← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§97.10-99.3

人类特有的气味及其温脑的生理功能

亚历山大阐明,花朵与香油等为人所特有的气味独立于滋味,自身构成了令人愉悦与痛苦的种;并进一步论述了其生理原因,即此类气味能够温热人过度寒冷的脑部以维持健康。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6#2

τοῦτο δὴ τὸ ὀσφραντὸν οὐκέτι κοινὸν τοῖς ζῴοις φησὶν ἅπασιν εἶναι, ὡς τὸ ἀπὸ τῶν τροφίμων χυμῶν, ἀλλ’ ἴδιον ἀνθρώπου. Ἐκείνων μὲν οὖν τῶν ὀσμῶν διὰ τὸ κατὰ συμβεβηκὸς ἔχειν τὸ ἡδὺ διῃρῆσθαί φησι τὰ εἴδη κατὰ τοὺς χυμούς, τῆς δὲ τοιαύτης ὀσμῆς οὐκέτι κατὰ τὴν ἐπὶ τοὺς χυμοὺς ἀναφορὰν τὰ εἴδη διῃρῆσθαι (οὐ γὰρ κατὰ συμβεβηκὸς ἐν αὐταῖς τὸ ἡδύ τε καὶ τὸ λυπηρόν), ἤτοι λέγων ἐκείνης μὲν τῆς ὀσμῆς εἴδη εἶναι, ὅτι1 καὶ τῶν χυμῶν τῶν ἐφ’ οἷς γίνονται, οἷς καὶ συνδιαιροῦνται, τῆς δὲ καθ’ αὑτὴν ἡδείας ὀσμῆς οὐκέτι εἴδη εἶναι, ὅτι μὴ ἔχουσιν οἷς συνδιαιροῦνται (προεῖπε γὰρ διοριστέον πῶς ἔστιν εἴδη τῶν ὀσμῶν καὶ πῶς οὐκ ἔστιν), ἢ μᾶλλον ὅτι ἐκείνης μὲν οὐκ ἔστιν εἴδη καθ’ αὑτά, ἀλλὰ κατὰ συμβεβηκός (καὶ γὰρ τὸ ἡδὺ ὅλως καὶ τὸ λυπηρόν, αἱ πρῶται καὶ μέγισται διαφοραί, κατὰ συμβεβηκός εἰσιν ἐν αὐτῇ, ἀλλ’ οὐ καθ’ αὑτά), ταύτης δὲ καθ’ αὑτὴν ἐχούσης τό τε ἡδὺ καὶ τὸ λυπηρὸν εἴη ἄν, καὶ ἡ καθ’ αὑτά, πρῶτα μὲν ταῦτα, τὸ ἡδύ τε καὶ τὸ λυπηρόν (κατὰ γὰρ τὴν ἰδίαν φύσιν αὐταῖς ταῦτα ὑπάρχει), ἔπειτα τὰ ἄλλα ἐστίν, αἵτινες ἐν τῷ ἡδεῖ τε καὶ λυπηρῷ διαφοραί· εἰσὶ δὲ πολλαί, εἰ καὶ μή εἰσιν ὠνομασμέναι καθ’ αὑτάς. κατὰ γὰρ τὰς τῶν ἀνθῶν διαφορὰς πολλαὶ τῶν ὀσμῶν διαφοραὶ καὶ τὰς ἀπὸ τῶν μύρων τῶν τε αὐτοφυῶν καὶ τῶν σκευαστῶν. εἴδη οὖν λέγει τοῦ ὀσφραντοῦ δύο εἶναι, τό τε κατὰ τοὺς χυμοὺς τεταγμένον, ὃ καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν τῇ πρὸς τούτους ἀκολουθίᾳ ἔχει (διὸ καὶ κατὰ συμβεβηκός· οὐ γάρ, καθὸ ὀσμαί, τὸ ἡδύ, ἀλλὰ καθὸ τοιούτων χυμῶν μηνυτικαί, ὃ μόνον τινὲς ἡγούμενοι εἶναι ἐν ταῖς ὀσμαῖς εἶδος τὸ τὴν ἀκολουθίαν ἔχον τὴν πρὸς τοὺς χυμοὺς οὐκ ἔλεγον εἶναι πλείονα εἴδη τοῦ ὀσφραντοῦ)· τὸ δέ τι εἶδός ἐστι τῶν ὀσφραντῶν τὸ ἐν ᾧ καθόλου τὸ ἡδὺ καὶ τὸ λυπηρόν [τῶν ὀσμῶν] ἐστιν, οὐ κατὰ συμβεβηκὸς οὐδὲ κατὰ τὴν ἐπὶ τοὺς χυμοὺς ἀναφοράν. ὥστε δύο εἴδη ὀσμῆς, ἀλλ’ οὐχ, ὡς ᾤοντό τινες, ἓν μόνον. Εἰπὼν δὲ τὰς ἀπὸ τῶν τοιούτων ὀσμὰς ἀνθρώπου ἰδίας εἶναι, ἑξῆς καὶ τὴν αἰτίαν τούτου προστίθησι· τῷ γὰρ ψυχρὸν εἶναι τὸν ἐγκέφαλον, ὃν πλεῖστον κατὰ ἀναλογίαν παρὰ τὰ ἄλλα ζῷα ἔχειν τὸν ἄνθρωπον, καὶ διὰ τοῦτο ψυχρότερα τὰ περὶ τὸν ἐγκέφαλον ἔχειν μέρη.2 καὶ γὰρ τὸ περὶ αὐτὸν αἷμα ἐν στενοῖς ὂν φλεβίοις λεπτὸν μὲν καὶ καθαρόν ἐστιν, ἵνα ὦμεν εὐαίσθητοι, εὔψυκτον δὲ διά τε λεπτότητα καὶ ὀλιγότητα· διὸ δεῖσθαι ἔξωθέν τινος ἐπικουρίας πρὸς τὴν τῶν μερῶν τούτων ψυχρότητα. διὰ τοῦτο γὰρ γίνεσθαι καὶ τὰ ῥεύματα ἀπὸ τῆς κεφαλῆς τοῖς ἀνθρώποις, τῆς ἀναφερομένης ἐπὶ ταῦτα τὰ μέρη ἀναθυμιάσεως ψυχομένης τε καὶ συνισταμένης καὶ ἐπιρρεούσης τοῖς ἐντός. τὴν δὴ φύσιν πρὸς τὴν τῆς ὑγείας βοήθησιν τὸ τοιοῦτον εἶδος τῆς ὀσμῆς ἐπιμηχανήσασθαι θερμότητος χάριν τῶν αὐτόθι μερῶν. οὐδὲν γὰρ ἄλλο ἔργον τῆς τοιαύτης ὀσμῆς ἢ τὸ θερμαίνειν τε καὶ διαχεῖν τοὺς περὶ τὸν ἐγκέφαλον ψυχροτέρους ὄντας τόπους καὶ εἰς τὸ σύμμετρον ἄγειν· αἱ γὰρ τοιαῦται ὀσμαὶ τῇ αὑτῶν φύσει εὐώδεις τε καὶ ἡδεῖαι· ξηραὶ γὰρ καὶ διακεκριμέναι μαλακῷ καὶ ἡδεῖ τῷ θερμῷ, καὶ ὅσῳ ἂν μᾶλλον ὦσι κατειργασμέναι τῷ θερμῷ, τοσούτῳ εὐωδέστεραι.

他说,这种嗅觉对象不再像来自营养性滋味的嗅觉对象那样为所有动物共有,而是为人所特有的。因此,关于那些气味,由于它们是偶适地具有令人愉悦的性质,他说其各个种是根据诸滋味来区分的;但对于这类气味,其各个种则不再根据对滋味的指涉来区分(因为在它们之中,令人愉悦和令人痛苦的性质并非偶适的)——这或者是指他说前者那种气味有种,是因为产生它们的那些滋味有种,气味也随之一同被划分,而自身令人愉悦的气味不再有种,是因为它们没有可随之一同划分的对象(因为他此前说过,必须辨明气味的种在何种意义上存在、在何种意义上不存在);或者更是指前者在自身上并没有种,而是偶适地有种(因为令人愉悦和令人痛苦的大体性质,即最初和最大的差异,在其中是偶适的而非由于自身),而由于后者在自身上具有令人愉悦和令人痛苦的性质,就会存在自身上的[划分或种]:首先是这些,即令人愉悦和令人痛苦的性质(因为这些是根据它们固有的本性而属于它们的),其次是其他差异,即在令人愉悦和令人痛苦之内的各种差异;而且即便它们并未在自身上被命名,它们也是很多的。因为根据花朵的差异,存在着气味的许多差异,根据来自天然与人工配制香油的差异也是如此。因此他说嗅觉对象有两个种:一个是按照诸滋味排列的种,它由于伴随诸滋味而具有令人愉悦和令人痛苦的性质(因此也是偶适的;因为令人愉悦并非在于其作为气味,而是在于其指示着此类滋味——有些人认为气味中唯有伴随滋味的这一个种,因而说嗅觉对象没有更多的种);而嗅觉对象的另一个种,则是气味的令人愉悦和令人痛苦普遍[本质地]存在于其中、既非偶适亦非根据对滋味的指涉的种。因此气味有两个种,而不是如某些人所认为的那样只有一个。 在说明了来自此类事物的气味为人所特有之后,他接着也补充了其原因:这是由于大脑是寒冷的,而在与其他动物的比例上人拥有最多的大脑,且因此人脑周围的部分也较冷。因为脑周围的血液处于狭细的小静脉中,虽然稀薄而纯净以便使我们感知敏锐,但由于稀薄和量少而极易变冷;因此对于这些部分的寒冷,需要来自外部的某种救助。正因如此,人也会发生来自头部的流注[黏膜炎],因为上升到这些部位的蒸气变冷、凝结并流注于体内各部位。于是自然为了助益健康,为了使该处的各部位温暖,便设计出了这样一种气味。因为此类气味别无其他功用,唯在于温热并散解脑周围较冷的部位,并使其恢复到适度状态;因为此类气味依其本性是芬芳且令人愉悦的;因为它们是干燥的,并被柔和而宜人的温热所分离精制,且经温热加工得越充分,便越发芬芳。

语法注2 条
  1. 2.6ἤτοι λέγων ... ἢ μᾶλλον ὅτι

    注疏者借此句式并列了关于亚里士多德“气味的种在何种意义上存在与不存在”这一论述的两种解释可能。前半部分以分词 λέγων 为核心统领两相对比的分句(ἐκείνης μὲν ... τῆς δὲ ...);后半部分则转用连词 ἢ μᾶλλον ὅτι(“或者更是指……”)引出注疏者所赞同的解释。后半句中的 εἴη ἄν, καὶ ἡ καθ’ αὑτά 属于省略表达,需补充 διαίρεσις 或 εἴδη。

  2. 2.6τῷ γὰρ ψυχρὸν εἶναι τὸν ἐγκέφαλον ... καὶ διὰ τοῦτο ψυχρότερα τὰ περὶ τὸν ἐγκέφαλον ἔχειν μέρη

    这是由带冠词的不定式与格 τῷ ... εἶναι 构成的表原因的句式,用以具体说明前文的 αἰτίαν(“原因”)。后面的不定式 ἔχειν 通过连词 καί 与其并列,同受 τῷ 管辖。随后的间接引语中接连使用不定式(δεῖσθαι, γίνεσθαι, ἐπιμηχανήσασθαι)来转述亚里士多德的生理学论证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:97.10-99.3