← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§91.12-92.16

矿物中气味与滋味的相伴及气味的作因

亚历山大注疏了亚里士多德通过开采矿物(金、青铜、铁、银、锡)的例子证明气味伴随滋味的论述,并通过将空气和水视为接受性质的外在媒介,解决了既然滋味与气味并存,何以具味之干仍是气味的作因这一疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#2

Ἀλλὰ καὶ ἐπὶ τῶν μεταλλευομένων δείκνυσι συνοδεύουσαν τὴν ὀσμὴν τῷ χυμῷ· καὶ γὰρ ἐπ’ ἐκείνων τὰ μὲν ἄχυμα ἄοσμα εἶναι ὡς χρυσόν, ὀσμῆς δὲ μετέχειν τόν τε χαλκὸν καὶ τὸν σίδηρον, ὅτι καὶ χυμοῦ. ὅτι δὲ ὁ χρυσὸς ἔλαττον ὕδατος ἔχει, δῆλον καὶ ἐκ τοῦ μὴ σήπεσθαι αὐτόν· ὁ γὰρ ἰὸς σῆψίς ἐστιν, ἥτις γίνεται δι’ ἄπεπτον ὑγροῦ μεταβολήν. δυσώδης δὲ καὶ ὁ τοῦ χαλκοῦ καὶ ὁ τοῦ σιδήρου ἰὸς τῷ ὑγροῦ πλέον ἔχειν. ὁ δὲ χρυσὸς λειότερός τέ ἐστι καὶ ἐλαύνεται μᾶλλον [ἀλλὰ] τῷ καλῶς κεκρᾶσθαι τε καὶ μεμῖχθαι·1 ὅτι δὲ ἄοσμος καὶ ἄχυμος ὁ χρυσὸς ἡ αἴσθησις μαρτυρεῖ· πρὸς ὃ νῦν αὐτῷ κέχρηται παραδείγματι. καὶ τὸ τὰς σκωρίας δὲ ἀοσμοτέρας γίνεσθαι τῶν μεταλλευομένων διὰ τὸ ἐκκαίεσθαι τὸ ἐν αὐταῖς ὑγρόν τε καὶ τὸν χυμὸν σημεῖον τοῦ τὴν ὀσμὴν ἐν χυμῷ ὑγρῷ εἶναι. τὸν δὲ ἄργυρον καὶ τὸν κασσίτερον τῶν μὲν ἀοσμότερόν φησιν εἶναι, τῶν δὲ μᾶλλον ἔχειν ὀσμήν, χρυσοῦ μὲν μᾶλλον ὀσμὴν ἔχειν, χαλκοῦ δὲ καὶ σιδήρου ἀοσμότερον εἶναι διὰ τὸ εἶναι ὕδατος πλέον ἐν αὐτοῖς καὶ μὴ ὁμοίως κεκρᾶσθαι τὸ ὑγρὸν τῷ ξηρῷ ἐν τούτοις, ὡς ἐν τῷ σιδήρῳ τε καὶ χαλκῷ. πῶς οὖν, εἰ ἅμα ὅ τε χυμὸς καὶ ἡ ὀσμή ἐστιν, ἔτι εἴη ἂν ἡ ὀσμὴ ὑπὸ τοῦ ἐγχύμου ξηροῦ γινομένη; ἢ οὐ λέγει πρῶτον εἶναι τὸν χυμόν, ἔπειτα τοῦτον ἐν τοῖσδε γινόμενον ποιεῖν τὴν ὀσμήν, ἀλλὰ τὴν ἔγχυμον ξηρότητα, οὐχ ἁπλῶς τὴν ξηρότητα, αἰτίαν εἶναι τοῦ ἔν τε τῷ ἀέρι καὶ ἐν τῷ ὕδατι γινομένου πάθους, ὅ ἐστιν ὀσμή, ὡς [ἂν] ἅμα μὲν εἶναι ἄμφω, αἴτιον δὲ τὴν ἔγχυμον ὑγρότητα τῆς ὀσμῆς γίνεσθαι,2 εἰ ποιητικὸν ὁ χυμός ἐστι τῆς ὀσμῆς. ὁ γὰρ ἀὴρ ἄχυμος ὢν ὀσμῆς γίνεται δεκτικός, ὥστε ποιητικὸν ἂν εἴη τῆς ἐν τούτῳ ὀσμῆς ἡ ἔγχυμος ξηρότης οὖσα ἐν ἄλλῳ. ὁμοίως καὶ τὸ ὕδωρ αὐτὸ καθ’ αὑτὸ ἄχυμον ὂν γίνεται ἀπὸ τῆς ἐγχύμου ξηρότητος * * * οὐ γινόμενον ἅμα καὶ γευστόν.3 εἰ δὴ ἐν τούτοις ἡ ὀσμὴ οὖσιν ἀχύμοις, εἴη ἂν ὑπὸ τῆς ἐγχύμου ξηρότητος ἡ ἐν τούτοις ὀσμὴ γινομένη ὡς ὑπὸ αἰτίου ποιητικοῦ. ὡς γὰρ τὸ χρῶμα τὸ διαφανὲς διατίθησιν, οὕτω καὶ ὁ χυμὸς τὰ ὑγρὰ τὰ προειρημένα· καὶ ὡς ἡ ὄψις οὐκ ἂν χωρὶς διαφανοῦς γίνοιτο, οὕτως οὐδὲ ἡ ὄσφρησις χωρὶς τούτων. ὁ μὲν οὖν χυμὸς ἐν τοῖς ἔχουσιν αὐτόν ἐστιν, ἡ δὲ ὀσμὴ οὐκ ἐν τοῖς ἔχουσι τὸν χυμόν ἐστιν, ἀλλ’ ὑπὸ τῶν ἐχόντων ἐν τούτοις γίνεται· διὰ γὰρ τούτων πᾶσα ὄσφρησίς τε καὶ ὀσμή.

而且在开采的矿物方面,他也表明气味伴随着滋味;因为在那些事物中,无味之物也同样是没有气味的,例如黄金,而青铜和铁分有气味,是因为它们也分有滋味。黄金含有较少的水,这从它不腐烂也显而易见;因为锈是一种腐烂,它是由于湿的未熟化变化而产生的。而青铜和铁的锈散发恶臭,是因为它们含有较多的湿。另一方面,黄金之所以更光滑且更易延展,是因为它被良好地调和与混合;感觉也证明黄金是没有气味和没有滋味的,如今他就为了这一目的将它用作例子。而开采矿物的熔渣因其中的湿和滋味被烧尽而变得更无气味,这也是气味存在于具味之湿中的证据。他说,白银和锡比某些东西更无气味,而比另一些东西更有气味——比黄金更有气味,但比青铜和铁更无气味——这是因为它们之中含有更多的水,而且在它们之中湿与干并未像在铁和青铜中那样同样地调和。那么,如果滋味和气味同时存在,气味又怎么还能是由具味之干产生的呢?抑或他并不是说滋味首先存在,然后滋味产生于这些事物中从而造就气味,而是说具味之干——而非单纯的干——是空气和水中所产生的性质[状态](即气味)的原因,以致两者同时存在,但如果滋味能够产生气味,具味之湿[干]就成为了气味的原因?因为空气本身是无味的,却变得能够接受气味,所以存在于另一物中的具味之干就应当是空气中气味的产生者。同样,水本身也是无味的,从具味之干变成[……],但并不同时变成可尝之物。因此,如果气味存在于这些无味的事物中,那么这些事物中的气味就应当是由具味之干所产生的,犹如由作因产生一样。因为正如颜色作用于透明者,滋味也同样作用于上述的湿物;正如没有透明者视觉就无法产生,没有这些[空气和水]嗅觉也同样无法产生。因此,滋味存在于拥有它的事物之中,但气味并不存在于拥有滋味的事物之中,而是由拥有滋味的事物在这些[空气和水]之中产生的;因为一切嗅觉和气味都是通过这些〔产生〕的。

语法注3 条
  1. 2.2ὁ δὲ χρυσὸς λειότερός τέ ἐστι καὶ ἐλαύνεται μᾶλλον [ἀλλὰ] τῷ καλῶς κεκρᾶσθαι τε καὶ μεμῖχθαι

    与格短语 τῷ καλῶς κεκρᾶσθαι τε καὶ μεμῖχθαι 用作表原因的与格,用以解释黄金为何更为光滑且更具延展性。校勘中放入方括号的 ἀλλὰ 在句法上属于衍字。

  2. 2.2αἴτιον δὲ τὴν ἔγχυμον ὑγρότητα τῆς ὀσμῆς γίνεσθαι

    依全篇逻辑,此处作为原因讨论的应是“具味之干”(ἡ ἔγχυμος ξηρότης),而传抄文本作 τὴν ἔγχυμον ὑγρότητα(“具味之湿”)。在句法上,它构成依附于表示结果的 ὡς 的带不定词的宾格结构,其中 αἴτιον 为谓词,τὴν ἔγχυμον ὑγρότητα 为逻辑主语。

  3. 2.2γίνεται ἀπὸ τῆς ἐγχύμου ξηρότητος * * * οὐ γινόμενον ἅμα καὶ γευστόν

    此处有星号标出的文意脱落(lacuna)。根据前文关于空气的表述(“本身是无味的,却变得能够接受气味”),此处关于水亦应脱落了类似“成为气味的接受者”的短语;随后的中性分词 οὐ γινόμενον ἅμα καὶ γευστόν 与主语 τὸ ὕδωρ 保持性数一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:91.12-92.16