← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§92.17-93.24

对烟状发散物说的探讨与驳斥

亚历山大阐述了早期自然哲学家(包括赫拉克利特)将气味视为烟状发散物或水汽的观点,区分了水汽与烟状发散物的定义并指出二者的困难,继而阐发了发散物之说与流出说陷入同样荒谬的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3

" Δοκεῖ δὲ ἐνίοις ἡ καπνώδης ἀναθυμίασις εἶναι ὀσμὴ οὖσα κοινὴ γῆς καὶ ἀέρος, καὶ πάντες ἐπιφέρονται ἐπὶ τοῦτο περὶ ὀσμῆς." Ἐνίους τῶν φυσικῶν φησιν ἐπὶ τῆς δόξης ταύτης γεγονέναι, ὅτι ἄρα ἐστὶν ἡ καπνώδης ἀναθυμίασις ὀσμὴ οὖσα ἐξ ἀέρος τε καὶ γῆς· ὧν εἶναι καὶ Ἡράκλειτον λέγοντα· ‘εἰ πάντα τὰ ὄντα ἦν καπνός, ῥῖνες ἂν διεγίνωσκον’ καὶ ἐγνώριζον αὐτά, δηλονότι τῷ αἰσθάνεσθαι αὐτῶν, ὡς τοῦ καπνοῦ ὄντος ἰδίου αἰσθητοῦ ταῖς ῥισίν. εἰπὼν δέ τινας τῶν φυσικῶν λέγειν ὀσμὴν εἶναι τὴν καπνώδη ἀναθυμίασιν, πάντων φησὶ τῶν φυσικῶν τὴν ὀσμὴν τοὺς μὲν ἀτμίδα ὑπολαβεῖν εἶναι, τοὺς δὲ ἀναθυμίασιν, τοὺς δὲ ἀμφότερα.1 τί δὲ ἐστιν ἑκάτερον αὐτῶν καὶ τίς αὐτοῖς ἡ πρὸς ἄλληλα διαφορά, ἑξῆς λέγει. ἡ μὲν γὰρ ἀτμὶς ὑγρά τίς ἐστιν ἀναθυμίασις (ἐκ γὰρ ἀέρος καὶ ὕδατος), ἧς ἡ μεταβολὴ εἰς ὕδωρ· ἣν δὲ λέγουσιν ἀναθυμίασιν, καπνώδης ἐστὶν ἀναθυμίασις, καὶ αὐτὴ ἔχουσά τι ἀέρος τε καὶ γῆς, ἐξ ἧς φησι γῆς τι εἶδος συνίστασθαι· ἐκ ταύτης γὰρ ἥ τε αἰθάλη καὶ ἡ ἀσβόλη γίνεται. εἰπὼν δὲ τί ἑκάτερόν ἐστιν, ἐπιφέρει· ἀλλ’ οὐδέτερον τούτων ἔοικεν δηλονότι ὀσμὴ εἶναι, ὡς ᾤοντο ἐκεῖνοι, καὶ δείκνυσι διὰ τί οὐδέτερον αὐτῶν ὀσμὴ εἶναι δύναται· ἡ μὲν γὰρ ἀτμὶς ὕδατός ἐστιν, ὥστε οὐκ ἂν ἐν τῷ ἀέρι ὀσμὴ εἴη, εἰ ἡ ἀτμὶς ὀσμὴ εἴη (τὸ δὲ ὕδωρ ἄοσμόν ἐστι καθ’ αὑτό). ἡ δὲ καπνώδης ἀναθυμίασις οὐχ οἵα τε ἐν τῷ ὕδατι γίνεσθαι. ὀσμὴ δὲ γίνεται ἐν αὐτῷ· ὀσφρᾶται γὰρ ἐν αὐτῷ καὶ τὰ κατὰ τοῦ ὕδατος.

“在某些人看来,烟状发散物即是气味,它为土与气所共有,并且凡论及气味者皆倾向于此。” 他说,某些自然哲学家形成了这一意见,即烟状发散物确实就是由气与土构成的气味;赫拉克利特也在这些人当中,他说:“如果所有存在之物都是烟,鼻子就能辨别”并认识它们,这显然是通过对它们的感觉,仿佛烟是鼻子的专有感觉对象。在说明某些自然哲学家主张气味是烟状发散物之后,他说,在所有自然哲学家中,有些人认为气味是水汽,有些人认为是发散物,还有些人认为是两者兼有。它们各自是什么,以及它们彼此之间的区别是什么,他随后作了阐述。因为水汽是一种湿的发散物(因为它源自气和水),其转化是变成水;而他们所称的发散物则是烟状发散物,它自身也含有气与土的某种成分,他说某种土的形式正是由此构成的;因为煤烟和黑灰就是从这里产生的。在说明了各自是什么之后,他补充道:“但这两者似乎都不是”,显然不是像那些人所认为的那样是气味,并证明了为何它们两者都不能是气味。因为水汽属于水,所以如果水汽是气味,空气中就不会有气味(而水本身是无味的)。另一方面,烟状发散物不可能在水中产生。然而气味在水中确实产生;因为水下的生物也能在水中嗅闻。

§2.4

"Ἔτι ἀναθυμίασις ὁμοίως λέγεται ταῖς ἀπορροίαις." Ὅτι μή ἐστιν ἀναθυμίασις δείκνυσιν ἐκ τοῦ τὴν μὲν ἀναθυμίασιν ἀφ’ οὗ ἂν γίγνηται ἀπόρροιάν τινα εἶναι. ὡς οὖν οἱ ἀπορροίας εἶναι λέγοντες καὶ ταύτας αἰτιώμενοι ὡς αἰτίας τοῦ ὁρᾶν οὐ καλῶς ἔλεγον (ἀνάγκη γὰρ ἦν σωματικῆς τοιαύτης ἀπορροίας ἀπὸ τῶν ὁρατῶν γινομένης μηδὲ πρὸς ὀλίγον σῴζεσθαι τὰ ὁρώμενα, ἀλλὰ διαφορεῖσθαι), οὕτως εἰ καὶ ἀπὸ τῶν ὀσφραντῶν ἀναθυμίασίς τις καὶ ἀπόρροια γίνεται, ἔδει ταχέως αὐτὰ διαφορεῖσθαι καὶ μηδὲ πρὸς ὀλίγον αὐτὰ διαμένειν χρόνον. νῦν δὲ ὁρῶμεν, ὅτι βραχέα τινὰ ὄντα πλεῖστον ὅσον χρόνον2 μένει τὴν εὐωδίαν ἢ τὴν ὀσμὴν ὅλως φυλάσσοντα· ὡς γὰρ ἐφ’ ὧν φανερὰ ἡ ἀναθυμίασις ταχέως ἀναλίσκεται ταῦτα, ὡς τὰ θυμιώμενα, οὕτως ἔδει καὶ τὰ ἄλλα. οὐ γινομένου δὲ τούτου οὐδ’ ἂν τῇ ἀναθυμιάσει καὶ τῇ ἀπορροίᾳ τῇ ἀπ’ αὐτῶν ἡ ὀσμὴ γίνοιτο. ἔτι δὲ ἁφὴ ἂν γίνοιτο, ὡς προείρηται, ἡ τῶν αἰσθητῶν αἴσθησις· 〈ὃ〉 ὅτι μὴ ὑγιὲς προείρηται. ὅμοιος οὖν ὁ τῶν ἀναθυμιάσεων λόγος ὢν τῷ τῶν ἀπορροιῶν ὁμοίως ἂν ἐκείνῳ ἄτοπος ὢν δεικνύοιτο.

“此外,发散物之说与流出说类似。” 他证明它不是发散物,依据是:无论发散物从何产生,它都是某种流出物。因此,正如那些主张有流出物并以此作为视觉原因的人讲得不妥一样(因为如果从可见物产生这样一种有形的流出物,可见物就必然连片刻也无法留存,而是会消散殆尽),同样,如果从具味物也产生某种发散物和流出物,它们就应当迅速消散,连短暂的时间也无法持续。然而现在我们看到,有些物体虽然微小,却能在极长的时间内保持其芬芳或一般的气味而留存;因为正如那些发散物显而易见的事物(如熏香之物)迅速消耗一样,其他事物本来也理应如此。但既然这种情况并未发生,气味也就不可能是通过来自它们的发散物和流出物产生的。此外,正如前述,对感觉对象的感知就会变成触觉;而这并不合理,此前也已说明。因此,关于发散物的说法既然与关于流出物的说法相似,就会被证明同样如后者那般荒谬。

语法注2 条
  1. 2.3πάντων φησὶ τῶν φυσικῶν τὴν ὀσμὴν τοὺς μὲν ἀτμίδα ὑπολαβεῖν εἶναι, τοὺς δὲ ἀναθυμίασιν, τοὺς δὲ ἀμφότερα

    属格 πάντων ... τῶν φυσικῶν 是部分属格,统辖不定式 ὑπολαβεῖν 具有分配意义的宾格逻辑主语(τοὺς μὲν ... τοὺς δὲ ... τοὺς δὲ)。宾格 τὴν ὀσμὴν 是 ὑπολαβεῖν 的直接宾语,而 ἀτμίδα、ἀναθυμίασιν 和 ἀμφότερα 则是配合 εἶναι 的述语宾格。

  2. 2.4πλεῖστον ὅσον χρόνον

    最高级 πλεῖστον 与关系代词 ὅσον 结合,构成表示强调的惯用表达,意为“极长的时间”或“尽可能长的时间”。χρόνον 是表示时间跨度的宾格(时间延续宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:92.17-93.24