← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§108.8-110.6

地平线图解中诸风的方位及其对立关系

亚历山大阐释了亚里士多德如何将诸风(西风、东风、北风、南风、凯基亚斯、利普斯、欧罗斯、阿尔革斯忒斯)配置在地平线图解的各个点上(正方位与至点日出日落处),并说明处于直径相对方位的风互为相反风。随后,他解释了在直径方向上没有相反风的斯拉斯基亚斯与梅塞斯的方位与特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19#2

πάλιν δὲ μεταξὺ τοῦ Β καὶ Θ λαμβάνει σημεῖον τὸ Δ, ὃ ὑποτίθεται εἶναι ἀνατολὴν χειμερινήν· ᾧ πάλιν οὐ κατὰ διάμετρον ἀλλ’ ἐπ’ εὐθείας καταντικρὺ τὸ Γ, ὂν δυσμὴν χειμερινήν.1 ἔπειτα ἐπιζευγνύει ἀπὸ μὲν τοῦ Ζ ἐπὶ τὸ Γ εὐθεῖαν, ἀπὸ δὲ τοῦ Δ ἐπὶ τὸ Ε· ταῦτα γὰρ κατὰ διάμετρον ἀλλήλοις κεῖται. ταῦτα δ’ ὑπογράψας μετὰ ταῦτα δείκνυσι τὰς θέσεις τῶν ἀνέμων, καὶ τίνες τίσιν εἰσὶν ἐναντίοι. καὶ ἐπεὶ τὰ πλεῖστον ἀπέχοντα ἀλλήλων κατὰ τόπον ἐναντία, τὰ κατὰ διάμετρον δὲ πλεῖστον ἀλλήλων ἀπέχει, δῆλόν φησιν εἶναι διότι καὶ τῶν πνευμάτων ἐναντία ἀλλήλοις εἰσὶ τὰ κατὰ διάμετρον. οὐ λαμβάνει δὲ τὰς διὰ κέντρου διαμέτρους, ὅτι τὴν ἀρχὴν οὔτε κύκλος οὔτε σφαῖρά ἐστιν ἡ οἰκουμένη, ἀλλὰ σφαίρας ἔκτμημα τυμπανοειδές· διὸ τῷ ἐξ ἐναντίας ὁρίζει τὴν διάμετρον. ἐφ’ οἷς τίς ἡ θέσις τῶν ἀνέμων λαμβάνει, καὶ τίθησιν ἐπὶ μὲν τῷ Α, ὃ ἦν ἰσημερινὴ δυσμή, ζέφυρον, ἐπὶ δὲ τῷ Β, τῇ ἰσημερινῇ ἀνατολῇ, ἥ ἐστι κατὰ διάμετρον τῷ Α, ἀπηλιώτην, ὃν Θεόφραστος λέγει παρὰ μὲν Σικελιώταις Ἑλλησποντίαν καλεῖσθαι, παρὰ δὲ Φοίνιξι κάρβαν, Βερεκυντίαν δὲ ἐν Πόντῳ· πάλιν δὲ ἐπὶ μὲν τῷ Η, ὅπερ ἦν ἄρκτος, βορέαν ἀπαρκτίαν, ἐπὶ δὲ τοῦ Θ, ὅ ἐστιν ἐναντίον τῷ Η (κατὰ διάμετρον γὰρ καὶ ἔστι μεσημβρία) νότον· ἐπὶ δὲ τοῦ Ζ, ὅπερ ἦν θερινὴ ἀνατολή, καικίαν, ᾧ ἐναντίον τὸν κατὰ διάμετρον ἀφεστῶτα αὐτοῦ τίθησιν, οὐ τὸν ἐπ’ εὐθείας αὐτῷ κείμενον. ἔστι δὲ κατὰ διάμετρον μὲν τῷ Ζ κείμενον τὸ Γ, ἐπ’ εὐθείας δὲ τὸ Ε. ἐπὶ δὲ τοῦ Γ, ὅ ἐστι δυσμὴ χειμερινή, τὸν λίβα τίθησιν, ὡς ὄντα ἐναντίον τῷ καικίᾳ· πάλιν δὲ ἐπὶ τοῦ Δ, ὅ ἐστι χειμερινὴ ἀνατολή, εὖρον γειτνιῶντα τῷ νότῳ, καὶ ἐπὶ τοῦ Ε, ὃ ἔστι κατὰ διάμετρον ἀφεστὸς τοῦ Δ ὂν δύσις θερινή, τὸν ὑπό τινων μὲν ἀργέστην καλούμενον, Ὀλυμπίαν δ’ ὑπ’ ἄλλων καὶ σκίρωνα, ὀνομάζουσι δέ τινες τὸν ἄνεμον τοῦτον καὶ Ἰάπυγα, ὡς Θεόφραστος λέγει. ἔστι μὲν γὰρ ἐπ’ εὐθείας κείμενον τῷ Δ τὸ Γ, ὥσπερ καὶ τῷ Ζ τὸ Ε· ἀλλ’ οὐ τὰ ἁπλῶς ἐπ’ εὐθείας ἀλλήλοις κείμενα ἦν ἐναντία, ἀλλὰ τὰ κατὰ διάμετρον. καὶ τούτους μὲν εἶναί φησι τοὺς κατὰ διάμετρόν τε ἀλλήλοις κειμένους ἀνέμους καὶ ἐναντίους ἀλλήλοις, τοὺς ὀκτώ. ἄλλους δὲ παρὰ τούτους εἶναί φησιν, οἳ οὐκ ἔχουσιν ἐναντίους αὐτοῖς κατὰ διάμετρον κειμένους· ἕνα μὲν τὸν μεταξὺ κείμενον ἀπαρκτίου, ᾧ ἐναντίος νότος, καὶ ἀργέστου καὶ σκίρωνος, ᾧ ἐναντίος εὖρος, τὸν καλούμενον θρασκίαν, κείμενον ἐπὶ τοῦ Ι, ἄλλον δέ, ὃν μεταξὺ πάλιν φησὶ κεῖσθαι τοῦ τε ἀπαρκτίου καὶ τοῦ καικίου, ᾧ ἐναντίος λίψ, τὸν καλούμενον μέσην, κείμενον ἐπὶ τοῦ Κ. τὴν δὲ ἐπιζευγνυμένην ἀπὸ τοῦ Ι ἐπὶ τὸ Κ εὐθεῖαν, ἣν διάμετρον κοινότερον ὠνόμακεν (οὐ γάρ ἐστι διάμετρος τοῦ ὁρίζοντος) βούλεσθαι μέν φησιν εἶναι2 κατὰ τὸν ἀεὶ φανερὸν κύκλον, ὃν ἀρκτικὸν καλοῦσι, τουτέστι βούλεσθαι μὲν εἶναι κατὰ διάμετρον τοῦ κύκλου, οὐ μὴν πάντῃ ἐξακριβοῦν, ἀλλὰ παραλλάσσειν ἐπί τι. ἐναντία δέ φησι μὴ εἶναι πνεύματα τοῖς ἀνέμοις τούτοις, μήτε τῷ μέσῃ, ὃς μέσης μεταξὺ πνεῖ τοῦ τε ἀπαρκτίου καὶ τοῦ καικίου (ἔπνει γὰρ ἄν τις, φησίν, ἀπὸ τοῦ Μ, τουτέστι μεταξὺ τοῦ τε νότου καὶ τοῦ λιβός· τοῦτο γὰρ κατὰ διάμετρον τῷ Κ, ἀφ’ οὗ ὁ μέσης) μήτε τῷ θρασκίᾳ, ὃς μεταξὺ πνεῖ τοῦ τε ἀπαρκτίου καὶ τοῦ σκίρωνος (ἔπνει γὰρ ἄν τις μεταξὺ τοῦ τε εὔρου καὶ τοῦ νότου ἀπὸ τοῦ Ν· τοῦτο γὰρ τὸ κατὰ διάμετρον τῷ Ι), εἰ μὴ ἐπ’ ὀλίγον φησὶ πνεῖν τινα, ὃν καλεῖσθαι ὑπὸ τῶν περὶ ἐκεῖνον τὸν τόπον φοινικίαν.

接着,他在B与Θ之间选取点Δ,设定它为冬至的日出;与之相对(同样不是在直径上,而是在同一条直线上),[他选取了]作为冬至日落的点Γ。然后,他从Z到Γ、从Δ到E连接直线;因为这些点彼此处于直径相对的位置。在绘制了这些之后,他随后指明诸风的方位,以及哪些风彼此相反。既然在空间上彼此相距最远的事物是相反的,而处于直径两端的事物彼此相距最远,他说,显然诸风之中处于直径两端的也彼此相反。但他并没有采用穿过中心的直径,因为从根本上说,可居住区既不是一个圆,也不是一个球体,而是球体的一个鼓形截块;因此他是通过正面相对来界定直径的。在此之后,他指明诸风的方位是什么,并在曾是春分秋分日落的A处放置西风,在与A位于直径两端的春分秋分日出B处放置东风,泰奥弗拉斯托斯说这股东风在西西里居民那里被称为赫勒斯滂风,在腓尼基人那里被称为卡尔巴斯风,在彭托斯则被称为贝雷昆提亚风。接着,在曾是北方的H处,[他放置]阿帕克提亚斯北风;在与H相反的Θ处(因为它位于直径的另一端且是南方),[他放置]南风。在曾是夏至日出的Z处,[他放置]凯基亚斯风,并将与它在直径上相距的风定为与之相反的风,而不是将与它在同一直线上相对的风定为相反。与Z在直径上相对的是点Γ,而在同一直线上相对的则是E。在冬至日落的Γ处,他放置利普斯风,作为凯基亚斯风的相反风。接着,在冬至日出的Δ处,他放置靠近南风的欧罗斯风;在与Δ在直径上相距、作为夏至日落的E处,[他放置]被某些人称为阿尔革斯忒斯、被其他人称为奥林匹亚斯和斯基隆的风,泰奥弗拉斯托斯说有些人也称这股风为伊阿庇克斯风。因为与Δ在同一直线上相对的是Γ,正如与Z在同一直线上相对的是E一样;但并非单纯在同一直线上彼此相对的事物是相反的,而是处于直径两端的事物才是相反的。他说,彼此处于直径两端且彼此相反的正是这八股风。除了这些之外,他说还有其他一些风,它们没有处于直径两端与之相反的风:一股位于阿帕克提亚斯(与之相反的是南风)与阿尔革斯忒斯和斯基隆(与之相反的是欧罗斯)之间,被称为斯拉斯基亚斯风,位于I处;另一股他说又位于阿帕克提亚斯与凯基亚斯(与之相反的是利普斯)之间,被称为梅塞斯风,位于K处。至于从I连接到K的直线,他较宽泛地称之为直径(因为它并不是地平线的直径),他说这意在符合恒显圈(人们称之为北极圈),也就是说意在符合该圆的直径,但绝非完全精确,而是略有偏差。他说这些风没有相反的风:既没有风与吹在阿帕克提亚斯和凯基亚斯中间的梅塞斯风相反(他说,因为如果有,就必须有某种风从M吹来,即从南风和利普斯之间吹来;因为这是与梅塞斯风吹来的K在直径上相对的);也没有风与吹在阿帕克提亚斯和斯基隆中间的斯拉斯基亚斯风相反(因为如果有,就必须有风从欧罗斯和南风之间的N吹来;因为这是与I在直径上相对的),除非他说有某种微弱吹拂的风,被那个地方周围的人们称为波伊尼基亚斯风。

语法注2 条
  1. 2.19ᾧ πάλιν οὐ κατὰ διάμετρον ἀλλ’ ἐπ’ εὐθείας καταντικρὺ τὸ Γ, ὂν δυσμὴν χειμερινήν

    承接前句 λαμβάνει σημεῖον τὸ Δ 而省略了动词 λαμβάνει(或系动词)的省略结构。与格关系代词 ᾧ 与 καταντικρύ 搭配(“与点Δ相对”),结构为:“[他选取了]作为冬至日落的点Γ,与点Δ相对(不是在直径上,而是在同一直线上)”。

  2. 2.19τὴν δὲ ἐπιζευγνυμένην ἀπὸ τοῦ Ι ἐπὶ τὸ Κ εὐθεῖαν... βούλεσθαι μέν φησιν εἶναι

    句首的宾格短语 τὴν... εὐθεῖαν 在由主动词 φησίν 引领的宾格不定式结构中,担任不定式 βούλεσθαι(以及紧随的 εἶναι)的逻辑主语。它因插入的关系分句(ἣν διάμετρον... τοῦ ὁρίζοντος)而与不定式和主动词产生较大距离的隔开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:108.8-110.6