- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:86.6-87.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德根据固有感觉对象皆有对立而形状并无对立这一论据,表明形状既非固有感觉对象亦非滋味,并进而指出若滋味即形状则滋味的差异必将无限的困境。随后他结束了关于滋味本性的当前探究,指出关于滋味的生成与具体差异的详细考察属于植物学研究的范围。
" Ἔτι τὰ μὲν αἰσθητὰ ἅπαντα ἔχει ἐναντίωσιν." Καὶ διὰ ταύτης τῆς ἐπιχειρήσεως δείκνυσιν ὅτι μή ἐστι τὰ σχήματα μήτε ὁρατὰ μήτε γευστὰ μήτε ὅλως ἴδια αἰσθητά. πάντα μὲν γὰρ τὰ ἴδια αἰσθητὰ ἔχει ἐναντίωσιν, τὰ τῆς ὄψεως λευκόν τε καὶ μέλαν, τὰ τῆς γεύσεως γλυκὺ καὶ πικρόν, τὰ τῆς ἀκοῆς ὀξὺ καὶ ἀμβλύ, τὰ τῆς ἁφῆς θερμὸν καὶ ψυχρόν, ὑγρὸν καὶ ξηρὸν καὶ ὅσων ἡ ἁφὴ ἐναντιώσεων, ἀλλὰ καὶ ἐν τοῖς ὀσφρητοῖς ἐναντίωσίς ἐστι. σχῆμα δὲ σχήματι οὐκ ἔστιν ἐναντίον. ὥστε εἰ ἐν τοῖς γευστοῖς ἐστιν ἐναντίωσις, ἐν δὲ σχήμασιν οὐκ ἔστιν, οὐκ ἂν τὰ σχήματα εἴη γευστά, οὕτως δὲ οὐδ’ ὅλως αἰσθητὰ ὡς ἴδιά τινος αἰσθήσεως. ἐπεὶ δὲ φαντασίαν ἀποτελεῖ τὸ περιφερὲς ἐναντίον εἶναι τῷ γωνίας ἔχοντι,1 διὰ τοῦ εἰπεῖν τίνι γὰρ τῶν πολυγωνίων τὸ περιφερὲς ἐναντίον; ἔδειξεν ὅτι μηδὲ ἔστιν ἐν αὐτοῖς ἐναντιότης. δεῖ μὲν γὰρ ἓν ἑνὶ ἐναντίον εἶναι. ποῖον δ’ ἔσται τῶν πολυγωνίων σχημάτων ἐναντίον τῷ κύκλῳ; οὐ γὰρ μᾶλλον τόδε ἢ ἄλλο τι. * * * οὐκ ἔστιν ἀλλήλοις τὰ αὐτά. ἔτι ὅτι τῷ κύκλῳ οὐδέν ἐστιν ἐναντίον, διὸ οὐδὲ τῇ κύκλῳ κινήσει, διὰ πλειόνων ἐν τοῖς Περὶ οὐρανοῦ δέδεικται καθόλου. ὥστε εἰ τὰ μὲν ἴδια αἰσθητὰ ἐναντίωσιν ἔχει, τὰ δὲ σχήματα οὐκ ἔχει ἐναντίωσιν, οὐκ ἂν εἴη τὰ σχήματα ἴδια αἰσθητά. ἔτι ἀπείρων ὄντων τῶν σχημάτων ἀναγκαῖον καὶ αὐτοὺς ἀπείρους εἶναι,2 εἰ οἱ χυμοὶ [τὰ] σχήματα. ἄπειρα δὲ τὰ σχήματα διαφέροντα ἀλλήλων κατὰ Δημόκριτον· ἔδει 〈οὖν〉 καὶ ἀπείρους διαφορὰς εἶναι χυμῶν. εἶτα ἐπεὶ ἐδύνατό τις λέγειν, φεύγων τὸ ἄτοπον, τὸ εἶναι μὲν ἀπείρους χυμῶν διαφοράς, μὴ μέντοι πάσας αἰσθητὰς εἶναι, πρὸς τὸ ῥηθὲν ἀνθυπήνεγκεν·3 διὰ τί γὰρ ὁ μὲν τῶν χυμῶν αἴσθησιν ποιήσει, ὁ δ’ οὔ; δεῖται γὰρ τοῦτο λόγου.
“此外,感觉对象全都具有对立。” 而且通过这一论证,他[亚里士多德]也表明,形状既不是可见的,也不是可尝的,根本不是固有感觉对象。因为一切固有感觉对象都具有对立:视觉的对象有白与黑,味觉的对象有甜与苦,听觉的对象有高[锐]与低[钝],触觉的对象有热与冷、湿与干,以及触觉所涉及的诸多对立,而且在可嗅对象中也存在对立。然而形状与形状并不相反。因此,如果可尝对象中存在对立,而形状中不存在对立,那么形状就不可能是可尝对象,这样也就根本不能作为任何感觉的固有对象而成为感觉对象。但由于圆与具角者相反造成了一种表象,他就通过说“因为圆究竟与多边形中的哪一个相反呢?”表明在它们之中甚至根本不存在对立。因为相反者必须是一对一的。而在多边形形状中,究竟哪一种会与圆相反呢?因为这一种并不比任何其他一种更加[相反]。* * * 它们彼此并不是同一的。此外,没有任何事物与圆相反,因而也没有任何事物与圆周运动相反,这一点在《论天》中已经更普遍、更详尽地得到了证明。因此,如果固有感觉对象具有对立,而形状不具有对立,形状就不可能是固有感觉对象。再者,既然形状是无限的,那么如果滋味是形状,[滋味]本身也必然是无限的。而按照德谟克利特的观点,彼此相异的形状是无限的;因此滋味的差异也理应是无限的。随后,由于有人为了逃避这种荒谬可能会说,滋味的差异确实是无限的,但并非全都是可感觉的,于是他针对所说的这话提出了反驳:因为究竟为什么这些滋味中的一种会产生感觉,而另一种却不会呢?因为这需要一个说明。
"Καὶ περὶ μὲν τοῦ χυμοῦ καὶ γευστοῦ εἴρηται· τὰ δ’ ἄλλα πάθη τῶν χυμῶν." Περὶ χυμοῦ, ὅ ἐστι γευστόν, εἰρῆσθαί φησιν ἡμῖν, τί ποτέ ἐστι καὶ τίς ἡ γεῦσις αὐτοῦ, ὃ ἦν οἰκεῖον τῇ προκειμένῃ πραγματείᾳ. τὰ γὰρ ἄλλα πάθη τῶν χυμῶν, τίνες τε αὐτῶν διαφοραὶ καὶ τίνες ἑκάστου χυμοῦ οἰκεῖαι καὶ προσεχεῖς γενέσεις, οἰκεῖά φησιν εἶναι τῇ περὶ φυτῶν φυσιολογίᾳ. καὶ ἔστι Περὶ φυτῶν Θεοφράστῳ πραγματεία γεγραμμένη· Ἀριστοτέλους γὰρ οὐ φέρεται.
“关于滋味与可尝对象,已经谈过了;但滋味的其他性质……” 他说,关于滋味——即那可尝对象——它究竟是什么,以及对它的味觉是什么,我们已经谈过了,这本是切合当前探究的主题的。因为他说,滋味的其他性质,即它们的差异是什么,以及每种滋味固有的、直接的生成是什么,乃是切合关于植物的自然学研究的。并且有一部泰奥弗拉斯托斯所著的《论植物》的探究著作;因为亚里士多德的著作并未流传下来。
- 1.34ἐπεὶ δὲ φαντασίαν ἀποτελεῖ τὸ περιφερὲς ἐναντίον εἶναι τῷ γωνίας ἔχοντι
带冠词的不定式短语 τὸ περιφερὲς ἐναντίον εἶναι τῷ γωνίας ἔχοντι 用作动词短语 φαντασίαν ἀποτελεῖ(产生表象/印象)的语法主语。该从属句预先引入了圆与具角者表面上看似相反的通俗看法,随后予以反驳。
- 1.34καὶ αὐτοὺς ἀπείρους εἶναι
阳性复数宾格代词 αὐτούς 前瞻性地指代紧随其后的条件从句中的主语“滋味”(χυμοί,在 εἰ οἱ χυμοὶ σχήματα 中)。它是无人称表述 ἀναγκαῖον 所要求的宾格加不定式结构的主语。
- 1.34πρὸς τὸ ῥηθὲν ἀνθυπήνεγκεν
在句法结构上,原因从句 ἐπεὶ ἐδύνατό τις λέγειν...(“由于有人可以说……”)对应以亚里士多德为隐含主语的主动词 ἀνθυπήνεγκεν(“提出了反驳”)。πρὸς τὸ ῥηθέν 指代假想对手所提出的辩解(即滋味差异虽无限但只有部分可被感觉)。
