事上受到太阳在偏移之后直至日落依然注视它们的助益,从而保持这种热量;以至于它们能够将最初所获得的热量某种程度上保持直至日落。偏西之风则在开始时既未被如此加热,而在太阳处于它们之上最剧烈地加热它们时,又因立即被太阳抛下以至于完全不再被它看见,而无法保持这种热量。
- 2.19εἴη δ’ ἂν λέγων
由带有小词 ἄν 的希求法动词 εἴη 与现在分词 λέγων 构成的迂回式潜势表达。注疏者在此用以推测或阐明亚里士多德的原意:“他大概是说……”或“他的意思或许是……”。
- 2.19βοηθούμενα εἰς τοῦτο ὑπὸ τοῦ παραλλάξαντα τὸν ἥλιον ἔτι ἐφορᾶν αὐτὰ ἕως δύσεως
介词短语 ὑπὸ τοῦ ... ἐφορᾶν 包含表示施事者的带冠词不定式结构。宾格短语 παραλλάξαντα τὸν ἥλιον 作不定式 ἐφορᾶν 的逻辑主语(分词带有“在偏移之后”的时间意义)。中性复数主格分词 βοηθούμενα 修饰前文的 τὰ ἀνατολικά。
