← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§105.31-106.22

另一半球可居住区的对称风系与配置

注解《气象论》362b30,论证在另一个极周边的可居住区中,同样存在着与我们这片半球相类似的、在极与回归线之间吹拂的对称风系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18

" Ἐπεὶ δ’ ὁμοίως ἔχειν ἀνάγκη τόπον τινὰ πρὸς τὸν ἕτερον πόλον." Δείξας τὴν θέσιν τῆς καθ’ ἡμᾶς οἰκουμένης, καὶ ὅτι ὁ μὲν βορρᾶς ἀπὸ τῶν περὶ τὴν ἄρκτον τόπων πρὸς ἡμᾶς πνεῖ, ὁ δὲ νότος ἀπὸ τῆς μεσημβρίας, ἔστι δ’ ἡ καθ’ ἡμᾶς μεσημβρία κατὰ τὸν θερινὸν τροπικόν, μέτεισιν ἐπὶ τὴν πρὸς τῷ ἑτέρῳ πόλῳ οἰκουμένην, ἥτις ὁμοίαν ἔχει θέσιν πρὸς τὸν ἥλιον, ὡς ἡ ἐνταῦθα οἰκουμένη. καὶ ἐπεὶ ἐκεῖνος ὁ τόπος ὁμοίως ἔχει πρὸς τὸν ἐκεῖ πόλον, ὡς ὁ ἐνταῦθα πρὸς τὸν ὑπὲρ ἡμᾶς ἔχει πόλον, δῆλόν φησιν εἶναι ὡς τά τε ἄλλα ἀναλόγως ἕξει τὰ ἐκεῖ τοῖς ἐνθάδε καὶ δὴ καὶ ἡ τῶν πνευμάτων σύστασίς τε καὶ θέσις· ὥστε ἔσται, καθάπερ ἐνταῦθα πνεῖ ὁ βορρᾶς ἀπὸ τῶν πρὸς τῷ πόλῳ τόπων τῶν κατεψυγμένων, οὕτως κἀκεῖ τις ἄνεμος ἀπὸ τῶν πρὸς τῷ πόλῳ τόπων τῶν κατεψυγμένων πνέων καὶ ἀπὸ τῆς ἐκεῖ ἄρκτου, τουτέστιν ἀπὸ τοῦ πόλου τοῦ ἐκεῖ, ὃν ἀδύνατον διικνεῖσθαι μέχρις ἡμῶν. ὁ γοῦν βορέας ὁ παρ’ ἡμῖν οὐ μόνον οὐ πνεῖ μέχρις ἐκείνων, ἀλλ’ οὐδὲ ἐπὶ πᾶσαν ἐξικνεῖται τὴν ἐνταῦθα οἰκουμένην. ἔστι γάρ, φησίν, ὥσπερ ἀπόγειον τὸ πνεῦμα τὸ βόρειον· ἀπόγεια δὲ λέγεται πνεύματα τὰ μὴ πολὺ τῆς χώρας ἀφ’ ἧς ἄρχεται πνεῖν προϊόντα. πλεῖστοι γὰρ βορέαι δοκοῦσιν ἡμῖν πνεῖν διὰ τὸ τὴν ἡμετέραν οἴκησιν πρὸς τῇ ἄρκτῳ κεῖσθαι, ἀφ’ ἧς οὗτος πνεῖ· ὅμως μὲν καὶ ἐν ταύτῃ1 ἐπιλείπει καὶ οὐκ ἐπὶ πολὺ προκόπτει. περὶ γοῦν τὴν ἔξω Λιβύης θάλασσαν τὴν νοτίαν, ὡς ἐνταῦθα οἱ βορέαι καὶ οἱ νότοι πνέουσιν, οὕτως ἐκεῖ πάλιν οὐχ οὗτοι, ἀλλ’ εὖροι καὶ ζέφυροι διαδεχόμενοι ἀλλήλους καὶ ἀντιπνέοντες ἀλλήλοις συνεχῶς πνέουσι. δῆλον δὲ ὅτι ὡς τῷ ἀπὸ τῆς ἄρκτου πνέοντι ἐνταῦθα ἀνέμῳ,2 ὅς ἐστι βορρᾶς, ἀνάλογον πνεῖ τις ἐκεῖ ἀπὸ τῆς ἄρκτου τῆς ἐκεῖ, οὕτως καὶ τῷ ἀπὸ τῆς θερινῆς τροπῆς πρὸς ἡμᾶς πάλιν φερομένῳ, ὅς ἐστι νότος, κἀκεῖ ἀπὸ τῆς χειμερινῆς τροπῆς ἔσται τις ἄνεμος πρὸς ἐκείνους τετραμμένος καὶ ἀντιπνέων τῷ ἀπὸ τοῦ πόλου.

“但是,既然某块区域对另一个极也必然具有类似的关系。” 在表明了我们这边的可居住区的位置,以及北风从北极周边的区域吹向我们,而南风从南方吹来,且我们这边的南方是在夏至回归线处之后,他转向了靠近另一个极的可居住区;这块可居住区相对于太阳的位置,与这里的可居住区相似。而且他说,既然那里的区域对那里的极的关系,与这里的区域对我们上方的极的关系类似,那么显而易见,那里的其他一切事物都将与这里的事物保持可比照的类似关系,尤其是诸风的形成和方位亦是如此。因此,正如在这里北风从靠近极的寒冷区域吹来一样,在那里也将有某种风从靠近极的寒冷区域,也就是从那里的北极、即从那里的极吹来,而这股风是不可能到达我们这里的。总之,我们这边的北风不仅不会吹到那些人那里,甚至无法吹遍这里的整个可居住区。因为他说,北方的风就犹如离岸风[陆风];所谓离岸风,是指那些不会远离其起始吹拂的土地的风。因为在我们看来,北风吹得最多,是由于我们的居所位于北极方向,而北风正从那里吹来;然而,即使在这一居所之内,它也会力竭而无法行进很远。总之,在利比亚外侧的南部海洋周围,并不像在这里由北风和南风吹拂,相反在那里吹拂的不是这些风,而是东风和西风互相交替、互相对吹且连续不断地吹拂。显而易见的是,正如对这里从北极吹来的风(即北风)而言,在那里从那里的北极吹来的某种风与之相应,同样地,对于从夏至回归线向我们吹来的风(即南风)而言,在那里也将有某种风从冬至回归线吹向那些人,并与从极吹来的风相向对吹。

语法注2 条
  1. 2.18ἐν ταύτῃ

    阴性单数与格指示代词 ταύτῃ 指前文的“我们的居所(ἡμετέραν οἴκησιν)”,表明北风即使在人类所居住的这一带区域内部也已衰竭,而不能通达全境。

  2. 2.18ὡς τῷ ἀπὸ τῆς ἄρκτου πνέοντι ἐνταῦθα ἀνέμῳ

    整个句子的框架为相关结构:“ὡς τῷ ... ἀνέμῳ ... ἀνάλογον πνεῖ τις ἐκεῖ ... οὕτως καὶ τῷ ... ἔσται τις ἄνεμος”。与格分词短语(τῷ ... ἀνέμῳ 以及后半句的 τῷ ... φερομένῳ)分别作为关系/关涉与格,从属于 ἀνάλογον 和 ἔσται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:105.31-106.22