- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:104.25-105.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德批评当时地图绘制者(362b12)的文句,亚历山大解释道,可居住区在纬度方向(宽度)上受气候严格限制,而在经度方向(长度)上则宽广且连续可居,并通过理论推导与航海旅行距离等实际现象两方面对此加以证明。
" Διὸ καὶ γελοίως γράφουσι νῦν τὰς περιόδους τῆς γῆς." Δείξας τὴν καθ’ ἡμᾶς οἰκουμένην, ὁμοίως δὲ καὶ τὴν ἑτέραν ἑκατέραν ἐν τυμπανοειδεῖ τινι ἐκτμήματι τῆς γῆς οὖσαν, αἰτιᾶται τοὺς γράφοντας τὰς τῆς γῆς περιόδους καὶ τὴν οἰκουμένην σφαιρικὴν ποιοῦντας· ἀντὶ γὰρ τοῦ σφαιροειδοῦς τῷ κυκλοτερεῖ ἐχρήσαντο.1 ὅτι δὲ τοῦτο ἀδύνατον, δῆλον καὶ ἐκ τοῦ λόγου καὶ ἐκ τῶν φαινομένων· καὶ πῶς καθ’ ἑκάτερον δῆλον, λέγει, κατὰ μὲν τὸν λόγον, ὅτι δείκνυσιν ὁ λόγος ἐπὶ μὲν τὸ πλάτος ὡρισμένην τὴν οἰκουμένην καὶ διαλαμβανομένην ὑπό τινων ἀοικήτων, πλάτος λέγων τὸ ἀπὸ τοῦ ἑτέρου πόλου μέχρις ἑτέρου διάστημα. εὑρέθη γὰρ ὑπὸ τοῦ λόγου ὅτι τὰ μὲν πρὸς τοῖς πόλοις τοῦ κατὰ τὸ πλάτος διαστήματος κύκλου διὰ τὸ πόρρω εἶναι τοῦ ἡλίου ἀοίκητά ἐστι, τὰ δὲ μεταξὺ τῶν τροπικῶν διὰ καῦμα πάλιν ἀοίκητα· ὡς εἶναι τοῦ πλάτους τοῦ προεἰρημένου ὑπ’ αὐτοῦ οἰκούμενα τό τε μεταξὺ τοῦ ἀρκτικοῦ καὶ τοῦ θερινοῦ τροπικοῦ καὶ πάλιν τὸ μεταξὺ τοῦ χειμερινοῦ τροπικοῦ καὶ τοῦ ἀνταρκτικοῦ. κατὰ μέντοι τὰ κύκλῳ τούτων τῶν τυμπανοειδῶν ἐκτμημάτων οὐδὲν κωλύει ἑκάτερον, ὅσον ἐπὶ τῇ τῶν ἀέρων κράσει, πᾶν οἰκεῖσθαι, ὡς συνῆφθαι καὶ μὴ διαλείπειν· οὐ γάρ ἐστι μέρος τι αὐτῶν ὑπερβάλλον ψυχρότητι ἢ καύματι. ὁ γὰρ ἥλιος πρὸς πάντα αὐτὰ ὁμοίαν σχέσιν λαμβάνει, ὡς πᾶν δύνασθαι αὐτὸ καὶ οἰκητὸν καὶ πορεύσιμον εἶναι, εἰ μήπω κωλύει πλῆθος θαλάσσης. τὸ δὲ κύκλῳ τοῦτο, ὅ ἐστι κατὰ τὸ ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν, καὶ μῆκος εἶπε τῆς γῆς, ἐπεὶ πλάτος τὸ ἀπὸ τῶν πόλων. εἰπὼν δὲ πῶς τῷ λόγῳ τοῦτο δῆλον, προστίθησι πῶς καὶ κατὰ τὰ φαινόμενα, περί τε τοὺς πλοῦς [ἀοίκητοι γὰρ] καὶ τὰς πορείας· πλεῖον γὰρ κατὰ τὸ μῆκος καὶ τὴν κύκλῳ περίοδον τῆς γῆς οἰκούμενον φανερόν ἐστιν2 ἢ κατὰ τὸ πλάτος. καὶ λαμβάνει τῶν κατὰ τὴν περιφέρειαν, ὃ μῆκος εἶπε, συνεχῶς οἰκουμένων τόπων καὶ ἱστορουμένων διάστημα καὶ τῶν κατὰ πλάτος, καὶ δείκνυσι πλείω τόπον τῆς γῆς κατὰ τὸ μῆκος ἢ κατὰ τὸ πλάτος οἰκούμενον. τὸ γὰρ ἀπὸ Ἡρακλείων στηλῶν μέχρι τῆς Ἰνδικῆς, ὅ ἐστι κατὰ μῆκος καὶ γνωρίμως πᾶν οἰκούμενον (εἰσὶ δὲ αἱ μὲν Ἡράκλειαι στῆλαι πρὸς δυσμαῖς, ἡ δ’ Ἰνδικὴ πρὸς ταῖς ἀνατολαῖς) τοῦ ἐξ Αἰθιοπίας, ἥ ἐστιν ἐσχάτη οἰκουμένη πρὸς τῷ θερινῷ τροπικῷ καὶ τῇ μεσημβρίᾳ, πρὸς τὴν Μαιῶτιν καὶ τοὺς ἐσχάτους τῆς Σκυθίας τόπους, οἵ εἰσι πρὸς τῇ ἄρκτῳ, ἐγγὺς διπλάσιόν ἐστιν· οὕτως γὰρ ἔχειν φησὶν αὐτὰ πρὸς ἄλληλα μεγέθους, ὡς πέντε πρὸς τρία, τοῦ τε πλοῦ καὶ τῶν ὁδῶν συναριθμουμένων τε καὶ συντιθεμένων. καίτοι τὸ μὲν ἐπὶ πλάτος πᾶν τὸ οἰκούμενον εἴληπται μέχρι τῶν ἀοικήτων ἐφ’ ἑκάτερα προδήλως, τὰ δ’ ἐφ’ ἑκάτερα τῶν κατὰ τὸ μῆκος οἰκουμένων ἐπί τε Ἡρακλείας στήλας καὶ ἐπὶ τὴν Ἰνδικὴν τῷ ὑπὸ θαλάσσης διαλαμβάνεσθαι, οὐ τῷ ἀοίκητα εἶναι οὐ φαίνεται συνείροντα,3 ὡς πᾶσαν ἐν κύκλῳ φαίνεσθαι περιοικουμένην.
“因此,如今他们绘制大地巡回图是可笑的。” 在表明了我们这边的可居住区以及同样另一片可居住区各自存在于大地的某种鼓状切片中之后,他指责了那些绘制大地巡回图并将可居住区作成球状的人;因为他们用圆形代替了球状。而这是不可能的,无论从理论推导还是从现象来看都是显而易见的。并且他说明了依这两者如何是显而易见的:依理论推导而言,是因为推导表明可居住区在宽度上是有限的,并被某些不可居住的区域所隔开——他把从一极到另一极的距离称为宽度。因为通过推导发现,在宽度距离的圆上靠近两极的部分因远离太阳而不可居住,而位于两回归线之间的部分又因灼热而不可居住;以至于在他前述的宽度中,可居住的部分即是位于北极圈与夏至回归线之间,以及位于冬至回归线与南极圈之间的部分。然而,就空气的调和而言,没有任何东西妨碍这些鼓状切片的每一部分的整个周边被居住,从而使其相连而不中断;因为它们的任何部分在寒冷或灼热上都没有过度。因为太阳对它们全部保持着相似的关系,以至于只要没有汪洋大海的阻碍,其整体完全既可以是可居住的,也可以是可通行的。由于从两极算起的方向是宽度,因而这个沿圆周的方向,即从东方到西方的方向,他也称之为大地的长度。在说明了这在理论上如何显而易见之后,他又补充了在现象上、在航行和陆路旅程方面如何也是如此;因为显而易见的是,沿着大地的长度和沿圆周的巡回被居住的区域,要多于沿着其宽度被居住的区域。他列出了沿圆周(他称之为长度)被连续居住且有记载的地点的距离,以及沿宽度的距离,并表明大地上依长度被居住的区域多于依宽度被居住的区域。因为从赫拉克勒斯之柱直到印度的距离,即沿长度方向且众所周知完全被居住的距离(赫拉克勒斯之柱在西,而印度在东),几乎是从埃塞俄比亚(这是靠近夏至回归线和南方最边远的可居住地)到麦奥提斯湖以及斯基泰最北端边远之地的距离的两倍;因为他说,将航程和陆路一起计算并综合起来,它们在大小上的相互比例是五比三。然而,在宽度上的整个可居住区显然已被确定直至两边的不可居住区,而在长度上被居住区域两侧朝向赫拉克勒斯之柱和印度的部分,则是因为被海洋隔断,而非因为不可居住,才显得未能连接,以至于没有显现出完全沿圆周环绕居住的景象。
- 2.17ἀντὶ γὰρ τοῦ σφαιροειδοῦς τῷ κυκλοτερεῖ ἐχρήσαντο
ἀντί接属格(τοῦ σφαιροειδοῦς)与ἐχρήσαντο接与格(τῷ κυκλοτερεῖ)的搭配,意为“用圆形[平面圆盘]代替了球状”。指责地图绘制者未按照大地的球形或立体鼓状,而是错误地将其绘制成了平面的圆形。
- 2.17τὸ γὰρ ἀπὸ Ἡρακλείων στηλῶν μέχρι τῆς Ἰνδικῆς... τοῦ ἐξ Αἰθιοπίας... ἐγγὺς διπλάσιόν ἐστιν
主语是带冠词的介词短语 τὸ ἀπὸ Ἡρακλείων στηλῶν μέχρι τῆς Ἰνδικῆς(东西方向的距离),谓语是 ἐγγὺς διπλάσιόν ἐστιν(“几乎是两倍”)。中间通过倒装离隔(hyperbaton)插入了比较属格短语 τοῦ ἐξ Αἰθιοπίας... πρὸς τὴν Μαιῶτιν...(南北方向的距离)以及插入解释句(εἰσὶ δὲ...)。
- 2.17τῷ ὑπὸ θαλάσσης διαλαμβάνεσθαι, οὐ τῷ ἀοίκητα εἶναι οὐ φαίνεται συνείροντα
两个表示原因的带定冠词不定式(τῷ... διαλαμβάνεσθαι 与 οὐ τῷ... εἶναι)形成对比,修饰与主语 τὰ (δ’) ἐφ’ ἑκάτερα 一致的分词 συνείροντα(φαίνεται+分词结构)。意为“是因为被海洋隔断,而非因为不可居住,才显得未能连续连接”。
