← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§10.12-11.28

元素力量的均等性与高空无云之疑难

注疏亚里士多德《气象学》340a13–340a17,亚历山大解释了即便否认元素间相互转化,只要承认其力量均等,就等同于预设了相互转化时的比例关系;在得出中间区域并非仅由气或火充满的结论后,进而引入关于为何云不在上方区域凝结的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6

" Διαφέρει δ’ οὐδὲν οὐδ’ εἴ τις φησὶ μὲν μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων." Ἐπεὶ ἔλαβε τῶν στοιχείων τὴν κατὰ μέγεθος ὑπεροχὴν πρὸς ἄλληλα εἶναι ὅση γίνεται καὶ ἐν τῇ τῶν μορίων αὐτῶν εἰς ἄλληλα μεταβολῇ, Ἐμπεδοκλῆς δὲ ἀμετάβλητα μὲν ἔλεγεν εἶναι αὐτὰ εἰς ἄλληλα, ἴσα μέντοι κατὰ τὰς δυνάμεις πάντα ἀλλήλοις εἶναι, ὡς καὶ ἐν τῷ δευτέρῳ Περὶ γενέσεως καὶ φθορᾶς εὐθύνων αὐτοῦ τὴν δόξαν εἶπεν καὶ ἐπεσημήνατο, τοῦτο καὶ νῦν φησι μηδὲν διαφέρειν τοῦ γίνεσθαι αὐτὰ ἐξ ἀλλήλων λέγειν τὸ τὰς δυνάμεις αὐτῶν ἴσας ὑποθέσθαι.1 ἡ γὰρ ἰσότης τῶν δυνάμεων αὐτοῖς οὕτως ὑπάρξει, ὡς ἂν εἰ καὶ ἐγίνετο ἐξ ἀλλήλων· αἱ γὰρ ἐν τῷ τοσῷδε ἀέρι δυνάμεις ἴσαι ἔσονται ταῖς ἐν τῷ τοσούτῳ ὕδατι, ἐξ ὅσου ὕδατος, εἰ καὶ μετεβάλλετο εἰς ἄλληλα τὰ στοιχεῖα, ὁ τοσοῦτος ἀὴρ ἐγένετο ἄν. οὐ γὰρ οἷόν τε τὴν ἰσότητα αὐτοῖς τῆς δυνάμεως σώζεσθαι ἐν τῇ τοσαύτῃ κατὰ τὸ μέγεθος ὑπεροχῇ.

“即使有人主张这些元素并非彼此相互生成,也并无任何不同。” 既然他假定诸元素在大小上彼此的优势,相当于它们的部分相互转化时所产生的优势,而恩培多克勒虽然主张它们彼此不可转化,但彼此在力量上全都是平等的——正如他在《论生成与消灭》第二卷中审查其观点时所指出的那样——,那么他现在也说,假定它们的力量均等,与说它们彼此相互生成并无任何不同。因为力量的均等性属于它们,正如同它们确实是彼此生成的一样;因为如此分量的气中的力量,将等于如此分量的水中的力量,而假使诸元素确实彼此相互转化,如此分量的气正是从如此分量的水生成的。因为在大小如此巨大的优势之下,它们不可能保全力量的均等性。

§1.7#1

"Ὅτι μὲν οὖν οὔτε ἀὴρ οὔτε πῦρ συμπεπλήρωκε μόνον τὸν μεταξὺ τόπον, φανερόν ἐστι." Τὸ λεγόμενόν ἐστιν ὅτι μήτε ἑκάτερον αὐτῶν μόνον μήτε τὰ δύο μόνα συμπεπλήρωκε πάντα τὸν μετὰ τὴν γῆν τε καὶ τὸ ὕδωρ τόπον· ταῦτά τε γὰρ τὰ δεδειγμένα καὶ τούτοις ἀκόλουθα τὰ ἑξῆς λεγόμενα. Πιστωσάμενος δὲ καὶ διὰ τούτων τὸ εἶναι τὸ κυκλοφορικὸν σῶμα ἄλλης τινὸς φύσεως καὶ μηδενὶ τῶν τεσσάρων τὸ αὐτό, ἐφεξῆς ζητεῖ, τίς τε ἡ τάξις τῶν δύο σωμάτων, πυρός τε καὶ ἀέρος, πρὸς τὴν τοῦ αἰθέρος, τουτέστι τοῦ οὐρανοῦ, ὃ καὶ πρῶτόν ἐστι τῶν σωμάτων τὴν θέσιν, καὶ τίς αἰτία τοῦ τὴν θερμότητα ἀπὸ τῶν ἄστρων τε καὶ τοῦ θείου σώματος ἐν τοῖς περὶ τὴν γῆν γίνεσθαι τόποις, οὐκ ὄντων ἐκ πυρὸς ἐκείνων, ὡς ἔδειξεν. εἰπὼν δὲ δεῖν περὶ τούτων εἰπεῖν πρῶτον διαπορήσαντας τὰς οἰκείας δηλονότι τοῖς προκειμένοις ἀπορίας, πρῶτον περὶ τοῦ ἀέρος ἀπορεῖ, ἥτις ἀπορία εἴς τε τὸν περὶ τῆς τάξεως τοῦ τε ἀέρος καὶ τοῦ πυρὸς αὐτῷ συντελέσει λόγον, καὶ βεβαιώσει πάλιν καὶ αὐτὴ τὸ μὴ μόνα εἶναι τὰ μετὰ τὴν γῆν σώματα δύο, ἀέρα τε καὶ πῦρ. ἣν δὲ ἀπορεῖ ἀπορίαν περὶ τοῦ ἀέρος ἀπορεῖ ὡς ὄντος ψυχροῦ τῇ αὑτοῦ φύσει· αὕτη γὰρ ἡ τῶν πολλῶν δόξα, ἐπεὶ αὐτῷ γε οὐχ οὕτως δοκεῖ. τὸ δὲ ἀπορούμενόν ἐστιν, εἰ δὴ γίνεται ὕδωρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος, διὰ τίνα ποτὲ αἰτίαν οὐ συνίσταται νέφη κατὰ τὸν ἄνω τόπον; προσῆκε γὰρ μᾶλλον, ὅσῳ πορρώτερόν ἐστιν. εἰ μεταβάλλει εἰς ἄλληλα ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ, ὥσπερ οὖν δέδεικται (δέδεικται γὰρ ὅτι τὰ τέσσαρα εἰς ἄλληλα μεταβάλλει) εἰ δὴ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ εἰς ἄλληλα μεταβάλλει καὶ γίνεται ἡ ἐκ τοῦ ἀέρος εἰς ὕδωρ μεταβολὴ διὰ τῆς συστάσεως τῶν νεφῶν, διὰ τί δὴ τὰ νέφη οὐ συνίσταται ἐν τῷ ἀνωτέρω μέρει τοῦ ἀέρος, ἀλλὰ ὀλίγον ὑπὲρ τὴν γῆν; καίτοι εὐλογώτερον ἦν ἀνωτέρω μᾶλλον αὐτὰ συνίστασθαι καὶ πορρωτέρω τῆς γῆς. συνίστασθαι μὲν γὰρ ἐν τοῖς ψυχροτέροις μέρεσιν εὐλογώτερον αὐτά, ψυχρότερα δὲ τὰ πορρωτέρω τῆς γῆς αὐτοῦ μέρη τῶν σύνεγγυς, διὰ τὸ μήτε ἤδη τῶν ἄστρων ἐγγὺς ὄντα θερμῶν ὄντων, καθὰ δοκεῖ τοῖς πλείστοις (τοιαύτη γὰρ ἡ τῶν ἄστρων φύσις εἶναι δοκεῖ) θερμαίνεσθαι ὑπ’ αὐτῶν μήτε πλησίον εἶναι τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων τοῦ ἡλίου,2 ὑφ’ ὧν ὁ περὶ τὴν γῆν ἀὴρ θερμαίνεται, τῶν ἀκτίνων τῶν ἀπὸ τοῦ ἡλίου προσπιπτουσῶν τῇ γῇ, πάλιν δ’ ἀπὸ ταύτης ἀνακλωμένων καὶ τῇ διπλῇ παρόδῳ θερμαινουσῶν τὸν περὶ αὐτὴν ἀέρα καὶ διὰ τοῦτο κωλυουσῶν τὴν πῆξιν αὐτόθι καὶ τὴν τῶν νεφῶν γίνεσθαι σύστασιν.

“因此,无论气还是火都没有单独充满中间的位置,这是显而易见的。” 所说的是:无论它们中的任何一个单独,还是仅这两者一起,都没有充满大地和水之后的整个位置;因为这些是被证明的事理,接下来的论述也依循这些事理。在通过这些论述进一步证实作圆周运动的物体具有某种其它本性,并且与四元素中的任何一个都不同之后,他接着探讨火与气这两种物体相对于以太(即天,在物体的位置上次序居第一)的秩序是怎样的,以及在天体与神性物体并非由火构成(正如他所证明的)的情况下,来自它们的热在环绕大地的诸位置中产生的原因何在。在指出讨论这些问题必须首先提出切合当前课题的疑难之后,他首先就气提出了一个疑难,而这个疑难将有助于他关于气和火之秩序的论述,并且其自身也将再次确证大地之后的物体并非仅仅是气和火这两种。他所提出的疑难,是将气视作就其自身本性而言是冷的而提出的;因为这是大众的意见,而至少他自己并不这么认为。所疑难的问题在于:如果水确实从气生成,气从水生成,究竟由于什么原因云不在上方的位置凝结呢?因为距离越远,理应越是如此。如果气和水相互转化,正如已被证明的那样(因为已经证明四元素相互转化)——如果气和水确实相互转化,且从气到水的转化是通过云的凝结而产生的,那么云为什么不在气的更高部分凝结,而是在大地的稍上方凝结呢?然而,它们在更高处、距离大地更远之处凝结本是更为合理的。因为它们在更冷的部分凝结更为合理,而比起邻近大地的部分,距离大地更远的部分更冷,这是因为它们既没有因靠近发热的诸星体(正如多数人所认为的,因为星体的本性似乎如此)而被它们加热,也没有邻近从大地反射的太阳光线;环绕大地的气正是被这些光线加热的,因为来自太阳的光线投射到大地上,又再次从大地反射,以其双重穿过加热了环绕大地的气,并因此阻碍了那里的冻结以及云的凝结。

语法注2 条
  1. 1.6τοῦτο καὶ νῦν φησι μηδὲν διαφέρειν τοῦ γίνεσθαι αὐτὰ ἐξ ἀλλήλων λέγειν τὸ τὰς δυνάμεις αὐτῶν ἴσας ὑποθέσθαι

    由主动词 φησί 引出的宾格不定式结构。不定式 μηδὲν διαφέρειν(并无任何不同)的主语是带冠词的不定式短语 τὸ τὰς δυνάμεις αὐτῶν ἴσας ὑποθέσθαι(假定它们的力量均等),其比较的对象是属格带冠词不定式 τοῦ ... λέγειν(与说……相比)。句首的 τοῦτο 是宾格,用来承前并强调这一论点。

  2. 1.7διὰ τὸ μήτε ἤδη τῶν ἄστρων ἐγγὺς ὄντα θερμῶν ὄντων, καθὰ δοκεῖ τοῖς πλείστοις (τοιαύτη γὰρ ἡ τῶν ἄστρων φύσις εἶναι δοκεῖ) θερμαίνεσθαι ὑπ’ αὐτῶν μήτε πλησίον εἶναι τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων τοῦ ἡλίου

    由表示原因的前置词 διά 加上中性单数宾格定冠词 τό 引导的结构,统辖由 μήτε ... μήτε 并列的两个不定式 θερμαίνεσθαι 与 πλησίον εἶναι。这两个不定式逻辑上的主语是前文的 τὰ πορρωτέρω τῆς γῆς αὐτοῦ μέρη(距离大地更远的部分),宾格分词 ὄντα 与之保持一致。其后插入的 θερμῶν ὄντων 则是与 τῶν ἄστρων 一致的表原因的属格分词(因为诸星体是热的)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:10.12-11.28