- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:88.4-90.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德由滋味转向气味(可闻对象)的段落(442b27),解释两者的类比生成:正如滋味是土性的干在水中被洗滤出来而产生,气味也是具味的干/湿在空气或水这一“透臭”媒介中被洗滤出来而产生的。
" Τὸν αὐτὸν δὲ τρόπον δεῖ νοῆσαι καὶ περὶ τὰς ὀσμάς. ὅπερ γὰρ ποιεῖ ἐν τῷ ξηρῷ τὸ ὑγρόν, τοῦτο ποιεῖ ἐν ἄλλῳ γένει τὸ ἔγχυμον ὑγρόν." Μεταβέβηκε μὲν ἀπὸ τῶν χυμῶν ἐπὶ τὸν περὶ τῶν ὀσφραντῶν λόγον. ὃ δὲ φθάσας εἶπε βραχέως, ὅτε περὶ τῶν χυμῶν τὸν λόγον ἐποιεῖτο, νῦν διασαφεῖ. ὃ μὲν γὰρ προεῖπεν ἔστι· “περὶ δὲ ὀσμῆς καὶ χυμοῦ λεκτέον· σχεδὸν γάρ ἐστι τὸ αὐτὸ πάθος, οὐκ ἐν τοῖς αὐτοῖς δέ ἐστιν ἑκάτερον αὐτῶν,” τοῦτο δὲ νῦν πῶς ἐν ἐκείνοις εἶπε δείκνυσι. τὸν αὐτὸν γάρ, φησί, τρόπον δεῖ νοῆσαι γινομένην τὴν ὀσμήν, ὃν τρόπον ἐδείχθη γινόμενος καὶ ὁ χυμός. ὡς γὰρ τὸν χυμὸν ἐποίει τὸ ξηρὸν τὸ ἐν τῇ γῇ μιγνύμενόν πως καὶ ἐναποπλυνόμενον τῷ ὕδατι ὑπὸ θερμότητος συνεργούμενον, οὕτω φησὶ τὸ ὑγρὸν τὸ ἤδη χυμὸν ἔχον, τοῦτο δ’ ἐστὶ τὸ ξηρῷ μεμιγμένον, ὃν τρόπον εἴρηκεν, ἐν ἀέρι καὶ ὕδατι ἀποπλυθέν πὼς ποιεῖν τὴν ὀσμήν. Ἐν ἄλλῳ δὲ γένει εἶπεν· οὔτε γὰρ καθὸ ὑγρά ἐστι ταῦτα, γίνεται ἐν αὐτοῖς ἡ ὀσμή, οὔτε καθὸ διαφανῆ ἢ χυμοῦ δεκτικά, ἀλλὰ καθὸ ἄλλης φύσεως κεκοινώνηκε τῆς δυναμένης δέχεσθαι τὰς ὀσμάς, ἣν ἀνάλογον ἄν τις δίοσμον ὀνομάζοι.1 καθὸ μὲν γὰρ διαφανῆ τὸ ὕδωρ καὶ ὁ ἀήρ, χρωμάτων εἰσὶ δεκτικά· κατὰ δὲ τὴν ὑγρότητα τὸ ὕδωρ τὴν σωματώδη, καθ’ ἣν ἐστιν ὑπὸ τοῦ ξηροῦ παθητικόν, τοὺς χυμοὺς δέχεται, τὰς δὲ ὀσμὰς κατ’ ἄλλην τινὰ κοινὴν δύναμιν παρὰ ταύτας, ἣν ἄλλο γένος ὠνόμασεν· ἢ ἐν ἄλλῳ γένει εἶπε ‘τῷ ὀσφραντῷ’· οὐ γὰρ ταὐτὸν γένος γευστόν τε καὶ ὀσφραντόν. Εἰπὼν δὲ ἐν ἀέρι καὶ ὕδατι γίνεσθαι τὴν ὀσμὴν ὑπὸ τῆς ἐγχύμου ξηρότητος, ἐπεὶ κοινὸν αὐτοῖς καὶ τὸ διαφανές, ὅτι μή, καθὸ διαφανῆ ἐστι, κατὰ τοῦτο τὰς ὀσμὰς δέχεται, δι’ ὧν ἐπιφέρει ἐδήλωσε. κοινὸν μὲν γάρ φησι κατ’ αὐτῶν τὸ διαφανὲς κατηγορεῖσθαι, οὐ μὴν δέχεσθαι τὰς ὀσμὰς καθὸ διαφανῆ ἐστιν, ἀλλὰ καθὸ πλυτικὰ καὶ ῥυπτικά ἐστιν ἐγχύμου ξηρότητος ἀποπλυνομένης πὼς ἐν αὐτοῖς, ὡς ἐγένετο ὁ χυμὸς τῆς γεώδους ξηρότητος ἐναποπλυνομένης ἐν τῷ ὕδατι. εἰπὼν δὲ πρότερον ἔγχυμον ὑγρότητα εἶναι τὴν ἐν τῷ ἀέρι καὶ τῷ ὕδατι τὰς ὀσμὰς ποιοῦσαν, νῦν τὸ αὐτὸ τοῦτο ἔγχυμον πάλιν ὠνόμασεν ξηρότητα, ὅτι ὁ χυμὸς ἐξ ἀμφοῖν, ἔκ τε ὑγρότητος ὑδατώδους καὶ ξηρότητος γεώδους, ἐδείχθη. τὸ μὲν οὖν ξηρὸν οὐδέπω χυμὸν ἔχον ἐν αὑτῷ, μιγνύμενον καὶ ἐναποπλυνόμενον τῷ ὕδατι τοὺς χυμοὺς πεσσόμενον ὑπὸ θερμότητος ἐποίει· τὰς δὲ ὀσμὰς οὐκέτι τὸ ἄχυμον ξηρόν, ἀλλὰ τὸ μεμιγμένον ἤδη τῷ ὕδατι καὶ χυμὸν ἔχον ποιεῖ. ὅτι γὰρ ὑπὸ τῆς ἐγχύμου ὑγρότητος ἢ ξηρότητος (οὐδὲν γὰρ διαφέρει ὅπως ἂν ῥηθείη) αἱ ὀσμαὶ γίνονται, δείξει μὲν καὶ αὐτός, δῆλον δὲ καὶ ἐκ τοῦ πάντα ὅσα ἐστὶν ὀσφραντὰ ταῦτα καὶ χυμὸν ἔχειν τινά. τῇ γοῦν ὀσφρήσει πολλάκις πρώτῃ γνωρίζομέν 〈τινας〉 καὶ τῶν σηπομένων χυμῶν καὶ τῶν προσκαιομένων καὶ τῶν ὀξέων γινομένων καὶ τῶν εἰς ἄλλον τινὰ χυμὸν ἐξ ἄλλου διὰ τὴν ἕψησιν μεταβαλλόντων, μηδέπω φανερᾶς αὐτῶν τῆς μεταβολῆς τῇ γεύσει γινομένης, ὡς ἐκ τῶν χυμῶν τὴν γένεσιν τῆς ὀσμῆς ἐχούσης καὶ κατὰ τὴν ἐκείνων μεταβολὴν ἀλλοίας γινομένης καὶ αὐτῆς καὶ συμμεταβαλλούσης ἐκείνῃ.2
“以同样的方式也应当理解关于气味的事情。因为湿在干中所起的作用,具味之湿在另一属中也起同样的作用。” 他从滋味过渡到了关于可闻对象的讨论。而他此前在进行关于滋味的讨论时简要提及的事情,现在阐明了。因为他先前所说的是:“必须谈论气味与滋味;因为它们几乎是同一种性质[状态],但它们各自并非存在于相同的事物中”,而他现在表明了他在那些话中是如何说这一点的。因为他说,应当理解气味的生成方式与滋味被证明生成的方式是相同的。因为正如土中的干在热的协同作用下以某种方式与水混合并在其中被洗滤出来而产生滋味,同样,他说,已经具有滋味的湿——即按照他所说的方式与干混合之物——在空气与水中以某种方式被洗滤出来而产生气味。而他说“在另一属中”,是因为气味在这些事物[空气与水]中的产生,既不是就它们是湿的而言,也不是就它们是透明的或容纳滋味的而言,而是就它们分有了另一种能够容纳气味的本性而言,人们可以类比地将其称作透臭体。因为水与空气就其是透明的而言,是容纳颜色的;而水按照物体的湿——依此它是能够受干作用的——容纳滋味,但它们按照不同于这些的另一种共同潜能容纳气味,他将这种潜能命名为“另一属”;或者他说“在另一属中”是指“在可闻对象这一属中”;因为可尝对象与可闻对象并非同一属。而在他说过气味是在空气与水中由具味之干产生之后,既然透明对于它们也是共同的,那么它们并不是就其是透明的而言依此容纳气味,这一点他通过所补充的内容阐明了。因为他说,透明固然共同地述说它们,但它们绝不是就其是透明的而言容纳气味,而是就它们能够洗涤并洗去在它们之中以某种方式被洗滤出来的具味之干而言容纳气味,正如土性的干在水中被洗滤出来而产生滋味一样。并且,他先前曾说在空气和水中产生气味的是具味之湿,现在他又将这同一事物称作具味之干,是因为滋味已被表明是由两者构成的,即由水性的湿与土性的干构成的。因此,自身尚不具有滋味的干,在被热熟化的同时通过与水混合并在其中被洗滤出来而产生滋味;但产生气味的已不再是无味的干,而是已经与水混合并具有滋味之物。因为气味是由具味之湿或干(因为无论怎样说都没有任何区别)产生的,这一点他自己也将证明,而且从凡是可闻之物也都具有某种滋味这一事实中也是显然的。至少我们常常在这些滋味的转变对于味觉尚未显明时,首先通过嗅觉辨认出它们[中的某些],无论是腐败中的滋味、烧焦中的滋味、变酸中的滋味,还是因煮沸而从一种滋味变成另一种滋味的滋味,这是因为气味由滋味生成,并且随着滋味的转变,气味本身也变样并随之改变。
- 2.1ἣν ἀνάλογον ἄν τις δίοσμον ὀνομάζοι
ἀνάλογον 作状语性宾格(“类比地”)修饰动词 ὀνομάζοι。关系代词 ἣν 指代先行词 ἄλλης φύσεως(“另一种本性”),并在双宾格结构中以 δίοσμον 作宾语补足语。这表达了与视觉媒介“透明(διαφανές)”相平行的嗅觉媒介“透臭体(δίοσμον)”的造词性类比。
- 2.1ὡς ἐκ τῶν χυμῶν τὴν γένεσιν τῆς ὀσμῆς ἐχούσης καὶ κατὰ τὴν ἐκείνων μεταβολὴν ἀλλοίας γινομένης καὶ αὐτῆς καὶ συμμεταβαλλούσης ἐκείνῃ
由 ὡς 引导的属格独立结构,说明前述事实(嗅觉早于味觉察知滋味的变化)的主观根据或理由。逻辑主语是 τῆς ὀσμῆς,后接三个并列的分词 ἐχούσης、γινομένης 与 συμμεταβαλλούσης。ἐκείνων 指代前面的滋味(χυμῶν),而 ἐκείνῃ 则指代其变化(或单数意义上的滋味)。
