- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:106.23-108.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了南风源自夏至回归线和焦热带以及为何不存在南方季风的原因,随后借助地平线圆的几何图解,阐明诸风的方位以及正东西南北与夏至出没的对应点。
" Ὅτι μὲν οὖν νότος οὐκ ἔστιν." Δείξας ὅτι μὴ ἔστι νότος ὁ παρ’ ἡμῖν πνέων ἄνεμος πρὸς ἡμᾶς ἀπὸ τοῦ ἑτέρου πόλου, φησὶν ὅτι μηδὲ ἀπὸ τῆς χειμερινῆς τροπῆς πνέων ἄνεμος ὁ παρ’ ἡμῖν νότος ἔστιν. εἰ γὰρ τοῦτο, δέοι ἂν ἄλλον πάλιν ἄνεμον πνεῖν ἀπὸ θερινῶν τροπῶν· οὕτως γὰρ τὸ ἀνάλογον ἀποδοθήσεται. οὐ μὴν ἔστιν· εἷς γὰρ μόνος ἄνεμος φαίνεται πνέων ἐναντίος τῷ βορρᾷ ἀπ’ ἐκείνων τῶν τόπων, ὥστε ἀνάγκη νότον πνεῖν ἀπὸ θερινῆς τροπῆς καὶ τῆς διακεκαυμένης χώρας. πᾶν δὲ τὸ ἀπὸ τοῦ θερινοῦ τροπικοῦ μέχρι τοῦ ἰσημερινοῦ διάστημα θερινὴν τροπὴν ἔθος αὐτῷ λέγειν. τοῦτον δή φησι τὸν διακεκαυμένον τόπον διὰ τὴν τοῦ ἡλίου γειτνίασιν, οὐκ ἔχειν ὕδατα καὶ νομάς, νομὰς λέγων τὰς χορηγίας τῷ ὕδατι ὡσανεὶ ὕδατος τροφάς, αἵτινες διὰ τὴν πῆξιν, ὅταν λύωνται, ποιήσουσιν ἐτησίας, ἀνταποδιδοὺς τοῦτο πρὸς ὃ εἶπε μετὰ τὴν ἀπορηθεῖσαν ἀπορίαν,1 διὰ ποίαν αἰτίαν βορέαι μὲν ἐτησίαι εἰσί τε καὶ πνέουσι, νότοι δ’ οὔ. εἶπε γὰρ ἐκεῖ “ἔχει γὰρ οὐκ ἀλόγως.” ὅτι οὖν μὴ ἀλόγως ἔχει τὸ μὴ εἶναι νότους ἐτησίας, ἀπέδωκε νῦν. διὰ μέντοι τὸ τὸν τόπον εἶναι πολὺ πλείω ἐκεῖνον καὶ ἀναπεπταμένον, ἀφ’ οὗ ὁ νότος πνεῖ, τοῦ τόπου τοῦ ἀφ’ οὗ ὁ βορρᾶς2 (πολὺ γὰρ μείζων τε καὶ πλατυτέρα ἡ διακεκαυμένη τῶν πρὸς τῇ ἄρκτῳ μερῶν) μείζων καὶ πλείων καὶ μᾶλλον ἀλεεινὸς ἄνεμος ὁ νότος ἐστὶ τοῦ βορέου, καὶ μᾶλλον ἐκεῖνος πρὸς ἡμᾶς διαβαίνει ἢ ὁ βορρᾶς ἐκεῖ. τίς μὲν οὖν αἰτία τούτων ἐστὶ τῶν ἀνέμων· τούτων, τοῦ τε βορρᾶ καὶ τοῦ νότου· περὶ γὰρ τούτων πεποίηται τὸν λόγον. ὑπομιμνήσκει δὲ πάλιν διὰ τούτων τῶν δεδειγμένων. Μέτεισιν ἑξῆς ἐπὶ τὸν περὶ τῆς θέσεως τῶν ἀνέμων λόγον καὶ τὸ δεῖξαι, τίνες αὐτῶν ἐναντίοι εἰσί, καὶ τίνες μὲν αὐτῶν ἅμα πνεῖν ἀλλήλοις οἷοί τε, τίνες δὲ ἀδύνατοι· ἔτι τε περὶ τοῦ πλήθους αὐτῶν καὶ περὶ τῶν ἄλλων παθῶν τῶν ὑπαρχόντων αὐτοῖς, ὅσα μὴ φθάνει εἰρῆσθαι ἐν τοῖς προβλήμασι τοῖς κατὰ μέρος. δεῖν δέ φησι τὰ περὶ τῆς θέσεως αὐτῶν λεγόμενα ἐκ τῆς ὑπογραφῆς καὶ τοῦ διαγράμματος θεωρεῖν. καὶ ὑπογράφει τὸ διάγραμμα καὶ λέγει περὶ αὐτοῦ ὅτι γέγραπται μὲν ὑπὲρ τοῦ μᾶλλον εὐσήμως καὶ φανερῶς ἔχειν ὁ τοῦ ὁρίζοντος κύκλος στρογγύλος, ἀφ’ οὗ οἱ ἄνεμοι πνέουσι, δεῖ δὲ νοεῖν τοῦτον τὸν καταγεγραμμένον ὁρίζοντα μὴ ὡς πάσης τῆς γῆς ὁρίζοντα, ἀλλ’ ὡς τοῦ ἐκτμήματος τῆς γῆς τοῦ κατὰ τὴν ἡμετέραν οἰκουμένην, ὃ οὐκέτ’ ἂν εἴη κύκλος.3 ὡς γὰρ ἐπὶ τοῦ κυκλικοῦ ὁρίζοντος ἡ διαίρεσις τῶν ἀνέμων δείκνυται, οὕτως ἔσται καὶ τὸ οἰκούμενον μέρος διελεῖν τῇ τῶν ἀνέμων διαλήψει. πρῶτον δὲ μέλλων λέγειν περὶ ἐναντίων ἀνέμων, τί ἐστι τὸ κατὰ τόπον ἐναντίον προλαμβάνει· τὰ γὰρ πλεῖστον ἀλλήλων κατὰ τόπον ἀπέχοντα· πλεῖστον δὲ ἀπέχει ταῦτα, τὰ κατὰ διάμετρον ἀλλήλοις ἐν τῷ κύκλῳ κείμενα. ἐπὶ τούτοις ἐπὶ τοῦ ἐκκειμένου κύκλου, ὃν ὁρίζοντα εἶπε, λαμβάνει τινὰ σημεῖα, καὶ πρῶτον μὲν τὸ Α ὑποτίθεται εἶναι δυσμὴν ἰσημερινήν, ἐναντίον δὲ τούτῳ καὶ κατὰ διάμετρον τὸ Β ἀνατολὴν ἰσημερινήν. εἰλήφθω οὖν τὰ εἰρημένα σημεῖα καὶ διήχθω ἡ ΑΒ διάμετρος. ἄλλη δέ, φησίν, ἤχθω διάμετρος ἐν τῷ κύκλῳ πρὸς ὀρθὰς τέμνουσα τὴν ΑΒ διάμετρον, ἡ ΗΘ, ἧς τὸ μὲν πρὸς τὸ Η ἔστω ἄρκτος, τὸ δὲ Θ, ὂν ἐξ ἐναντίας αὐτῷ, μεσημβρία. πάλιν δὲ λαμβάνει ἐπὶ τοῦ κύκλου σημεῖον μεταξὺ τοῦ Η καὶ τοῦ Β τὸ Ζ, ὃ ὑποτίθεται εἶναι ἀνατολὴν θερινήν· ᾧ Ζ καταντικρὺ κείμενον τὸ Ε οὐ κατὰ διάμετρον, 〈ἀλλ’ ἐπ’ εὐθείας〉 λαμβάνει ὡς ὂν δυσμὴν θερινήν.4
“因此,南风并不是[这样的风]。” 在表明了在我们这边的南风并非从另一个极吹向我们的风之后,他说,在我们这边的南风也不是从冬至回归线吹来的风。因为如果情况如此,就必须又有另一股风从夏至回归线吹来;因为只有这样,类似对应关系才得以确立。然而事实并非如此;因为从那些区域中,只观察到唯一一股与北风相反吹拂的风,因此南风必然是从夏至回归线以及焦热地带吹来的。此外,他习惯把从夏至回归线到赤道的整个间距称为“夏至回归线”。于是他说,由于太阳的邻近,这块焦热的地方没有水和源泉——他称源泉为给水的补给,好似水的滋养物——而这些水分由于凝结,当它们消融时便会产生季风;他借此对应了在提出疑问之后所说的话,即究竟由于什么原因,有北方的季风存在并吹拂,却没有南方的季风。因为他在那里曾说:“因为这并非无理。”因此,为什么没有南方的季风并非无理,他现在给出了说明。然而,由于南风吹来的那块区域比北风吹来的区域广阔开阔得多(因为焦热地带比靠近北极的部分要大得多且宽阔得多),南风是比北风更宏大、更充沛且更温暖的风,并且南风越过边界吹向我们,比北风吹到那里去要多得多。那么,这些风(即北风和南风;因为他是关于这些风作了论述)的原因是什么呢;他借由这些已获证明的事项再次提醒人们。随后,他进而讨论关于诸风的方位,并表明它们之中哪些是相反的,以及它们之中哪些能够彼此同时吹拂,哪些则不可能;此外还讨论它们的数量,以及属于它们的其他属性,即凡是在个别问题中尚未被谈及的内容。而且他说,关于它们方位的论述,应当根据草图和图解来进行考察。于是他绘制了图解,并关于图解说:诸风从中吹来的地平线圆圈被画成圆形,是为了更加清晰明白,但应当把这幅画出的地平线理解为不是整个地球的地平线,而是对应于我们可居住区的地球截块的地平线,而这个截块将不再是一个圆。因为正如在圆形地平线上展示诸风的划分一样,同样也可以通过诸风的区分来划分可居住的部分。在首先打算论述相反的风时,他预先规定了什么是空间上的相反:即在空间上彼此相距最远的事物;而在圆中彼此位于直径两端的事物相距最远。在此基础上,在他称为地平线的既定圆上,他选取了若干点,首先设定A为春分秋分的日落[西],与之相反且位于直径另一端的B为春分秋分的日出[东]。因此,设已述的诸点已被选取,并且直径AB已被画出。他说,让圆中切过直径AB成直角的另一条直径被画出,即HΘ,其中朝向H的一端为北,与之相对的Θ为南。接着他又在圆上选取了位于H与B之间的一个点Z,设定它为夏至的日出;他选取与Z相对的E点(不是在直径上,而是在同一条直线上),设定它为夏至的日落。
- 2.19ἀνταποδιδοὺς τοῦτο πρὸς ὃ εἶπε μετὰ τὴν ἀπορηθεῖσαν ἀπορίαν
分词 ἀνταποδιδούς 的逻辑主语是主句的主语亚里士多德。在插入性的解释 νομὰς λέγων... αἵτινες... ποιήσουσιν ἐτησίας 之后,ἀνταποδιδούς 在句法上承接 τοῦτον δή φησι... οὐκ ἔχειν ὕδατα καὶ νομάς,说明这一论述正是对前文所提疑难(为何有北方的季风而无南方的季风)的对应解答。
- 2.19διὰ μέντοι τὸ τὸν τόπον εἶναι πολὺ πλείω ἐκεῖνον καὶ ἀναπεπταμένον, ἀφ’ οὗ ὁ νότος πνεῖ, τοῦ τόπου τοῦ ἀφ’ οὗ ὁ βορρᾶς
由介词 διὰ 加上带冠词不定式 τὸ ... εἶναι 构成的长原因从句。不定式 εἶναι 的宾格主语为 τὸν τόπον ... ἐκεῖνον(由关系从句 ἀφ’ οὗ ὁ νότος πνεῖ 修饰),而 τοῦ τόπου τοῦ ἀφ’ οὗ ὁ βορρᾶς [πνεῖ] 则是与比较级 πλείω 相应的比较属格。
- 2.19ὃ οὐκέτ’ ἂν εἴη κύκλος
关系代名词 ὃ 的先行词是 τοῦ ἐκτμήματος τῆς γῆς(地球的截块)。谓语采用带有 ἄν 的希求法(οὐκέτ’ ἂν εἴη),表示推测或潜在可能(potential optative),表明从球面上截取的人类可居住区域从严格的几何意义上说不再是一个完整的圆。
- 2.19ᾧ Ζ καταντικρὺ κείμενον τὸ Ε οὐ κατὰ διάμετρον, 〈ἀλλ’ ἐπ’ εὐθείας〉 λαμβάνει ὡς ὂν δυσμὴν θερινήν
该句核心结构为 λαμβάνει τὸ Ε ὡς ὂν δυσμὴν θερινήν(“他选取E作为夏至的日落”)。分词 κείμενον 修饰宾语 τὸ Ε,与格 ᾧ Ζ 则依附于 καταντικρὺ κείμενον(“与Z相对而居”)。οὐ κατὰ διάμετρον(“并非在直径上”)限定了这一相对位置的几何性质。
