← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§101.4-101.34

南风的源头与两半球可居住区的界限

亚历山大解释了亚里士多德提及夏至线和另一大熊座的原委(归因于太阳对蒸气的耗尽及极点的称谓),并阐明了由回归线与极圈所划分的南北两半球的可居住区与不可居住区的地理构造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15#2

οὐκέτι μέντοι πνέουσιν οἱ νότοι κατὰ τὰς θερινὰς τροπὰς γενομένου τοῦ ἡλίου, καίτοι ἐντεῦθεν πνέοντες πρὸς ἡμᾶς, ὅτι ὡς εἶπε προαναλίσκει τὰς ἀναθυμιάσεις τῶν τόπων τούτων ὁ ἥλιος, καθ’ ὧν φέρεται, πρὸ τοῦ ἀνενεχθῆναι. διὰ τοῦτο γὰρ καὶ ἀοίκητος πᾶς ὁ τόπος εἶναι δοκεῖ, ὑπὲρ ὃν ὁ ἥλιος φέρεται. διὰ τοῦτο μὲν οὖν εἶπε τὸν νότον ἀπὸ θερινῆς τροπῆς πνεῖν· τὸ δὲ ἀλλ’ οὐκ ἀπὸ τῆς ἑτέρας ἄρκτου ὡς ἴσον εἶπε τῷ ἀλλ’ οὐκ ἀπὸ τοῦ ἑτέρου πόλου, ἄρκτον ὀνομάσας καὶ τὸν καλούμενον νότιον πόλον, ἐπεὶ ὁ βόρειος οὕτω καλεῖται ἀπὸ τῶν ἄρκτων τῶν πλησίον αὐτοῦ κατηστερισμένων. ἑξῆς δὲ καὶ τίνες εἰσὶ τόποι οἱ οἰκούμενοι δείκνυσι, καὶ ὅτι ἡ μὲν καθ’ ἡμᾶς οἰκουμένη μεταξὺ τοῦ τε ἀεὶ φανεροῦ κύκλου, ὅς ἐστιν ἐγγὺς τοῦ βορείου πόλου (διὸ καὶ ἀρκτικὸς καλεῖται), καὶ τοῦ θερινοῦ τροπικοῦ, ἔξω οὖσα τῶν τόπων, οὓς ὁ ἥλιος ἔπεισι, καὶ κειμένη πρὸς τῷ τόπῳ μᾶλλον τῷ ἀρκτικῷ, τοσοῦτον ἀπέχουσα αὐτοῦ, ὅσον ἐστὶ τὸ διάστημα ἀπ’ αὐτοῦ τοῦ πόλου πρὸς τὸν ἀεὶ φανερὸν κύκλον. τοῦτο γὰρ τὸ μέρος ἀοίκητον διὰ ψῦχος, ὥσπερ καὶ τὸ ἐπέκεινα τοῦ θερινοῦ τροπικοῦ πάλιν διὰ τὸ κεκαῦσθαι. ἡ δέ γε τῶν ἀντοίκων πάλιν ἡ πρὸς τῷ ἑτέρῳ πόλῳ1 μεταξὺ πάλιν τοῦ τε ἀεὶ ἀφανοῦς ἡμῖν κύκλου τοῖς οἰκοῦσιν ἐνταῦθα, ὃς οὐ πόρρω ἐστὶ τοῦ νοτίου καλουμένου πόλου, ὃν καὶ κύκλον ἀνταρκτικὸν καλοῦσι, καὶ τοῦ χειμερινοῦ τροπικοῦ· ἣν εἰκὸς καὶ αὐτὴν οἰκεῖσθαι, τῷ τὴν αὐτὴν κρᾶσιν ἔχειν ὡς πρὸς τὴν ἀπό τε τοῦ ἡλίου καὶ τῶν ἄλλων ἄστρων σχέσιν πρὸς τὴν γῆν τῷ μέρει τῷ καθ’ ἡμᾶς οἰκουμένῳ. καὶ γὰρ ἐκεῖ τὰ μὲν μεταξὺ τοῦ τε πόλου καὶ τοῦ ἡμῖν ἀεὶ ἀφανοῦς κύκλου διὰ τὴν ἔγκλισιν τοῦ πόλου διὰ ψῦχος ἀοίκητα εἶναι.2 ὅσον γὰρ ὁ βόρειος πόλος ἐξῆρται πρὸς ἡμᾶς, τοσοῦτον ὁ νότιος ἐγκέκλιται· ὡς ἴσον ἀπολαμβάνεσθαι ἐνταῦθα ὑπό τε τοῦ ἀρκτικοῦ κύκλου καὶ τοῦ βορείου πόλου κἀκεῖ ὑπό τε τοῦ νοτίου καλουμένου πόλου καὶ τοῦ ἡμῖν ἀεὶ ἀφανοῦς κύκλου τοῦ ἀνταρκτικοῦ καλουμένου. καὶ ἴσον αὐτῶν ὁ ἥλιος ἀφεστὼς δι’ ὑπερβολὴν κρύους ἀοικήτους ποιεῖ τοὺς τόπους. τὸ δὲ μετὰ τὸν χειμερινὸν τροπικὸν διὰ καῦμα πάλιν ἀοίκητον κἀκεῖ· ὡς πᾶν τὸ μεταξὺ τῶν τροπικῶν ἀοίκητον εἶναι διὰ καῦμα, τοῦτο δ’ ἐστὶν ὃ ὁ ἥλιος ἔπεισι.

然而,当太阳到达夏至时,南风便不再吹拂了,尽管它们正是从那里朝我们吹来的,这是因为正如他所言,在这些地方的气升腾起来之前,太阳就预先消耗了它所经行的那些地方的气。因为正是由于这个缘故,太阳所经行的整个地方似乎也是不可居住的。因此,他才说南风是从夏至线吹来的;另一方面,“而不是从另一个大熊座吹来”这一言述,他是作为等同于“而不是从另一个极点吹来”而言的,他把所谓的南极也称作大熊座,因为北极是因靠近它的星宿大熊座而如此得名的。紧接着,他也指明了可居住的地方是哪些,以及我们这边的可居住区域是位于北极附近的恒显圈(因此它也被称为北极圈)与夏至回归线之间,它在太阳经行的地方之外,并且更偏向北极区域,它距离那个地方的间隔,正如从极点本身到恒显圈的间距一样大。因为这一部分由于寒冷而不可居住,正如夏至回归线之外的那部分又因被灼烤而不可居住一样。而另一方面,靠近另一个极点的对居者的[可居住区域],也是位于对居住在这里的我们而言恒隐的圈(它距离所谓的南极不远,人们也将该圈称为南极圈)与冬至回归线之间;这个区域本身也很可能是有人居住的,因为就太阳及其他星体对大地的关系而言,它与我们所居住的部分具有相同的适度调和。因为在彼处,极点与对我们恒隐的圈之间的区域,也因极点的倾斜而由于寒冷不可居住。因为北极向着我们隆起多少,南极就倾斜低下多少;以致在这一边由北极圈和北极所划出的[范围],与在彼处由所谓的南极和对我们恒隐的圈(即被称为南极圈者)所划出的[范围]是相等的。并且太阳与它们的距离相等,由于极度的严寒而使那些地方无法居住。再者,在彼处冬至回归线之外的区域也同样因酷热而不可居住;以致两回归线之间的整个区域都因酷热而无法居住,而这正是太阳所经行之处。

语法注2 条
  1. 2.15ἡ δέ γε τῶν ἀντοίκων πάλιν ἡ πρὸς τῷ ἑτέρῳ πόλῳ

    阴性定冠词 ἡ 省略了前文中的“可居住区”(ἡ οἰκουμένη)。整个句子的系动词 ἐστί 被省略,由后面的 μεταξὺ 介词短语充当表语。

  2. 2.15καὶ γὰρ ἐκεῖ τὰ μὲν μεταξὺ τοῦ τε πόλου καὶ τοῦ ἡμῖν ἀεὶ ἀφανοῦς κύκλου διὰ τὴν ἔγκλισιν τοῦ πόλου διὰ ψῦχος ἀοίκητα εἶναι

    不定词 εἶναι 在句法上作为间接引语从属于上文的支配动词,由前文的 δείκνυσι(“他指明”)或 εἰκός(“合乎情理”)所统辖。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:101.4-101.34