- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:100.23-102.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《论感觉》444b5–15中关于呼吸动物具有足以嗅味的呼吸机制,并解释了不呼吸动物并非依靠第六种感觉、而是凭借无覆盖的嗅觉器官感知气味的疑难与解答。
" Ἀπόχρη γάρ, ἐπείπερ καὶ ὣς ἀναπνέουσιν." Ἐπεὶ καὶ τὰ τοῦ ἑτέρου τῶν ὀσμῶν εἴδους αἰσθανόμενα ἀναπνεῖ, ἤρκει αὐτοῖς ἡ ἀναπνοὴ καὶ πρὸς τὴν τῶν ὀσφραντῶν, ὧν ὀσφρᾶται, ἀντίληψιν. τὸ δὲ εἰς τὸ καὶ ὅλως, ὥσπερ τοῖς ἀνθρώποις ἀμφοτέρων τῶν ὀσφραντῶν, τούτοις μόνον τῶν ἑτέρων ὑπάρχουσα ἡ αἴσθησις ἀπὸ κοινοῦ εἴρηται τοῦ ἀπόχρη.1 καὶ φέρεται ἔν τισιν ἀντιγράφοις ἡ γραφὴ χωρὶς τοῦ καὶ ὅλως, καὶ ἔστιν οὕτως ἔχουσα καταλληλοτέρα καὶ φανερώτερον ἔχουσα ἡ γραφή.
“因为这就足够了,既然它们无论如何都是要呼吸的。” 既然感知另一类气味的动物也呼吸,那么呼吸对于它们感知自己所嗅到的可嗅物而言也就足够了。关于如同人类具有对两类可嗅物的感知,而这些动物仅具有对另一类的感知这一点,“总括而言”这一短语是与“这就足够了”共同连用的。在某些抄本中,该处异文不带“总括而言”,若作如此处理,文义更加吻合,也更加明朗。
"Διὸ κἂν ἀπορήσειέ τις, τίνι αἰσθάνονται τῆς ὀσμῆς." Δείξας ὅτι καὶ τῶν μὴ ἀναπνεόντων ζῴων τινὰ τῆς ἐπὶ τῇ τροφῇ ὀσμῆς αἰσθάνεται (πόρρωθεν γὰρ ἐπ’ αὐτὴν ἔρχεται ὕποσμα γενόμενα), ἀπορεῖ, μήποτε ἄρα ἄλλην τινὰ αἴσθησιν παρὰ τὴν ὄσφρησιν ἔχει. ἡ γὰρ ὄσφρησις ἀναπνεόντων γίνεται, οὐκ ἀναπνεῖ δὲ ταῦτα. δόξαι ἂν 〈οὖν〉 μηδ’ ἔχειν τὴν ὄσφρησιν ταύτην, ἀλλά τιν’ ἄλλην παρὰ τὰς πέντε αἰσθήσεις, ᾗ αἰσθάνεται ἐκεῖνα τῶν ὀσφραντῶν. ὁ ἀπορήσας ἐπιφέρει ἀδύνατον λέγων εἶναι τὸ ἄλλην τινὰ αἴσθησιν ἔχειν αὐτὰ παρὰ τὰς πέντε, καὶ προστίθησι τὴν αἰτίαν τούτου· τοῦ γὰρ ὀσφραντοῦ ἡ αἴσθησις ὄσφρησίς ἐστι, καὶ οὐκ ἄλλη τις. ὥστε καὶ ταῦτα τούτων αἰσθάνεται † ὀσφρῆσαν αὐτῶν. αἰσθάνοιτο δ’ ἂν ἡ ὄσφρησις 〈οὐ〉 τὸν αὐτὸν τρόπον πᾶσιν, ἀλλὰ τοῖς μὲν ἀναπνέουσι διὰ τοῦ ἀναπνεομένου ἀέρος ἀφαιροῦντος τὸ τῷ ὀσφραντικῷ πόρῳ ἐπικείμενον ὥσπερ πῶμα καὶ ἢ ἀποκαλύπτοντος αὐτὰ ἢ ἐπεγείροντός τε καὶ ἀνευρύνοντος· διὸ μηδὲ δύνασθαι τὰ ἀναπνευστικὰ τῶν ζῴων ἄλλως ὀσμῶν ἀντιλαμβάνεσθαι, εἰ μὴ ἀναπνέοι. Οὐ γὰρ ὅπου φέρεται τὸ ἀναπνεόμενον πνεῦμα, ἐκεῖ καὶ αἱ ὀσμαί, ἀλλ’ ἐν τῇ παρόδῳ τὸ πνεῦμα τὸ ἀναπνεόμενον τὸ μόριον τοῦτο ἐπιτήδειον πρὸς τὴν οἰκείαν ἐνέργειαν ποιεῖ. ὅτι γὰρ μὴ ἐκεῖ, ὅπου φέρεται τὸ ἀναπνεόμενον πνεῦμα, αἱ ὀσφρήσεις, δῆλον ἐκ τοῦ ἀναπνεῖν ἡμᾶς καὶ τῷ στόματι, φέρεσθαι δὲ καὶ τοῦτο τὸ ἀναπνεόμενον διὰ τοῦ στόματος ὅπου καὶ τὸ διὰ τῶν ῥινῶν, μηδένα δὲ τῷ στόματι ἀναπνέοντα ὀσφραίνεσθαι,2 ὡς τῆς διὰ τῶν ῥινῶν ἀναπνοῆς παρ’ ἐκείνους τοὺς πόρους τοὺς ὀσφραντικοὺς γινομένης. τὰ μὲν οὖν ἀναπνέοντα ἐπικεκαλυμμένον ἔχοντα τὸ μόριον τοῦτο δεῖται τοῦ ἀποκαλύψοντος αὐτό, ὃ ποιεῖ τὸ διὰ τῶν ῥινῶν ἀναπνεόμενον πνεῦμα ἐν τοῖς τῶν ζῴων ἀναπνευστικοῖς· τῶν δὲ μὴ ἀναπνεόντων ἀσκέπαστον ἂν εἴη τοῦτο καὶ ἀνεῳγμένον καὶ οὐ δεόμενον τοῦ ἀνοίξοντος αὐτὸ πνεύματος. οὐδὲν γὰρ ἄτοπον τοιαύτην διαφορὰν ἔχειν τὰ ζῷα τὰ ὀσφραινόμενα περὶ τὸ ὄργανον τῆς ὀσφρήσεως, ὁποίαν ἔχοντα † ὁρᾶται. καὶ γὰρ τούτων καὶ περὶ τὴν ὄψιν τὰ μὲν ἔχει βλέφαρα, ὧν μὴ ἀποκαλυφθέντων οὐχ οἷόν τέ ἐστιν ὁρᾶν, τὰ δὲ οὐκ ἔχει οὐδὲν ἐπικάλυμμα, ὥσπερ τὰ σκληρόφθαλμα· διὸ οὐδὲ δεῖταί τινος τοῦ ἀποκαλύψοντος αὐτά, ἀλλ’ ἄνευ ταύτης τῆς βοηθείας ὁρᾶται τὰ ὁρατὰ αὐτοῖς.
“因此有人可能会提出疑难:它们究竟凭靠什么感知气味。” 在表明不呼吸的动物中也有某些能感知伴随食物的气味(因为它们闻到气味后便从远处走向食物)之后,他提出了疑难:它们是否可能具有嗅觉之外的某种其他感觉。因为嗅觉是在呼吸者身上产生的,而这些动物并不呼吸。由此看来,它们似乎根本不具有这种嗅觉,而是具有五种感觉之外的某种其他感觉,它们藉此感知可嗅物。在提出疑难之后,他随即指出它们拥有五种感觉之外的某种感觉是不可能的,并补充了这一论断的原因:因为针对可嗅物的感觉就是嗅觉,而非任何其他感觉。因此,这些动物也是通过嗅闻它们来感知这些可嗅物。然而,嗅觉并非在所有动物中都以相同的方式进行感知,而是在呼吸的动物中,通过吸入的空气去除覆盖在嗅觉通道上如盖子般的事物,或将通道裸露出来,或将其激发并扩展开来;正因如此,具呼吸器官的动物若非呼吸,就绝不可能以其他方式领会气味。 因为并非吸入的气息运送至何处,气味就在何处,而是吸入的气息在经过途中使这一器官适于进行其本己的现实活动。因为嗅觉并非发生在吸入气息所到达的地方,这由以下事实即可明了:我们也用口呼吸,且经由口吸入的气息与经由鼻孔吸入的气息运送至同一处,但没有人在用口呼吸时能嗅出气味,这是由于经由鼻孔的呼吸恰好发生在那些嗅觉通道的近旁。因此,呼吸的动物因这一器官被覆盖而需要有物将其揭开,而在呼吸动物中,经鼻吸入的气息正起到了这一作用;相反,对于不呼吸的动物而言,这一器官应当是无覆盖且敞开的,并不需要气息将其开启。因为嗅取气味的动物在嗅觉器官上具有如此差异,绝非荒谬之事,正如所见到的它们所具有的差异那样。事实上,即使在这些动物的视觉器官上,某些动物拥有眼睑,若不揭开眼睑便不可能看见,而另一些动物则没有任何覆盖物,如硬眼动物;因此它们根本不需要任何揭开它们的事物,无需这种协助,可见之物便能为它们所看见。
- 2.7ἀπὸ κοινοῦ εἴρηται τοῦ ἀπόχρη
在句法上,ἀπὸ κοινοῦ(共同地)与属格短语 τοῦ ἀπόχρη(引语“足够”)搭配,并针对前置词短语 εἰς τὸ καὶ ὅλως... 作出谓述性说明。注解者以此指出,亚里士多德原文中的短语 καὶ ὅλως 应当与谓语动词 ἀπόχρη 共同构合来理解。
- 2.8δῆλον ἐκ τοῦ ἀναπνεῖν ἡμᾶς καὶ τῷ στόματι, φέρεσθαι δὲ καὶ τοῦτο τὸ ἀναπνεόμενον διὰ τοῦ στόματος ὅπου καὶ τὸ διὰ τῶν ῥινῶν, μηδένα δὲ τῷ στόματι ἀναπνέοντα ὀσφραίνεσθαι
在受介词 ἐκ 支配的冠词不定式结构(ἐκ τοῦ...)之下,平行统辖了三个带宾格的不定式从句(ἀναπνεῖν ἡμᾶς..., φέρεσθαι δὲ..., 以及 μηδένα δὲ... ὀσφραίνεσθαι,由 δέ... δέ 连接)。前两句提出观察到的事实前提,第三个否定从句则构成了决定性的论据。
