← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§93.25-95.14

具味之燥的作用与气味及滋味的对应

亚历山大注释亚里士多德重申气味是由具味之燥作用于湿(气与水中)而生成,阐明气味与滋味之间的对应比例、热的致因作用,以及为何加上“在某些情况下”这一限定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5

" Ὅτι μὲν οὖν ἐνδέχεται ἀπολαύειν τὸ ὑγρὸν καὶ τὸ ἐν τῷ πνεύματι καὶ τὸ ἐν τῷ ὕδατι καὶ πάσχειν τι ὑπὸ τῆς ἐγχύμου ξηρότητος1 οὐκ ἄδηλον." Δείξας ὅτι μήτε ἀτμὶς μήτε καπνώδης ἀναθυμίασις ἡ ὀσμὴ διὰ τοῦ καὶ ἐν ὕδατι καὶ ἐν ἀέρι ὀσμὴν γίνεσθαι, ἐκείνων δὲ μηδέτερον ἐν ἀμφοτέροις (οὔτε γὰρ ἡ ἀτμὶς ἐν τῷ ἀέρι οὔτε ἡ καπνώδης ἀναθυμίασις ἐν τῷ ὕδατι), ὑπομιμνῄσκει ἡμᾶς ὅτι ἐν ἀμφοτέροις ἐδείχθη ἡ ὀσμὴ γινομένη ὑπὸ τῆς ἐγχύμου ξηρότητος διὰ τοῦ ἐν τῷ ἀέρι εἶναι τὰ ὀσφραινόμενα καὶ ἐν ὕδατι· οὐ γὰρ ὁ ἀὴρ μόνος καὶ ἡ ἐν τούτῳ ὑγρότης, ἀλλὰ καὶ ἡ ἐν τῷ ὕδατι κοινωνεῖ τοῦ πάθους τούτου. εἰπὼν δὲ τὴν ἐν τῷ πνεύματι ὑγρότητα, λέγων τὴν ἐν τῷ ἀέρι, * * *, ὑπομιμνῄσκει ἡμᾶς τῶν ἐν ἄλλοις εἰρημένων περὶ τοῦ ἀέρος ὅτι ὑγρὸς τὴν φύσιν καὶ αὐτός. εἴρηται δὲ περὶ τούτου καὶ ἐν ἄλλοις μέν, ἐν δὲ τοῖς Περὶ γενέσεως καὶ φθορᾶς προηγουμένως. Εἰπὼν δὲ τοῦτο ἐπιφέρει ὅτι, εἰ ὁμοίως ἐν τοῖς ὑγροῖς τὸ ξηρὸν ἐναποπλυνόμενόν πως ποιεῖ τὰς ὀσμὰς καὶ ἐν τῷ ὕδατι τοὺς χυμοὺς2 (ἐν μὲν γὰρ τῷ ὕδατι ἡ ποιὰ τοῦ ξηροῦ ἀπόπλυσίς τε καὶ διήθησις χυμὸς ἦν, ἐν δὲ τοῖς ὑγροῖς πάλιν, ἀέρι τε καὶ ὕδατι, ἡ τοῦ ἐγχύμου ξηροῦ πάλιν ἀπόπλυσίς τε καὶ διήθησις ὀσμή), εἰ δὴ τὸ ξηρὸν ἐν τῷ ὑγρῷ ποιητικὸν ἀμφοτέρων, τοῦ τε χυμοῦ καὶ τῆς ὀσμῆς, καὶ 〈τῆς ὀσμῆς〉 ἐστι τὸ ἐν τοῖς χυμοῖς ξηρὸν ποιητικόν, φανερὸν ὅτι ἀνάλογον δεῖ εἶναι τὰς ὀσμὰς τοῖς χυμοῖς. ἢ τὸ λεγόμενόν ἐστιν ὅτι, εἰ τὸ ἔγχυμον ξηρὸν ἐναποπλυνόμενον τῷ τε ὕδατι καὶ τῷ ἀέρι ὁμοίως ποιεῖ τὰς ὀσμάς, δῆλον ὡς ἀνάλογον ἔσονται καὶ αἱ ὀσμαὶ τοῖς χυμοῖς ὑφ’ ὧν γίνονται. κατὰ γὰρ τὰς τῶν χυμῶν διαφορὰς ἔσονται καὶ ὀσμῶν διαφοραί, εἴγε ὑπὸ τούτων ἐκεῖναι γίνονται, ὡς ἕπεσθαι ἐκείνῳ ὃ φίλον ἐκείνῳ, εἰ οὕτως ἔχοι. ἔτι δ’ ὅτι καὶ οὕτως ἔχει δείκνυσι λέγων· ἀλλὰ μὴν τοῦτό γε ἐπ’ ἐνίων συμβέβηκε, καὶ πῶς λέγει. καὶ γὰρ δριμεῖαι καὶ γλυκεῖαι καὶ αὐστηραὶ καὶ στρυφναὶ καὶ λιπαραί εἰσιν ὀσμαί, ὥσπερ καὶ χυμοί, ἀναλογίαν ἑκάστης ὀσμῆς πρὸς ἕκαστον τῶν χυμῶν τούτων σῳζούσης. ἀλλὰ καὶ αἱ τῶν διασεσηπότων ὀσμαὶ τοῖς πικροῖς τῶν χυμῶν ἀνάλογοι ἂν εἶεν. καὶ δεικνὺς τὴν ἀναλογίαν αὐτῶν εἶπεν· ὡς οἱ χυμοὶ οἱ πικροὶ καὶ δυσκατάποτοι, οὕτω καὶ αἱ σαπραὶ ὀσμαὶ δυσανάπνευστοι. ἃ λαβὼν ὡς φανερῶς οὕτως ἔχοντα, δι’ αὐτῶν πιστοῦται τὰ προειρημένα, ὅτι 〈ὅπερ〉 ἐν τῷ ὕδατι ὁ χυμός ἐστι γινόμενος ὑπὸ τοῦ γεώδους ξηροῦ, τοῦτο ἐν τῷ ἀέρι καὶ ὕδατι ἡ ὀσμὴ γινομένη ὑπὸ τῆς ξηρότητος τῆς ἐγχύμου. καὶ ὅτι γε ἑκατέρου αὐτῶν αἰτία ἡ θερμότης (ποιητικὸν γὰρ ἐδείχθη τῶν χυμῶν τοῦτο, ὑφ’ ὧν ἡ ὀσμὴ γίνεται), δείκνυσιν ἐκ τοῦ τὸ ψυχρὸν καὶ τὴν πῆξιν ἀμβλύνειν καὶ ἀφανίζειν ὁμοίως τούς τε χυμοὺς καὶ τὰς ὀσμάς. τὸ γὰρ θερμόν, ὃ ποιητικόν ἐστι τῶν χυμῶν, ἀφανίζουσί τε καὶ φθείρουσιν ἥ τε πῆξις καὶ τὸ ψυχρὸν † δύο ὄντα τὴν διὰ τούτου γινομένην μῖξίν τε καὶ πέψιν ἐν αὐτοῖς. ἧς φθειρομένης εὐλόγως πρῶτον μὲν οἱ χυμοί, δευτέρως δὲ καὶ αἱ ὀσμαὶ αἱ ὑπὸ τούτων γινόμεναι ἐν τῷ ὑγρῷ φθείρονται. τὸ δ’ ἐπ’ ἐνίων προσέθηκεν, ὅτι ἔδειξέ3 τινας ὀσμὰς οὐ τῷ ἕπεσθαι τοῖς χυμοῖς τὸ ἡδὺ καὶ τὸ λυπηρὸν ἐχούσας, ἀλλὰ καθ’ αὐτάς.

“因此,不仅在气息中而且在水中的湿,都有可能受到具味之燥的作用并遭受某种变化,这是显而易见的。” 在通过气味既在水中产生又在气中产生、而水汽与烟状发散物皆不能同时在两者中产生(因为水汽不在气中,烟状发散物也不在水中)这一事实证明了气味既非水汽亦非烟状发散物之后,他提醒我们,由于嗅闻的对象存在于气中和水中,气味已被证明是在两者之中由具味之燥产生的;因为不仅气及其中的湿气,而且水中的湿气也分有了这一情状。在谈及气息中的湿气、即指气中的湿气时,[……]他提醒我们注意在其他著作中关于气所说的话,即气本身在本性上也是湿的。这一点在其他著作中有所论及,但主要是在《论生成与消灭》中论述的。 在说明了这一点之后,他接着指出:如果同样地,燥在湿中以某种方式被淘洗出来而产生气味,在水中产生滋味(因为在水中,燥的某种淘洗与滤过便是滋味,而在湿中,即气与水中,具味之燥的再次淘洗与滤过便是气味),那么,如果湿中的燥确实是两者(滋味与气味)的生成原因,并且滋味中的燥是气味的生成原因,显然气味必然与滋味成比例[相应]。或者,其含义是:如果具味之燥同样地在水与气中被淘洗出来而产生气味,那么显然气味也将与生成它们的那种滋味成比例。因为根据滋味的差异,气味也将存在差异,假若后者确实是由前者产生,那么如果情况确是如此,与那类相亲近者便会伴随那类。此外,他通过说“然而这在某些情况下确实出现了”来证明情况确实如此,并解释了如何如此。因为存在辛辣的、甜的、涩的、粗涩的以及油腻的气味,正如存在这些滋味一样,每种气味都保持着对这些滋味中每一种的比例对应。而且,腐烂之物的气味也会与苦的滋味相对应。在展示它们的对应关系时他说:正如苦的滋味难以下咽,腐烂的气味也难以吸入。他将这些视作显而易见的事实,并通过它们证实了前述观点,即:由土性的燥产生的滋味在水中是什么,由具味之燥产生的气味在气和水中也就是什么。 并且,关于热是它们两者的原因(因为热已被证明是生成滋味的原因,而气味又是由滋味产生的),他从冷与凝结同样会减弱并消除滋味与气味这一事实予以证明。因为凝结与冷会消除并破坏生成滋味的热,[……]破坏借由热在它们之中产生的混合与成熟。当其被破坏时,合乎情理地,首先是滋味被破坏,其次由它们在湿中产生的气味也被破坏。而他之所以加上“在某些情况下”,是因为他表明了某些气味之所以具有令人愉悦或令人痛苦的性质,并不是由于伴随滋味,而是由于它们自身。

语法注3 条
  1. 2.5ἀπολαύειν τὸ ὑγρὸν καὶ τὸ ἐν τῷ πνεύματι καὶ τὸ ἐν τῷ ὕδατι καὶ πάσχειν τι ὑπὸ τῆς ἐγχύμου ξηρότητος

    动词 ἀπολαύειν 通常意为“享受”或“分润”,但此处与 πάσχειν τι(遭受某种变化)并列,并共享介词短语 ὑπὸ τῆς ἐγχύμου ξηρότητος 作为施事因,取其受动与关联意义,即“受到……的影响/分有其性质”。宾格短语 τὸ ὑγρὸν 及其后两个 καὶ τὸ ἐν τῷ... 构成不定式的主语,与非人称动词 ἐνδέχεται 构成宾格不定式句。

  2. 2.5εἰ ὁμοίως ἐν τοῖς ὑγροῖς τὸ ξηρὸν ἐναποπλυνόμενόν πως ποιεῖ τὰς ὀσμὰς καὶ ἐν τῷ ὕδατι τοὺς χυμούς

    这是一个长条件句的骨干结构。由 εἰ ὁμοίως... 引导的前提从句在插入关于滋味与气味定义的说明(ἐν μὲν γὰρ...)后,由 εἰ δὴ τὸ ξηρὸν... 再次承接并重申,最终导向归结从句(主句)φανερὸν ὅτι ἀνάλογον δεῖ εἶναι τὰς ὀσμὰς τοῖς χυμοῖς。这种复显性(resumptive)的 εἰ 保证了长插入语之后论证逻辑的贯通。

  3. 2.5τὸ δ’ ἐπ’ ἐνίων προσέθηκεν, ὅτι ἔδειξε

    中性单数宾格定冠词 τὸ 将引用的介词短语 ἐπ’ ἐνίων(在某些情况下)名词化,作为动词 προσέθηκεν(他加上了)的直接宾语(所引之词)。其后的 ὅτι 从句为原因从句,说明亚里士多德添加该限定语的理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:93.25-95.14