← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§90.3-91.11

水中的可嗅物与源自具味之干的气味生成

注解亚里士多德《论感觉》443a2,基于水生动物的观察阐明可闻对象不仅存在于空气中也在水中,并通过简单物体、盐类及木材等实例论证气味不是源于单纯的干,而是源于“具味之干”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#1

" Οὐ γὰρ μόνον ἐν ἀέρι ἀλλὰ καὶ ἐν ὕδατι τὸ τῆς ὀσφρήσεώς ἐστιν." Προειπὼν ὅπερ γὰρ ποιεῖ τὸ ξηρὸν ἐν τῷ ὑγρῷ, τοῦτο ποιεῖ ἐν ἄλλῳ γένει τὸ ἔγχυμον ὑγρόν, ἐν ἀέρι καὶ ὕδατι ὁμοίως, νῦν ὅτι ἐν ἀμφοτέροις δείκνυσιν. ὅτι γὰρ μὴ μόνον ἐν ἀέρι τὰ ὀσφραντά, ὡς ἔδοξέ τισι 〈τῷ〉 τοῖς πλείστοις διὰ τῆς τοῦ ἀέρος ἀναπνοῆς τὴν ὄσφρησιν γίνεσθαι, ἀλλὰ καὶ ἐν ὕδατι, ἔδειξεν ἐπί τε τῶν ἰχθύων καὶ τῶν ὀστρακοδέρμων, ἃ ἐν τῷ ὕδατι ὄντα ὀσφρᾶται καὶ πολλάκις πόρρωθεν ἐπὶ τὴν τροφὴν ἔρχεται τῇ ὀσφρήσει ἑπόμενα, οὔτε ὄντος ἐν τῷ ὕδατι ἀέρος (οὐ γὰρ ἐν τῷ βάθει τοῦ ὕδατος μένει, ἀλλὰ ἐπιπολάζει. ἀνατρέχει γάρ, κἂν ἐν βάθει γένηται, ὅ τε ἀὴρ καὶ τὸ πνεῦμα· δηλοῦσι δὲ καὶ οἱ ἀσκοὶ οἱ πεφυσημένοι τοῦτο, ἂν εἰς βάθος κατενεχθέντες † λυθεῖεν), ἀλλ’ οὐδὲ αὐτὰ ὅλως ἀναπνέοντα.1 ὅτι γὰρ ὅσα πνεύμονα τῶν ζῴων οὐκ ἔχει οὐκ ἀναπνεῖ, δέδεικται αὐτῷ ἐν ἄλλοις. εἰ δέ τις μὴ μόνον λέγοι τὸ ὕδωρ ὑγρόν, ἀλλὰ καὶ τὸν ἀέρα (καὶ γὰρ αὐτὸς ὑγρός), εἴη ἄν, φησίν, ὀσμὴ ἡ ἐν τῷ ὑγρῷ τοῦ ἐγχύμου ξηροῦ φύσις,2 τουτέστιν ὀσφραντὸν ἂν εἴη τὸ ἐγγινόμενον ὑπὸ τοῦ ἐγχύμου ξηροῦ πάθος, καθὸ τοιοῦτόν ἐστιν, ἐν τῷ ὑγρῷ. Ἑξῆς δὲ ὅτι μὴ ἁπλῶς ἀπὸ ξηρότητος, ὡς ἐγίνετο ὁ χυμός, ἀλλ’ ἀπὸ ἐγχύμου ξηρότητος ἡ ὀσμὴ γίνεται, δείκνυσι διὰ τοῦ τὰ ὀσμὴν ἔχοντα πάντα καὶ χυμὸν ἔχειν καὶ ὅσα ἄχυμά ἐστι ταῦτα καὶ ἄοσμα εἶναι. τὰ μὲν γὰρ ἁπλᾶ σώματα ἄοσμα, ὅτι καὶ ἄχυμα· οὔτε γὰρ γῆ καθ’ αὑτὴν οὔτε πῦρ καθ’ αὑτὸ χυμὸν ἔχει τινά, καίτοι ξηρὰ ὄντα, οὔτε ὕδωρ ἢ ἀὴρ ὑγρὰ πάλιν ὄντα αὐτὰ καθ’ αὑτὰ χυμόν τινα ἔχει. ὅσα γὰρ δοκεῖ χυμόν τινα ἔχειν αὐτῶν, οὐκ ἔστιν ἁπλᾶ, ἀλλ’ ἤδη μέμικται. ἥ τε γὰρ θάλασσα ὑγρὰ οὖσα χυμὸν ἁλμυρὸν ἔχει, ὅτι μέμικταί τινι ξηρότητι (διὸ καὶ ὀσμὴν ἔχει), ἀλλὰ καὶ οἱ ἅλες δοκοῦντες εἶναι γῆς καὶ ὀσμὴν ἔχουσι καὶ χυμόν· οὐ γάρ εἰσιν ἄμικτον ἔχοντες ὑγρῷ τὴν ξηρότητα. καὶ μᾶλλόν φησι τοὺς ἅλας τοῦ νίτρου καὶ χυμὸν καὶ ὀσμὴν ἔχειν, ὅτι καὶ μᾶλλον οὗτοι τῷ ὑγρῷ εἰσι μεμιγμένοι· τὸ μὲν γὰρ νίτρον γῆς ἐστι μᾶλλον, οἱ δὲ ἅλες πλείω τὴν ὑγρότητα ἔχουσιν, ὡς δηλοῖ τὸ ἐξικμαζόμενον ἔλαιον ἐξ αὐτῶν. ἤτοι δὲ τοῦ ἔχειν ὑγρότητα τοὺς ἅλας σημείῳ ἐχρήσατο τῷ ἐξικμαζομένῳ ἐλαίῳ, ἢ τοῦ χυμὸν αὐτοὺς ἔχειν· δοκεῖ γὰρ πικρὸν εἶναι τὸ ἐξικμαζόμενον ἔλαιον ἐξ αὐτῶν. ἀλλὰ καὶ οἱ λίθοι ἄοσμοι, ὅτι καὶ ἄχυμοι. τὰ δὲ ξύλα ὁμοῦ ὀσμῆς τε φαίνεται κοινωνοῦντα καὶ χυμοῦ, καὶ ὅσα αὐτῶν ὑγρότερα, ὁμοῦ τε ἀχυμότερα καὶ ἀοσμότερα.

“因为属于嗅觉的不仅在空气中,而且也在水中。” 在预先说过“因为干在湿中所起的作用,具味之湿在另一属中,在空气与水中同样起这种作用”之后,他现在表明它存在于两者之中。因为,可闻对象不仅存在于空气中——由于大多数动物的嗅觉是通过吸入空气产生的,有些人曾如此认为——而且也在水中,他以鱼类和甲壳类为例证明了这一点;这些动物身处水中却能闻到气味,并常常循着嗅觉从远处前来摄食,这既不是因为水中存在空气(因为空气并不留在水深处,而是浮到表面;因为无论是空气还是气息,即使处于深处也会向上奔流;充气的皮囊如果被带入深处†被解开†也证明了这一点),也不是因为它们自身有任何呼吸。因为凡是没有肺的动物都不呼吸,这一点他已在其他著作中证明了。如果有人不仅称水为湿,而且也称空气为湿(因为空气本身也是湿的),他说,气味就应当是湿中具味之干的本性;也就是说,可闻对象应当是由具味之干就其作为此类事物而言在湿中所产生的性质[状态]。接着,他通过凡是具有气味之物也都具有滋味,以及凡是无味之物也都没有气味这一点,表明气味不是像滋味那样单纯地由干产生的,而是由具味之干产生的。因为简单物体没有气味,是因为它们也没有滋味;因为土自身和火自身尽管是干的,却都不具有任何滋味,水或空气作为湿物本身也都不具有任何滋味。因为在它们之中凡是看起来具有某种滋味的,都不是单纯的,而是已经混合了。因为海水虽是湿的,却具有咸味,这是因为它与某种干混合了(因此它也具有气味),而且看似属于土的盐类也兼有气味与滋味;因为它们具有的干并非不与湿相混合。并且他说,盐比天然碱更多地具有滋味与气味,是因为盐也更多地与湿相混合;因为天然碱更属于土,而盐则含有更多的湿,正如从它们之中渗出的油所表明的那样。他或者是以渗出的油作为盐含有湿的证据,或者是作为它们含有滋味的证据;因为从它们之中渗出的油看似是苦的。此外,石头没有气味,是因为它们也没有滋味。但木材显然同时分有气味与滋味,而且它们之中凡是越湿的,就同时越无滋味、越无气味。

语法注2 条
  1. 2.2οὔτε ὄντος ἐν τῷ ὕδατι ἀέρος (...) ἀλλ’ οὐδὲ αὐτὰ ὅλως ἀναπνέοντα

    οὔτε ὄντος... 是表示原因的属格绝对结构,但紧随其后的 ἀλλ’ οὐδὲ αὐτὰ ὅλως ἀναπνέοντα 转为了主格分词短语,在语法上与前文关系分句的主语 ἃ(鱼类和甲壳类)相一致,属于句法更迭(破格句)。

  2. 2.2εἴη ἄν, φησίν, ὀσμὴ ἡ ἐν τῷ ὑγρῷ τοῦ ἐγχύμου ξηροῦ φύσις

    提及亚里士多德《论感觉》443a7-8中的定义。在表语短语 ἡ ἐν τῷ ὑγρῷ τοῦ ἐγχύμου ξηροῦ φύσις 中,介词短语 ἐν τῷ ὑγρῷ 处于定语位置,而属格 τοῦ ἐγχύμου ξηροῦ 则直接修饰 φύσις。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:90.3-91.11