← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§95.15-97.10

气味的两个种及其区分

亚历山大解释了亚里士多德对嗅觉对象自身无“种”之前说的驳斥,以及亚里士多德将气味划分为两个种的论证:其一伴随营养性滋味且快乐是偶适的(所有动物共有),其二独立于食物且自身即是令人愉悦的(如花香)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6#1

" Εἴδη δὲ τοῦ ὀσφραντοῦ δύο ἐστίν· οὐ γὰρ ὥσπερ φασί τινες, οὐκ ἔστιν εἴδη τοῦ ὀσφραντοῦ." Ἦσάν τινες οἱ λέγοντες μὴ εἶναι εἴδη τοῦ ὀσφραντοῦ καθ’ αὑτά, ὥσπερ ἦν εἴδη τῶν ὁρατῶν ἀλλὰ καὶ ἀκουστῶν καὶ ἁπτῶν καὶ χυμῶν. οὐχ οὕτως γὰρ ἔλεγον εἶναι καὶ τῶν ὀσφραντῶν εἴδη· καθ’ αὑτὰς γὰρ δοκούσας αὐτῶν διαφορὰς οὐ καθ’ αὑτὰς εἶναι, ἀλλ’ ἀπὸ τῶν χυμῶν μεταφέρεσθαι·1 γλυκεῖαν γὰρ ὀσμὴν καὶ αὐστηρὰν καὶ στρυφνὴν καὶ τὰς τοιαύτας ἐν αὐταῖς διαφορὰς κατὰ τὴν ἀπὸ τῶν γευστῶν διαφορὰν λέγεσθαι, ὡς καὶ αὐτὸς ἔδειξε γινόμενον ἐπ’ ἐνίων. δεικνὺς δὴ τοῦτο ψεῦδος ὄν φησι δύο εἴδη εἶναι καὶ δύο διαφορὰς τῶν ὀσφραντῶν· τὴν μὲν γὰρ τῶν ὀσφραντῶν διαφορὰν τοῖς χυμοῖς ἀκολουθεῖν, ἣ τό τε ἡδὺ καὶ τὸ λυπηρὸν οὐ κατὰ τὴν αὑτῆς φύσιν ἔχει, ἀλλὰ κατὰ συμβεβηκός· ὁμοίως δὲ καὶ τὰ εἴδη τὰ κατ’ αὐτὴν λεγόμενα κατὰ τὴν ἀπὸ τῶν χυμῶν μεταφοράν, ὑφ’ ὧν γίνεται, ἔχει, καὶ οὐ καθ’ ἑαυτήν. ἔστι δὲ τὸ εἶδος τοῦτο τῶν ὀσφραντῶν, ὅσον τῷ τροφίμῳ τε καὶ θρεπτικῷ χυμῷ ἀκολουθεῖ, γινόμενον ὑπ’ ἐκείνου· κεῖται γὰρ ὅτι ἡ ὀσμὴ ὑπὸ τοῦ ἐγχύμου ξηροῦ γίνεται. ὅση δὴ ὑπὸ τοῦ τροφίμου χυμοῦ γίνεται, αὕτη τὸ ἡδὺ καὶ τὸ λυπηρὸν ἔχει κατὰ συμβεβηκός· κατὰ γὰρ τὴν ἐπὶ τὴν τροφὴν ἀναφοράν, ὑφ’ ἧς γίνεται, καὶ αὐτὴ ἡδεῖα ἢ ἀηδὴς γίνεται. ἐπιθυμούντων μὲν γὰρ τῆς τροφῆς ἡδεῖαι αἱ ἀπ’ αὐτῶν ὀσμαί, αἱ αὐταὶ δ’ αὗται ἀηδεῖς κεκορεσμένων·2 καὶ οἷς μὲν ἡδεῖά τις τροφή, τούτοις καὶ ἡ ἀπ’ αὐτῆς ὀσμὴ ἡδεῖα, οἷς δὲ προσκορής τις τροφή, τούτοις ἀηδὴς καὶ ἡ ἀπ’ αὐτῆς ὀσμή. ὅσαι μὲν οὖν τοιαῦται τῶν ὀσμῶν, αὗται κατὰ συμβεβηκὸς ἔχουσι τὸ ἡδὺ καὶ τὸ λυπηρόν, ὡς εἰρήκαμέν τε καὶ λέγουσιν οἱ μὴ λέγοντες εἶναι καθ’ αὑτὰ εἴδη τοῦ ὀσφραντοῦ (οὐδὲ γὰρ ἂν ἦν, εἰ πάντα τὰ ὀσφραντὰ ἠκολούθει ταῖς τῶν χυμῶν διαφοραῖς καὶ εἴγε τὸ 〈ἡδὺ καὶ τὸ λυπηρὸν〉 κατὰ συμβεβηκός, ἀλλ’ οὐ καθ’ † αὐτὰς τοιαῦται. ὥστε εἴη ἂν [αὐτῶν] εἴδη δύο διάφορα τῶν οὕτως ὀσφραντῶν). εἰσὶ δέ, φησίν, αἱ τοιαῦται ὀσμαὶ αἱ ὀσφρανταὶ ἐπὶ τοῖς τροφίμοις χυμοῖς κοιναὶ πάντων 〈τῶν〉 ζῴων· πάντα γὰρ τρέφεται καὶ πάντα τῆς ἐπὶ τροφῇ ὀσμῆς αἴσθησιν ἔχει. Ἄλλο δέ φησιν εἶδος ὀσμῶν εἶναι, ἐν ᾧ οὐκέτι κατὰ συμβεβηκὸς οὐδὲ ἀπὸ τοῦ τροφίμου χυμοῦ τὸ ἡδύ, ἀλλὰ καθ’ αὑτό. τοῦτο δέ ἐστιν ὃ μὴ ἐπὶ ταῖς τροφαῖς μηδὲ ἀπὸ τοῦ τοιούτου χυμοῦ γίνεται μηδὲ παρακαλεῖ ἡμᾶς ἐπὶ τὰς τροφάς. τοιαῦται δ’ εἰσὶν αἱ ἀπὸ τῶν ἀνθῶν ὀσμαί, αἳ οὐδὲν συμβάλλονται πρὸς τὴν τῆς τροφῆς ἐπιθυμίαν, ἀλλ’ ὁμοίως καὶ πεπληρωμένοις αὐτῆς καὶ μή εἰσιν ἡδεῖαι. τοῦ δὲ 〈προσβιβάζειν〉 μηδὲν τὰς τοιαύτας εἰς τροφὴν συμβάλλεσθαι τῶν ὀσμῶν, ἀλλὰ μᾶλλον ἀβρώτους τοὺς χυμοὺς ποιεῖν, ἐμνημόνευσε Στράτιδος τοῦ κωμικοῦ, ὃς σκώπτων Εὐριπίδην ἐπὶ τῇ τῶν ἐπῶν ἀκαιρίᾳ εἶπεν· ὅταν φακῆ ἕψηται, μὴ ἐπιχεῖν μύρον, ὡς οὐδαμῶς τῶν μύρων εἰς τὸν τρόφιμον χυμόν τι συντελούντων, ἀλλὰ καὶ τοὐναντίον ἄτροφον αὐτὸν ποιούντων. ὅ τινάς φησιν ὑπὸ φιληδονίας καὶ τῆς περὶ τὰ μύρα σπουδῆς βιάζεσθαι καὶ τοῖς πόμασι παραμίγνυσθαι,3 μύρον † τὸν ἀπὸ τῶν † χυμῶν ἐκ συνηθείας πότιμον ποιοῦντας αὑτοῖς καὶ τὰς ἐκ δύο αἰσθήσεων ἡδονάς, τήν τε ἀπὸ τῆς γεύσεως μίαν καὶ τὴν μίαν ἀπὸ τῆς ὀσφρήσεως γινομένην, ἐκδέχεσθαι βιαζομένους αὑτούς.

“嗅觉对象的种有两种;因为并不像有些人所说的那样,嗅觉对象没有种。” 曾有些人主张,嗅觉对象本身并不存在种,不像可见物、乃至可听物、可触物和滋味那样存在种。因为他们说嗅觉对象的种并非如此存在;他们认为那些看似属于气味本身的差异其实并非由于自身,而是从滋味转借而来的;因为甜的、涩的、粗涩的气味以及气味中的此类差异,都是根据来自可尝物的差异而言说的,正如他自己也表明这在某些情况下确实发生的那样。因此,他在证明这是虚假的时指出,嗅觉对象有两个种和两种差异:其一,嗅觉对象的一种差异伴随着滋味,它并非根据自身的本性,而是偶适地具有令人愉悦和令人痛苦的性质;同样,根据它而言说的各个种也是〔它〕依照从滋味(气味正是由其产生的)中的转借而具备的,而非由于其自身。嗅觉对象的这一个种,是伴随营养性的、能滋养的滋味并由其产生的那部分;因为前提设定了气味是由具味之燥产生的。因此,凡是由营养性滋味产生的气味,都是偶适地具有令人愉悦和令人痛苦的性质;因为根据对生成它的营养的指涉,气味本身也变得令人愉悦或令人不悦。因为当人们渴望食物时,来自食物的气味是令人愉悦的,但对于吃饱的人而言,这同一些气味则是令人不悦的;对于某些人来说某种食物是令人愉悦的,来自该食物的气味对他们也是令人愉悦的;而对于觉得某种食物令人厌腻的人,来自它的气味对他们也是令人不悦的。因此,凡是属于此类性质的气味,都如我们所说、也正如那些主张嗅觉对象本身不存在种的人所说的那样,是偶适地具有令人愉悦和令人痛苦的性质(因为如果所有的嗅觉对象都伴随滋味的差异,且令人愉悦和令人痛苦是偶适的而非由于自身,那么确实就不会有种了;因此以这种方式存在的嗅觉对象将有两个不同的种)。他说,伴随营养性滋味的此类可闻气味是所有动物所共有的;因为所有动物都需要营养,且所有动物都具有对关涉营养的气味的感知。 但是他说还存在另一种气味,其中令人愉悦的性质不再是偶适的,也不来自营养性的滋味,而是由于其自身。这就是不伴随食物、不由这类滋味产生、也不促使我们去获取食物的那种气味。来自花朵的气味就是如此,它们对食物的欲求毫无贡献,但无论是对于吃饱的人还是未饱的人,它们都同样是令人愉悦的。为了说明此类气味对引导人们进食毫无贡献,反而使滋味变得不可食用,他提到了喜剧诗人斯特拉蒂斯,后者因欧里庇得斯的诗句不合时宜而嘲讽他说:“当煮扁豆汤时,不要倾倒香油”,这是因为香油绝不会对营养性的滋味有任何助益,反而恰恰相反,使其变得无法提供营养。他说,有些人出于对快乐的溺爱以及对香油的狂热而强行如此,并将其掺入饮品中,通过习惯使来自滋味的香油对自己而言成为可饮用的,强迫自己去接受来自两种感觉的快乐,即来自味觉的一种快乐和来自嗅觉的一种快乐。

语法注3 条
  1. 2.6καθ’ αὑτὰς γὰρ δοκούσας αὐτῶν διαφορὰς οὐ καθ’ αὑτὰς εἶναι, ἀλλ’ ἀπὸ τῶν χυμῶν μεταφέρεσθαι

    承接前文 Ἦσάν τινες οἱ λέγοντες 的间接引语(宾格加不定式结构)。δοκούσας ... διαφορὰς 为宾格主语,οὐ ... εἶναι 与 ἀλλὰ ... μεταφέρεσθαι 为不定式谓语。

  2. 2.6ἐπιθυμούντων μὲν γὰρ τῆς τροφῆς ἡδεῖαι αἱ ἀπ’ αὐτῶν ὀσμαί, αἱ αὐταὶ δ’ αὗται ἀηδεῖς κεκορεσμένων

    不带显式名词的分词 ἐπιθυμούντων 和 κεκορεσμένων 用作独立属格(或相当于关涉与格的人的属格),泛指一般人或动物,在语境中表达时间或条件(“当渴望食物时……吃饱时……”)。

  3. 2.6ὅ τινάς φησιν ὑπὸ φιληδονίας καὶ τῆς περὶ τὰ μύρα σπουδῆς βιάζεσθαι καὶ τοῖς πόμασι παραμίγνυσθαι

    关系代词 ὅ 指代前句的整个内容(香油不适于食物且使营养失效),充当 βιάζεσθαι 的宾语(“强行做此事”)。τινάς 是不定式 βιάζεσθαι 和 παραμίγνυσθαι 的宾格逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:95.15-97.10