← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§8.20-10.11

对整个天界皆为火之说的反驳与论据

亚历山大阐释了亚里士多德对将整个天界视为火、将整个中间区域视为气、或将上方区域仅视为火与气二元素的观点的反驳论据,依据在于数学天文学所揭示的天体与天球的巨大体积、元素间的比例均等性,以及各部分转化比与整体之比的对应关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#2

χρῆται δὲ πρὸς τοῦτο μαρτυρίῳ καὶ ταῖς τῶν παλαιοτέρων δόξαις ὡς οὕτως ὑπολαμβανόντων περὶ αὐτοῦ καὶ διὰ τοῦτο αἰθέρα τὸν οὐρανὸν ἀλλ’ οὐ πῦρ ὀνομασάντων. καὶ Ἀναξαγόρου δὲ τὸ μὲν αἰθέρα ἐκεῖνο τὸ σῶμα ὀνομάζειν ἀποδέχεται· ὅτι δ’ αὐτὸ οὕτως ὀνομάζεσθαι ὑπελάμβανεν οὐ διὰ τὸ αἰεὶ θεῖν, τουτέστι συνεχῶς κινεῖσθαι, ἀλλ’ ἀπὸ τοῦ αἴθειν τε καὶ καίειν, ὡς πῦρ ὂν τὸν οὐρανόν, αἰτιᾶται. ἑξῆς δὲ πρὸς τοὺς πῦρ ἐκεῖνο τὸ σῶμα πᾶν λέγοντας εἶναι, καὶ μὴ μόνα τὰ ἐν αὐτῷ φερόμενα σώματα, τουτέστι τὰ ἄστρα, ἵσταται δεικνὺς ὅτι μὴ ἔστι πῦρ. ἀκολουθεῖ γὰρ τοῖς ἐκεῖνο πῦρ λέγουσι τὸ πᾶν τὸ μεταξὺ τῆς γῆς τε καὶ τοῦ ὕδατος καὶ τῆς σφαίρας τῆς σελήνης ἀέρα λέγειν, περὶ οὗ ἦν ἡ ζήτησις. ὅτι οὖν μὴ οὕτως ἔχει, δείκνυσιν· οὐχ ὡς συγχωρῶν δὲ τὰ ἄστρα ἐκ πυρὸς εἶναι τοῦτο εἶπεν οὕτως, ἀλλ’ ὡς τῶν λεγόντων περὶ ἐκείνου οὕτως λεγόντων· οἱ δὴ οὕτως λέγοντές τε καὶ ὑπολαμβάνοντες, φησί, θεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα1 διὰ τῶν μαθημάτων, ἐπαύσαντο ἂν τῆς παιδικῆς τε καὶ ἀνεπιστάτου δόξης. καὶ τὸ ἱκανῶς δὲ θεωρήσαντες εἶπεν ἀντιδιαστέλλων πρὸς τὸ καὶ μὴ παρέργως. ἢ οὐ τῷ θεωρήσαντες τὸ ἱκανῶς συνέταξεν, ἀλλὰ τῷ δεικνύμενα, ὡς ἱκανῶς δεικνυμένων ἐν τοῖς μαθήμασι. περὶ ὧν ἐπιφέρει· λίαν γάρ φησιν ἁπλῆς καὶ ἀνεξετάστου διανοίας εἶναι τὸ ὑπολαμβάνειν ἕκαστον τῶν ἄστρων μικρὸν εἶναι τὸν ὄγκον, ἐπειδὴ ἐντεῦθεν ἡμῖν θεωμένοις αὐτὰ τοιαῦτα φαίνεται. Εἰρῆσθαι μὲν οὖν περὶ τούτων φησὶ καὶ πρότερον ἐν τοῖς περὶ τὸν ἄνω τόπον θεωρήμασιν, οὕτως λέγων τὰ Περὶ οὐρανοῦ. ἐν γὰρ τῷ δευτέρῳ Περὶ οὐρανοῦ τὸν περὶ τούτων πεποίηται λόγον· οὐ μὴν ἀλλὰ καὶ νῦν πάλιν λέγει. εἰ γὰρ τά τε ἄστρα ταῦτα πυρὸς ἦν καὶ τὰ μεταξὺ τῶν ἄστρων διαστήματα, ὡς πᾶν τὸ σῶμα ἐκεῖνο πυρὸς εἶναι, πάλαι ἂν ἔφθαρτο τὰ ἄλλα σώματα, τοσοῦτον ὑπ’ ἐκείνου πλεονεκτούμενα. εἰπὼν δὲ περὶ τοῦ πυρὸς ἑξῆς καὶ περὶ τοῦ ἀέρος λέγει ὅτι μηδὲ ἀέρος εὔλογον εἶναι μόνου πλήρη τὸν μετὰ τὴν γῆν τε καὶ τὸ ὕδωρ τόπον πάντα συναριθμουμένου καὶ τοῦ μεταξὺ τῶν ἄστρων. αἰτία δὲ τοῦ μηδὲ ἀέρα μόνον εἶναι δύνασθαι τὸ ὑπερβάλλειν ἂν τὴν κατ’ ἀναλογίαν ἰσότητα, ἣν ἔχει πρὸς ἄλληλα τὰ στοιχεῖα, τὸν ἀέρα, εἰ τοσοῦτος ἦν.2 αἰτία μὲν γὰρ τοῦ σώζεσθαί τε καὶ συμμένειν ταῦτα καὶ μὴ φθείρεσθαι ὑπ’ ἀλλήλων ἡ τῶν δυνάμεων αὐτῶν ἰσότης· πολὺ δ’ ὑπερβάλλοι ἂν τὰ ἄλλα ὁ ἀήρ, εἰ τοσοῦτος εἴη. εἰπὼν δὲ ὅτι μήτε ἐκ πυρὸς εὔλογον εἶναι τὸ σῶμα πᾶν τὸ πέριξ κινούμενον, ἀλλὰ μηδὲ ἀέρος μόνου ἐκεῖνό τε καὶ τὸ μέχρι τοῦ ὕδατός τε καὶ τῆς γῆς, ἑξῆς προστίθησιν ὅτι μηδὲ ἐκ δύο στοιχείων εὔλογον εἶναι λέγειν πᾶν τὸ μετὰ τὴν γῆν τε καὶ τὸ ὕδωρ σῶμα, ὡς εἶναι πυρὸς μὲν τὰ κύκλῳ κινούμενα, ἀέρος δὲ τὰ μετ’ ἐκεῖνα. μεταξὺ δὲ γῆς καὶ οὐρανοῦ εἶπε τόπον τὸν μεταξὺ τῆς ἐξωτάτω περιφορᾶς· οὐρανὸν γὰρ ὠνόμασε νῦν τὴν ἀπλανῆ σφαῖραν, ἣν δηλονότι προσνέμοι ἂν τῷ πυρί. τοῦ δὲ μηδὲ δύο μόνα δύνασθαι σώματα εἶναι, πῦρ τε καὶ ἀέρα, μετὰ τὴν γῆν τε καὶ τὸ ὕδωρ, αἰτίαν πάλιν ἀπέδωκε τὸ μηδὲν ὡς εἰπεῖν μόριον εἶναι τὴν γῆν σὺν τῷ ὕδατι λαμβανομένην τοῦ περιέχοντος αὐτὰ μεγέθους. εἰ γὰρ ἓν ἄστρον τῶν πέριξ φερομένων πολλαπλάσιόν ἐστι τῆς γῆς, ἀπεριλήπτῳ ἂν ὑπεροχῇ τὸ σῶμα ἐκεῖνο τῆς γῆς ὑπερέχοι, ὑπερέχον δὲ τοσούτῳ ἔφθειρεν ἂν τἆλλα ταῖς ἐναντιώσεσι καὶ μετέβαλεν εἰς αὑτά, τὸ μὲν πῦρ τὸ ὕδωρ, ὁ δὲ ἀὴρ τὴν γῆν. ὅτι δὲ μὴ ἐν τοσαύτῃ ὑπεροχῇ οἷόν τε ἐκεῖνα τὰ σώματα τούτων εἶναι, ἔδειξεν ἀπὸ τῆς κατὰ μόρια αὐτῶν γινομένης εἰς ἄλληλα μεταβολῆς. εὔλογον γὰρ ὃν ἔχει λόγον τὸ ὀλίγον ὕδωρ πρὸς τὸν ἐξ αὐτοῦ γινόμενον ἀέρα, τοῦτον ἔχειν καὶ τὸ ὅλον ὕδωρ πρὸς τὸν ὅλον ἀέρα. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ ἀέρος καὶ πυρὸς καὶ τῶν ἄλλων ἁπάντων· τὴν γὰρ αὐτὴν ἐν τοῖς ὅλοις εὔλογον ὑπεροχὴν εἶναι, ἥτις ἐστὶ καὶ ἐν τῇ τῶν μορίων τῶν εἰς ἄλληλα μεταβαλλόντων μεταβολῇ. ἀλλὰ μὴν ὅταν ἐξ ὕδατος διακριθέντος τε καὶ λεπτυνθέντος ἀὴρ γένηται, ἢ πάλιν ἐξ ἀέρος πῦρ, οὐ τοσοῦτον ὑπερέχει τὸ γενόμενον ἐκ τῆς διακρίσεως τοῦ ἐξ οὗ μεταβάλλοντος ἐγένετο· οὐδὲ τὰ ὅλα ἄρα τῶν ὅλων τοσοῦτον ὑπερέχειν οἷόν τε. ἀνάγκη γάρ, ὡς εἶπε, τὸν αὐτὸν ἔχειν λόγον, ὃν ἔχει τὸ τοσόνδε καὶ μικρὸν ὕδωρ πρὸς τὸν ἐξ αὐτοῦ γινόμενον ἀέρα, καὶ τὸν πάντα πρὸς τὸ πᾶν ὕδωρ.

对此他也以较古老思想家们的意见作为证据,因为他们也是这样设想它的,并且因此把天命名为“以太”而不是“火”。他赞同阿那克萨哥拉将那个物体命名为以太;但他责难他认为它被如此命名不是由于“永远运行”——即连续地运动——而是源自“点燃”和“燃烧”,以为天是火。接着,他反对那些主张那个物体整个是火、而不仅仅是在其中运行的物体(即诸星体)是火的人,证明它不是火。因为对于那些主张那是火的人来说,必然得出大地、水与月亮天球之间的全部中间部分都是气这一结论,而这正是探寻的课题所在。因此他证明情况并非如此;他如此说并不是承认诸星体是由火构成的,而是按照关于它谈论的人们所谈论的那样说的。他说,那些如此谈论和设想的人,如果考察了如今通过数学所证明的诸事理,就会停止他们那幼稚而无知的臆想。他说“充分考察之后”,是为了与“并且不是附带地”相对比。或者他并没有把“充分”与“考察之后”连用,而是与“被证明的诸事理”连用,意为在数学中已被充分证明。关于这些问题他接着补充道:因为他说,仅因为从这里观察诸星体在我们看来是如此,便设想它们之中的每一个体积都很小,这完全属于极其简单和未经省察的心智。因此他说关于这些在先前的“关于上方位置的诸考察”中也已讲过,以这种说法指称《论天》。因为在《论天》第二卷中他作了关于这些问题的论述;尽管如此,他现在又再次重申。因为如果这些星体以及诸星体之间的间隔都是火,以至于那整个物体都是火,那么其它物体因被它如此大大地胜过,早就被毁灭了。在谈了关于火的问题之后,他接着也关于气指出:大地和水之后的整个位置在把诸星体之间的间隔也一并计入时,仅仅充满气也是不合情理的。不能够仅仅是气的原因在于:如果气是如此巨大,它就会超出诸元素彼此之间所具有的比例均等性。因为这些事物得以保全、共同留存而不被彼此毁灭的原因在于它们各力量的均等;但气若是如此巨大,就会远远超出其它元素。在说了周围运动的整个物体由火构成是不合情理的,并且那个物体以及直到水和大地的空间仅仅由气构成也是不合情理的之后,他接着补充道:主张大地和水之后的整个物体仅由两种元素构成也是不合情理的,即仿佛作圆周运动的是火,而随其后的是气。他所说的“大地与天之间的”位置,是指与最外层周转运动之间的位置;因为他现在将恒星天球命名为“天”,显然他会将它分配给火。至于在水与大地之后也不能仅有两种物体(火与气)的原因,他再次归结为:大地与水结合在一起看,相对于包围它们的大小而言,可以说是微不足道的一部分。因为如果在周围运行的诸星体中仅一颗星体就是大地的许多倍,那么那个物体就将以不可度量的优势超出大地,并且以如此之大的程度超出,它就会通过相反性质毁灭其它元素并将它们转化为自身,即火[转化]水,气[转化]大地。至于那些物体不可能以如此巨大的优势超出这些物体,他通过它们各部分之间发生的相互转化作了证明。因为少量水相对于由它生成的气所具有的比率,合乎情理地也是全部水相对于全部气所具有的比率。同样的论理也适用于气与火以及其它所有元素;因为在整体中所具有的优势,合乎情理地与在相互转化的诸部分的转化中所具有的优势是相同的。然而,当水被分离且稀薄化而生成气时,或者又从气生成火时,由分离而生成之物并没有如此大大地超出由之转化生成的前者;因此整体也不可能如此大大地超出整体。因为正如他所说,如此少量的水对于由它生成的气具有何种比率,全部的气对于全部的水也必然具有相同的比率。

语法注2 条
  1. 1.5καὶ τὸ ἱκανῶς δὲ θεωρήσαντες εἶπεν ἀντιδιαστέλλων πρὸς τὸ καὶ μὴ παρέργως. ἢ οὐ τῷ θεωρήσαντες τὸ ἱκανῶς συνέταξεν, ἀλλὰ τῷ δεικνύμενα

    注疏者在此明确提出了副词 ἱκανῶς(充分地)修饰关系的两种句法可能:(1) 修饰分词 θεωρήσαντες(考察之后),与“并非附带地”相对;(2) 亦即 ἤ(或者)之后提出的方案,将其与分词 δεικνύμενα(被证明的诸事理)连用,意为“[在数学中]被充分证明的诸事理”。

  2. 1.5αἰτία δὲ τοῦ μηδὲ ἀέρα μόνον εἶναι δύνασθαι τὸ ὑπερβάλλειν ἂν τὴν κατ’ ἀναλογίαν ἰσότητα, ἣν ἔχει πρὸς ἄλληλα τὰ στοιχεῖα, τὸν ἀέρα, εἰ τοσοῦτος ἦν

    本句的主语是带有表示反事实/潜能的 ἄν 的冠词附带不定式短语 τὸ ὑπερβάλλειν ἂν ... τὸν ἀέρα,表语则是 αἰτία δὲ τοῦ μηδὲ ἀέρα μόνον εἶναι δύνασθαι(不能仅仅是气的原因)。不定式 ὑπερβάλλειν 的逻辑主语是宾格 τὸν ἀέρα,宾语是 τὴν κατ' ἀναλογίαν ἰσότητα,末尾附带条件从句 εἰ τοσοῦτος ἦν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:8.20-10.11