- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:103.8-104.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德关于我们所处可居住区位于北极圈与夏至回归线之间的论证,依据是影子绝不偏向南方、酷热与严寒造成的不可居住性、塞伊奈无影的记载以及北冕座在天顶的中天。
καὶ λέγει περὶ τῆς καθ’ ἡμᾶς οἰκουμένης, ᾗ ἀνάλογόν ἐστι καὶ ἡ ἑτέρα, καὶ δείκνυσιν ὅτι αὕτη μεταξύ ἐστι τοῦ τε ἀεὶ φανεροῦ καὶ τοῦ θερινοῦ τροπικοῦ, καὶ οὔτε ἐπέκεινα τῶν τροπικῶν οἷόν τε ταύτην εἶναι· οὗ πίστιν φέρει τὸ εἰ ἦν ἐπέκεινα τοῦ θερινοῦ τροπικοῦ οἰκούμενά τινα, οὐκ ἂν ἦν ἐκείνων ἡ σκιὰ πρὸς ἄρκτον τετραμμένη ἀεί.1 ὅτε γὰρ κατὰ τὰ ἀρκτικὰ μέρη ὁ ἥλιος αὐτῶν γένοιτο, ἀνάγκη τὴν γινομένην ἀπ’ αὐτῶν σκιὰν πρὸς μεσημβρίαν πίπτειν διὰ τὸ ἀνάγκην εἶναι τὴν ἀπὸ τοῦ φωτιζομένου σκιὰν ὑπό τινος γινομένην ἐπὶ θάτερα μέρη πίπτειν ἢ καθ’ ἃ τὸ φωτίζον ἐστί. νῦν δὲ ἀοίκητοι πρότερον οἱ τόποι προϊόντων γίνονται διὰ θερμότητα, πρὶν ἢ τὴν σκιὰν μεταπεσεῖν εἰς τὰ μεσημβρινὰ μέρη, ἀντιπαρελθόντος εἰς τὰ βόρεια τῶν φωτιζομένων τοῦ ἡλίου.2 τὸ δὲ πρὶν ἢ ὑπολιπεῖν τὴν σκιὰν προσέθηκεν,3 ὅτι ὧν ὁ ἥλιος κατὰ κάθετόν ἐστι, τούτους ἀσκίους ἀναγκαῖον εἶναι. τῶν δὲ οἰκούντων ἐπέκεινα τοῦ θερινοῦ τροπικοῦ ἐγίνετο ἂν καὶ κατὰ κάθετον ὁ ἥλιος· οὕτως δὲ ὑπέλειπεν ἂν τότε ἡ σκιὰ τῶν οἰκούντων ἐκεῖ. εἰ οὖν μήτε ἄσκιοι γίνονται μήτε σκιά τινος γίνεται πρὸς μεσημβρίαν, δῆλον ὡς4 οὐδὲ οἰκητά ἐστι τὰ ἐπέκεινα τῆς μεσημβρίας· ὄντων γὰρ καὶ οἰκουμένων ταῦτα ἂν ἐγίνοντο. λέγονται μέντοι οἱ περὶ Συήνην οἰκοῦντες τῆς Αἰθιοπίας ἐν τῇ μεσημβρίᾳ ὄντος τοῦ ἡλίου κατὰ τὰς θερινὰς τροπὰς ἄσκιοι γίνεσθαι· ὃ εἰ οὕτως ἔχει, οἰκοῖεν ἂν οὗτοι κατ’ αὐτὸν τὸν θερινὸν τροπικόν· εἰ γὰρ ᾤκουν ἐπέκεινα, οὐ μόνον ἂν ἐγίνοντο ἄσκιοι, ἀλλὰ καὶ μετέπιπτεν ἂν αὐτῶν ἐπὶ τὴν μεσημβρίαν ἡ σκιά. εἰ δέ, ὡς λέγουσί τινες, εἰσί τινες τῶν Αἰθιόπων, ὧν ἡ σκιὰ ἐπὶ τὰ μεσημβρινὰ μέρη μεταπίπτει ποτέ, οὗτοι εἶεν ἂν ἐπέκεινα τοῦ θερινοῦ τροπικοῦ οἰκοῦντες. καὶ ἐκ τῶν περὶ τούτων δὲ λεγόντων καὶ οἰομένων ἀντιλέγειν τοῖς ὑπ’ Ἀριστοτέλους δεικνυμένοις πιστοῦται τὸ διὰ καῦμα ἀοίκητα εἶναι ταῦτα τὰ μέρη. φασὶ γὰρ αὐτοὺς τὰ πλεῖστα ἐν ὕδατι καταδύεσθαι καὶ παρὰ φύσιν τινὰ βιοῦν βίον, καίτοι ἢ ὑπὸ τῷ τροπικῷ οἰκοῦντας ἢ βραχὺ παραλλάσσοντας. τὰ μὲν οὖν ἐπέκεινα τοῦ τροπικοῦ διὰ καῦμα ἀοίκητα, τὰ δ’ ὑπὸ τὴν ἄρκτον διὰ ψῦχος· ὁ γὰρ ἥλιος μηδέποτε τούτοις τοῖς μέρεσι πλησιάζων τῆς γῆς ἀοίκητα αὐτὰ ποιεῖ. ὡς δὲ ἐπὶ τῆς ἡμετέρας ἔχει οἰκουμένης, οὕτως ἔχειν ὑποληπτέον καὶ ἐπὶ τῆς τῶν ἀντοίκων. τὰ μὲν γὰρ ἐπὶ τάδε τῆς χειμερινῆς τροπῆς ἀοίκητα διὰ καῦμα, τὰ δὲ πρὸς τῷ πόλῳ διὰ ψῦχος. φέρεσθαι δέ φησι καὶ τὸν στέφανον κατὰ τοῦτον τὸν τόπον, καθ’ ὅν ἐστιν ἡ καθ’ ἡμᾶς οἰκουμένη, τουτέστι μεταξὺ τοῦ τε ἀρκτικοῦ κύκλου, καὶ τοῦ θερινοῦ τροπικοῦ· οὗ ἀπόδειξιν φέρει τὸ γίνεσθαι αὐτὸν ὑπὲρ κεφαλῆς ἡμῶν, ὅταν γένηται κατὰ τὸν μεσημβρινὸν κύκλον, τουτέστιν ὅταν μεσουρανῇ· μεσημβρινὸς γὰρ λέγεται κύκλος ὁ διὰ τῶν πόλων καὶ τοῦ κατὰ κορυφὴν ἡμῖν σημείου γραφόμενος κύκλος. εἴη δ’ ἂν καὶ διὰ τούτου δεικνὺς τὴν καθ’ ἡμᾶς οἰκουμένην οὖσαν μεταξὺ τῶν προειρημένων κύκλων· εἰ γὰρ ὁ στέφανος ὁ ἐν τοῖς ἄστροις, ὃν λέγουσι τῆς Ἀριάδνης ὄντα ὑπὸ Διονύσου καταστερισθῆναι (ὁ γοῦν Ἄρατος οὕτως περὶ αὐτοῦ λέγει “αὐτοῦ κἀκεῖνος στέφανος, τὸν ἀγαυὸς ἔθηκε σῆμ’ ἔμεναι Διόνυσος, ἀποιχομένης Ἀριάδνης”) εἰ δὴ οὗτος μεταξὺ τῶν προειρημένων κύκλων κείμενος καθ’ ἡμᾶς μεσουρανήσας γίνεται, δῆλον ὡς ἡμεῖς οἰκοῦμεν ἐν τῷ μεταξὺ τῶν προειρημένων κύκλων τόπῳ.
他也谈论我们这边的可居住区,另一片可居住区与之相应,并表明它位于恒显圈与夏至回归线之间,且不可能位于回归线之外;为此他提出的证据是,如果在夏至回归线之外有某些居住地,那些人的影子就不会总是朝向北方。因为每当太阳位于他们北方的区域时,从他们身上产生的影子必然落在南方,这是因为从被某物照亮之物所产生的影子,必然落在与照亮之物所在方向相对的那一侧。但在现实中,当人前行时,在影子转向南方区域之前、在太阳移至被照亮者之北前,这些地方就已经先因酷热而无法居住了。他又补充了“在影子消失之前”,是因为凡太阳处于其垂直上方的人,必然是没有影子的。而对于居住在夏至回归线之外的人而言,太阳也会处于垂直上方;那样的话,居住在那里的人的影子在当时就会消失。因此,如果他们既没有变成无影,也没有任何人的影子朝向南方,那么显然南方[回归线]之外的地区甚至不是可居住的;因为若其存在并有人居住,这些现象就会发生。不过据说埃塞俄比亚塞伊奈附近的居民,在夏至太阳处于正午〔位置〕时会变得无影;如果真是这样,他们应当是正好居住在夏至回归线上;因为如果他们居住在回归线之外,他们不仅会变得无影,而且他们的影子还会转向南方。但如果正如某些人所言,有些埃塞俄比亚人的影子有时会转向南方区域,那么这些人应当是居住在夏至回归线之外。然而,即便从谈论这些人并自以为反驳了亚里士多德所证明之点的人那里,也证实了这些地区是因灼热而不可居住的。因为他们说这些人大部分时间潜入水中,过着违背自然的生活,尽管他们要么直接住在回归线之下,要么仅有微小的偏差。因此,回归线之外的地区因灼热而不可居住,而在北极之下的地区则因严寒而不可居住;因为太阳绝不接近大地的这些部分,从而使其不可居住。正如在我们这边的可居住区是如此,在对居者的可居住区也必须被理解为同样如此。因为冬至回归线〔靠近我们〕这一侧的部分因灼热而不可居住,而靠近极点的部分则因严寒而不可居住。他又说,北冕座也是在我们这边的可居住区所在的这一区域运行,即在北极圈与夏至回归线之间;为此他提出的证明是,每当它处于子午圈时,即当它位于中天时,它就会出现在我们的头顶之上;因为穿过两极和我们的天顶所画出的圆就被称为子午圈。他通过这一点也可以表明我们这边的可居住区位于上述诸圈之间;因为如果天空中据说是属于阿里阿德涅、由狄奥尼索斯置于星宿之中的北冕座(阿拉托斯关于它正是这样说的:“那里也有那一顶王冠,辉煌的狄奥尼索斯将它放置,作为逝去的阿里阿德涅的标志”);如果位于上述诸圈之间的它在到达中天时来到我们上方,那么显然我们就是居住在上述诸圈之间的区域中。
- 2.16οὗ πίστιν φέρει τὸ εἰ ἦν ἐπέκεινα τοῦ θερινοῦ τροπικοῦ οἰκούμενά τινα, οὐκ ἂν ἦν ἐκείνων ἡ σκιὰ πρὸς ἄρκτον τετραμμένη ἀεί
οὗ 的先行词是前述主张(可居住区不可能位于回归线之外)。带有定冠词 τό 的整个条件句被名词化,充当动词 φέρει 的宾语。结论句 οὐκ ἂν ἦν ... τετραμμένη 表示与事实相反的假设状态。
- 2.16πρὶν ἢ τὴν σκιὰν μεταπεσεῖν εἰς τὰ μεσημβρινὰ μέρη, ἀντιπαρελθόντος εἰς τὰ βόρεια τῶν φωτιζομένων τοῦ ἡλίου
πρὶν ἤ 接不定式 μεταπεσεῖν(其逻辑主语为对格 τὴν σκιάν),意为“在影子转向……之前”。随后的 ἀντιπαρελθόντος ... τοῦ ἡλίου 是独立属格结构,表示太阳越至被照亮者之北的时间/条件(τῶν φωτιζομένων 依附于介词短语 εἰς τὰ βόρεια)。
- 2.16τὸ δὲ πρὶν ἢ ὑπολιπεῖν τὴν σκιὰν προσέθηκεν
亚里士多德原文中的短语 πρὶν ἢ ὑπολιπεῖν τὴν σκιάν 被定冠词 τό 名词化,作为动词 προσέθηκεν(“他补充道”)的直接宾语。
- 2.16εἰ δὴ οὗτος μεταξὺ τῶν προειρημένων κύκλων κείμενος καθ’ ἡμᾶς μεσουρανήσας γίνεται, δῆλον ὡς
在经历了较长的插入成分(关系从句及阿拉托斯的引文)之后,主论证的条件从句由 εἰ δὴ οὗτος 重新唤起(复述)。此处 γίνεται 与 καθ’ ἡμᾶς 连用(“来到我们上方”),不定过去分词 μεσουρανήσας 表示“当它到达中天时”。
