← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§99.3-100.22

芳香的生成机制与增进健康及呼吸的双重目的

亚历山大解释了亚里士多德关于芳香经由温热生成的机理及其增进健康的功效,阐述了为何对本质上令人愉悦的气味的感知最主要地为人所特有,以及自然为何将呼吸同时用于冷却胸腔与嗅觉这双重目的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6#3

ὅλως μὲν γὰρ αὐτοῖς εὐωδία διὰ τὴν ὑπὸ τοῦ θερμοῦ πέψιν 〈τοῦ〉 ἐν αὐτοῖς ὑγροῦ. διὰ τοῦτο γοῦν τὰ ἐν τοῖς θερμοῖς τε καὶ ξηροῖς τόποις εὐωδέστερα, καὶ ἡ θερμή τε καὶ ξηρὰ γῆ, ὅταν πρῶτον ὕδωρ δέξηται, εὐώδης διὰ τὴν ἐνυπάρχουσαν αὐτῇ θερμότητα· λεπτοὶ γὰρ καὶ ξηροὶ οἱ ἀπ’ αὐτῆς χυμοὶ τότε. αἱ δὲ ἀηδεῖς καὶ μοχθηραὶ τῶν ὀσμῶν διὰ ψυχρότητα καὶ ἀπεψίαν γίνονται τοῦ ἐνυπάρχοντος ὑγροῦ τῶν ἀφ’ ὧν αἱ ὀσμαί. ὅτι δὲ ὑγιείας χάριν αἱ ἀπὸ τούτων ὀσμαὶ † δέχονται τοῖς ἀνθρώποις ὑπὸ τῆς φύσεως καὶ οὐδενὸς ἄλλου, ἔδειξε διὰ τοῦ τὰς μὲν ἐπὶ τοῖς χυμοῖς ἡδείας ὀσμάς,1 ἃς κατὰ συμβεβηκὸς εἶπε, πολλάκις νοσώδεις εἶναι (πληροῦσι γὰρ τὰς κεφαλὰς αἱ ποτῶν τέ τινων καὶ βρωμάτων ὀσμαί)· ἡ δὲ ἀπὸ τῶν τοιούτων ἡδεῖα ὀσμὴ ἀεὶ σχεδὸν καὶ ὁπωσοῦν ἔχουσιν ὑγιεινή τε καὶ ὠφέλιμος· καὶ γὰρ ἐν ταῖς λοιμώδεσιν ἡ ἀπὸ τούτων ὀσμὴ ὑγιεινοτέρους πεπίστευται φυλάσσειν. Εἰπὼν δὲ ἴδιον ἀνθρώπου τὸ τῶν ὀσμῶν τούτων ἀντιλαμβάνεσθαι, πῶς ἴδιον ἐδήλωσεν· οὐ γὰρ ὅτι μόνον, ἀλλ’ ὅτι μάλιστα, ἐπεὶ καὶ τῶν ἐναίμων τινά φησι τῆς τοιαύτης ὀσμῆς αἴσθησιν ἔχειν, ὡς τὰ τετράποδα καὶ ὅσα ἀναπνεῖ (ταῦτα γὰρ λέγοι ἂν μετέχειν μᾶλλον τῆς τοῦ ἀέρος φύσεως). ἀναφερομένων γὰρ τῶν ὀσμῶν διὰ τῆς ἀναπνοῆς πρὸς τὸν ἐγκέφαλον, διὰ τὴν ἀπ’ αὐτῶν θερμότητα καὶ κουφότητα ὑγιεινότερον διατίθεται ταῦτα τὰ μέρη. ἡ γὰρ εὐώδης ὀσμή, καθάπερ εἰρήκαμεν, θερμὴ τὴν φύσιν· καὶ γὰρ ἡ γένεσις αὐτῶν τοιαύτη. ὥσπερ δὲ ἐπ’ ἄλλων τινῶν ἡ φύσις τῷ αὐτῷ πρὸς πλείω χρῆται (τῇ γοῦν γλώττῃ καὶ ἐπὶ τῇ τῶν χυμῶν διακρίσει καὶ ἐπὶ τῇ τῆς φωνῆς τε καὶ τοῦ λόγου προφορᾷ ἐπὶ τῶν ἀνθρώπων φανερῶς φαίνεται χρωμένη), οὕτω φησὶ καὶ τῇ ἀναπνοῇ [ὅτι τῶν ἀναπνεόντων] πρὸς δύο αὐτὴν χρῆσθαι, ὡς μὲν ἔργῳ καὶ προηγουμένως † τε καὶ εἰς σωτηρίαν μάλιστα τῶν ἀναπνεόντων συντελοῦντι πρὸς τὴν ἔμψυξιν τὴν ἐν τῷ θώρακι, ἣ γίνεται ὑπὸ τοῦ ἀναπνεομένου ἀέρος, ὡς παρέργῳ δὲ καὶ δευτέρως ἐπὶ τὴν ὀσμήν· ἀναπνεόντων γὰρ ὥσπερ ἐν παρόδῳ τὸ πνεῦμα κινοῦν καὶ ἀνοῖγον τὰ δι’ ὧν ἡ ὀσμὴ γίνεται αἴτιον τῆς ὀσφρήσεως γίνεται. Μάλιστα δὲ ἴδιον τῶν ἀνθρώπων φησὶ τὸ τοιοῦτον εἶδος τε καὶ γένος τῶν ὀσμῶν εἶναι, καὶ μάλιστα τὸν ἄνθρωπον χαίρειν ταῖς ἀπὸ τῶν τοιούτων ὀσμαῖς διὰ τὸ πλεῖστόν τε τὸν ἄνθρωπον ἐγκέφαλον ἔχειν κατ’ ἀναλογίαν τῶν ἄλλων ζῴων καὶ διὰ τοῦτο ψυχρότερα ἔχειν τὰ περὶ αὐτὸν μέρη καὶ μάλιστα δεόμενα τῆς θύραθεν ἐπικουρίας. τοῖς δ’ ἄλλοις φησὶ τῶν ζῴων ὅσα ἀναπνεῖ μὲν τῷ πνεύμονα ἔχειν καὶ δεῖται τῆς διὰ τοῦ ἀέρος τοῦ ἀναπνεομένου ἐμψύξεως καὶ ἀναπνέοντα ὀσφρᾶται, οὐκ αἰσθάνονται δὲ [τῶν δὲ] ἄλλων τινῶν ὀσμῶν ἢ τῶν ἀπὸ τῶν τροφίμων χυμῶν, καὶ τούτοις, ἐπεὶ ὅλως ἀναπνεῖν αὐτοῖς, τὴν αἴσθησιν τῆς ὀσμῆς ἡ φύσις ἀπέδωκεν,2 ὅπως μὴ δύο αἰσθητήρια ποιῇ, ἓν μὲν δι’ οὗ ἡ ἀναπνοή, ἕτερον δὲ δι’ οὗ ἡ ὀσμή· αἰσθητήριον εἰπὼν καὶ τὸ ἀναπνευστικόν. ὡς γὰρ τοῖς ἀνθρώποις διὰ τῆς ἀναπνοῆς τὸ διττὸν εἶδος τῶν ὀσμῶν αἰσθητόν, οὕτως ἐκείνοις τὸ ἕτερον, τὸ ἀπὸ τοῦ τροφίμου χυμοῦ, οὗ καὶ μόνου εἴδους ἡ ὀσμὴ αἰσθάνεται. Τὰ δὲ μὴ ἀναπνέοντα τῶν ζῴων ὅτι μὲν ὀσφρᾶται, δῆλον (ἔρχεται γὰρ ἐπὶ τὴν τροφὴν πόρρω οὖσαν καὶ τὸ τῶν ἰχθύων γένος καὶ τὰ ἔντομα)· δι’ οὗ δέ, οὐ δῆλον.

因为总的来说,它们之所以具有芳香,是由于热对其内部的水分进行了消化熟制。正因如此,处于炎热干燥之地的物产更加芬芳,而干热的泥土在初次吸纳水分时,由于其内在的热也是芬芳的;因为那时来自泥土的汁液是稀薄而干燥的。相反,令人不快且恶劣的气味,则是由于产生气味的事物中内在水分的寒冷和未消化所致。至于来自这些事物的气味是自然为了健康、而非为了其他任何目的赋予人类的,他是通过以下事实表明的:伴随滋味的快感气味(即他所说的偶适气味)往往是有害健康的(因为某些饮品和食物的气味会使头部胀满);而来自此类事物的快感气味,则几乎总是、且无论人们处于何种身体状态下都是健康有益的(事实上,在瘟疫流行期间,来自这些事物的气味被坚信能够保持人们更健康)。 在指出感知这些气味为人所特有之后,他又阐明了在何种意义上是特有的:并非因为唯独属于人,而是因为最主要地属于人,因为他说有血动物中的某些动物也具有对此类气味的感知,例如四足动物以及所有呼吸的动物(因为他大概是说它们更多地分有了空气的本性)。因为当气味通过呼吸被引向大脑时,由于来自它们的热和轻盈,这些部位便被置于更健康的状态。因为正如我们所说,芬芳的气味在本质上是温热的;它们生成的过程也是如此。正如在其他某些情况下自然将同一器官用于多种用途(至少显而易见的是,在人类身上自然使用舌头既用于辨别滋味,又用于发出声音和话语),他说自然对于呼吸同样用于两重目的:一方面作为首要本职的工作,且最主要地是为了呼吸者的存活而用于胸腔内的冷却(这是由吸入的空气所产生的);另一方面则作为副业和次要用途用于嗅觉;因为在呼吸时,气息仿佛顺带地运动并打开产生气味的通道,从而成为嗅觉的原因。 他说,此类种和类的气味最主要地为人所特有,且人最喜爱来自此类事物的气味,是因为相对于其他动物在比例上人拥有最多的大脑,并因此大脑周围的部位较冷,最需要来自外部的救助。他说,至于其他那些因拥有肺而呼吸、需要吸入空气来进行冷却且在呼吸时嗅取气味的动物,它们除了来自营养性滋味的气味之外不感知任何其他气味,既然呼吸总归属于它们,自然便将嗅觉赋予了它们,以免自然制造两个感觉器官,一个用于呼吸,另一个用于嗅觉(他甚至将呼吸器官也称为感觉器官)。因为正如对于人类而言,双重种类的气味通过呼吸而得以被感知,同样对于那些动物而言,另一类即来自营养性滋味的气味(它们的嗅觉唯独感知这一种气味)得以被感知。至于不呼吸的动物,它们具有嗅觉是显然的(因为鱼类和昆虫都会走向远处的食物);但它们通过什么来嗅取,则尚不清楚。

语法注2 条
  1. 2.6ὅτι δὲ ὑγιείας χάριν αἱ ἀπὸ τούτων ὀσμαὶ † δέχονται τοῖς ἀνθρώποις ὑπὸ τῆς φύσεως καὶ οὐδενὸς ἄλλου, ἔδειξε διὰ τοῦ τὰς μὲν ἐπὶ τοῖς χυμοῖς ἡδείας ὀσμάς

    前置的 ὅτι 引导的名词性从句作为主要动词 ἔδειξε 的宾语,说明所论证的事实;随后的 διὰ τοῦ 加上不定式结构(τὰς μὲν... νοσώδεις εἶναι,后半转为省略系动词 ἐστι 的主格独立分句 ἡ δὲ... ὑγιεινή)则给出了论证的依据。文本存疑的 † δέχονται 在句中按被动或授受意义理解为自然赋予人类。

  2. 2.6τοῖς δ’ ἄλλοις φησὶ τῶν ζῴων ὅσα ἀναπνεῖ μὲν... καὶ τούτοις, ἐπεὶ ὅλως ἀναπνεῖν αὐτοῖς, τὴν αἴσθησιν τῆς ὀσμῆς ἡ φύσις ἀπέδωκεν

    句首的与格 τοῖς δ’ ἄλλοις τῶν ζῴων 因较长的关系从句(ὅσα ἀναπνεῖ μὲν... οὐκ αἰσθάνονται δὲ...)插进而与主句动词大幅隔开,因此在从属从句前以复指与格 καὶ τούτοις 予以重新呼应,充当主句动词 ἀπέδωκεν 的间接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:99.3-100.22