← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§102.1-103.8

两个鼓形可居住区域的几何学论证

关于亚里士多德在《气象学》(362a32)中通过图解将可居住区域论述为两个鼓形部分之处,亚历山大解释了因缺乏传闻确证而使用“能够居住”而非“已居住”的原因,并借助地心引出的圆锥切块的几何模型阐释了鼓形区域的划定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.16#1

" Δύο γὰρ ὄντων τμημάτων τῆς δυνατῆς οἰκεῖσθαι χώρας." Δείκνυσι καὶ διὰ καταγραφῆς τούς τε οἰκουμένους τῆς γῆς τόπους καὶ τὰ σχήματα αὐτῆς. τῆς δὲ δυνατῆς οἰκεῖσθαι χώρας εἶπεν, ἀλλὰ οὐχὶ οἰκουμένης, ὅτι οὔτε περὶ τῶν ἀντοίκων λεγομένων, οἵτινές εἰσιν οἱ ἐν τῇ πρὸς τῷ νοτίῳ πόλῳ οἰκουμένῃ λεγομένῃ, οἷόν τε διαβεβαιώσασθαι ὡς ὄντων ἐξ ἱστορίας τὴν πίστιν λαβόντας,1 ἀλλ’ ἔστι τοιαύτη στοχαζομένοις2 ἀπὸ τῆς διὰ τὸν ἥλιον καὶ τὴν τούτου ἴσην ἀπόστασιν τῶν ἐκεῖ τόπων τοῖς παρ’ ἡμῖν ὁμοίαν οὖσαν εὐκρασίαν· ἀλλ’ οὐδὲ περὶ τῶν κατὰ τὴν ἡμετέραν οἰκουμένην κύκλῳ περιοικούντων ἐξ ἱστορίας ἔστι τὴν πίστιν λαβεῖν, τῷ πολλὴν καὶ ἄπλωτον οὖσαν ἐν μέσῳ θάλασσαν κωλύειν3 τὰς περιόδους. λέγει δὲ τὴν μὲν καθ’ ἡμᾶς οἰκουμένην πρὸς τὸν ἄνω πόλον, τὴν δὲ ἑτέραν πρὸς μεσημβρίαν καὶ πρὸς τῷ ἑτέρῳ πόλῳ, οὐχ ὅτι ἡ μεσημβρία πρὸς ἐκείνῳ τῷ πόλῳ ἐστίν, ἀλλ’ ὅτι ὡς πρὸς ἡμᾶς πρὸς ἐκεῖνα τὰ μέρη ἐστί, καθ’ ἅπερ ἡμῖν ἐστιν ἡ μεσημβρία. λέγει δ’ ἑκατέραν οἰκουμένην ἔκτμημα τῆς σφαίρας εἶναι τῆς γῆς τυμπανοειδές· τοιαύτη γὰρ ἡ ἐπιφάνεια γίνεται ἡ ἀποτεμνομένη ὑπό τε τῶν δύο κύκλων, καθ’ ἡμᾶς μὲν τοῦ τε ἀεὶ φανεροῦ καὶ τοῦ θερινοῦ τροπικοῦ, κατ’ ἐκείνους δὲ τοῦ τε ἀεὶ ἡμῖν ἀφανοῦς καὶ τοῦ χειμερινοῦ τροπικοῦ καὶ τῶν ἐπιζευγνυμένων ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπ’ αὐτοὺς εὐθειῶν. τοῖς δὲ κύκλοις τοῖς ἐν τῇ ἀπλανεῖ σφαίρᾳ οὖσιν ἀνάλογον λαμβάνει κύκλους τινὰς ἐν τῇ γῇ, οὔσῃ καὶ αὐτῇ σφαιρικῇ, καὶ οὕτως δείκνυσι τὰ τμήματα τῆς γῆς τὰ οἰκεῖσθαι δυνάμενα ὄντα τυμπανοειδῆ. τοὺς δὲ κύκλους τοὺς περιέχοντας ἐν ἑκατέρᾳ οἰκουμένῃ τὴν οἰκουμένην γῆν καὶ τὰ τούτων τμήματα ὑπὸ τῶν ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπιζευγνυμένων ἐπ’ αὐτοὺς εὐθειῶν ἀπολαμβανόμενα, βάσεις λέγει τῶν κώνων τῶν γινομένων καθ’ ἑκατέραν οἰκουμένην ὑπό τε τῶν ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπιζευγνυμένων ἐπὶ τοὺς κύκλους εὐθειῶν, καὶ αὐτῶν τῶν περιφερειῶν. τὸ δὲ κέντρον4 τῆς γῆς καὶ τῶν κώνων κέντρον γίνεται. ἔστω γὰρ λόγου χάριν ἡ μὲν τῆς γῆς σφαῖρα ἡ ΑΒΓΔ, καὶ ἔστω βόρειος μὲν πόλος αὐτῆς ὁ Α, νότιος δὲ ὁ Γ, ἰσημερινὸς δὲ κύκλος ὁ ΒΔ, κύκλος δὲ ὁ μὲν ἀεὶ φανερὸς ἔστω ὢν πρὸς τῷ ἀρκτικῷ πόλῳ ὁ ΕΖ, ὁ δὲ θερινὸς τροπικὸς ὁ ΗΘ. πάλιν δὲ ὁ μὲν ἀεὶ ἀφανὴς ἡμῖν ὢν πρὸς τῷ νοτίῳ πόλῳ ὁ ΙΚ, ὁ δὲ χειμερινὸς τροπικὸς ὁ ΛΜ· κέντρον δὲ τῆς γῆς ἔστω τὸ Ν. ἂν δὴ ἀπὸ τοῦ Ν ἐπιζευχθῶσιν εὐθεῖαι ἐπί τε τὰ ΕΖ καὶ τὰ ΗΘ, καὶ πάλιν ἐπὶ τὰ ΙΚ καὶ ΛΜ, γίνεται τυμπανοειδῆ τῆς σφαίρας ἐκτμήματα, τό τε ὑπὸ τοῦ ΝΖΕ, καὶ ΝΘΗ κώνου ἐκτεμνόμενον καὶ τὸ ὑπὸ τοῦ ΝΙΚ, καὶ ΝΛΜ. καθ’ ἑκατέραν δὲ τὴν οἰκουμένην δύο κώνους εἶπεν, ἰδίᾳ ἑκάτερον κύκλον μετὰ τῶν ἀπὸ τοῦ κέντρου ἐπιζευγνυμένων ἐπ’ αὐτὸν εὐθειῶν κῶνον εἰπών. δείξας δὲ διὰ τῆς καταγραφῆς τὰ τυμπανοειδῆ ἐκτμήματα μετὰ ταῦτα λέγει ὅτι ταῦτα μόνα τῆς γῆς οἰκεῖσθαι δυνατόν.

“因为在能够居住的地域存在两个部分的情况下,”他也通过图解指出了大地已居住的地方及其形状。他说的是“能够居住的地域”,而不是“已居住的”,这是因为对于所谓的对居者——即那些在靠近南极的所谓可居住区的人——既不可能根据传闻获得确证来断言他们的存在,而只能由那些根据太阳及其相等的距离使得彼处地方具有类似于我们这边的适度调和来进行推测的人认定其为如此;并且关于在我们所处的居住区周围环居的人们,也无法从传闻获得确证,因为中间宽广且不可航行的海洋阻碍了环行。他说我们这边的可居住区朝向上方的极点,而另一片则朝向南方并靠近另一个极点,这并不是因为南方靠近那个极点,而是因为相对于我们而言,它是朝向我们的南方所在的那些区域。他还说,每个可居住区都是地球球体的一个鼓形截块;因为由两个圈——在我们的区域是由恒显圈和夏至回归线,而在他们的区域是由对我们恒隐的圈和冬至回归线——以及从地心引至它们的直线所截出的表面,正是这样的形状。他根据恒星天球中的圈,相应地在本身同样是球形的大地上选取了某些圈,并以此表明大地中能够居住的截块是鼓形的。他又把在每个可居住区中包围着已居住大地的圈,以及由从地心引向它们的直线所截出的各圈的部分,称为由从地心引向这些圈的直线与圆周本身在每个可居住区中所形成的圆锥的底面。而地心也成为这些圆锥的中心[顶点]。因为为了讨论起见,设大地的球体为ΑΒΓΔ,它的北极为Α,南极为Γ,赤道圈为ΒΔ;设靠近北极的恒显圈为ΕΖ,夏至回归线为ΗΘ。又设靠近南极且对我们恒隐的圈为ΙΚ,冬至回归线为ΛΜ;设地心为Ν。那么,如果从Ν向ΕΖ与ΗΘ、再向ΙΚ与ΛΜ引出直线,就会产生球体的鼓形截块,即由圆锥ΝΖΕ与ΝΘΗ所截出的部分,以及由ΝΙΚ与ΝΛΜ所截出的部分。他说每个可居住区有两个圆锥,是将每个圈连同从中心引向它的直线分别称为一个圆锥。在通过图解展示了鼓形截块之后,他接着说,大地只有这些部分是能够居住的。

语法注4 条
  1. 2.16λαβόντας

    由非人称表达 οἷόν τε [ἐστί] διαβεβαιώσασθαι 所管辖的宾格分词,用作不定式在逻辑上的主语,指涉泛指的人或“我们”。

  2. 2.16ἀλλ’ ἔστι τοιαύτη στοχαζομένοις

    τοιαύτη 的主语承前指“可居住区”(ἡ οἰκουμένη),ἔστι 作为系动词。与格 στοχαζομένοις 是表示判断主体的与格(“对推测者而言是……”)。

  3. 2.16τῷ πολλὴν καὶ ἄπλωτον οὖσαν ἐν μέσῳ θάλασσαν κωλύειν

    由中性单数与格定冠词与不定式构成的表示原因的结构(τῷ... κωλύειν,“由于……阻碍”),θάλασσαν 是不定式 κωλύειν 逻辑上的宾格主语。

  4. 2.16κέντρον

    在短语 τὸ δὲ κέντρον τῆς γῆς καὶ τῶν κώνων κέντρον γίνεται 中,第二个 κέντρον 指的是圆锥的顶点(vertex);在古代注疏与几何学中,自球心放射出的线之汇聚点有时被称为圆锥的“中心”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:102.1-103.8